§12Ὅτι μὲν οὖν εἰ μὴ κάμψις ἦν ἐν τοῖς σκέλεσιν ἢ ἐν ταῖς 12 ὠμοπλάταις καὶ ἰσχίοις, οὐθὲν οἷόν τʼ ἦν ἂν τῶν ἐναίμων καὶ ὑποπόδων προβαίνειν, εἴρηται πρότερον, καὶ ὅτι κάμψις οὐκ ἂν ἦν μηδενὸς ἠρεμοῦντος, ὅτι τε ἐναντίως οἵ τε ἄνθρωποι δίποδες ὄντες καὶ οἱ ὄρνιθες τὴν τῶν σκελῶν ποιοῦνται κάμψιν, ἔτι δὲ τὰ τετράποδα ὑπεναντίως καὶ αὑτοῖς καὶ τοῖς ἀνθρώποις.
因此,正如先前所述,如果双腿,或者肩胛骨与坐骨没有弯曲,那么任何有血且有足的动物都将无法前进;而且,如果没有任何静止的部分,弯曲也就无法发生;此外,人类作为双足动物与鸟类在双腿的弯曲方向上相反,而四足动物的弯曲方式既与它们自身相反,也与人类相反。
οἱ μὲν γὰρ ἄνθρωποι τοὺς μὲν βραχίονας κάμπτουσιν ἐπὶ τὰ κοῖλα, τὰ δὲ σκέλη ἐπὶ τὸ κυρτόν, τὰ δὲ τετράποδα τὰ μὲν πρόσθια σκέλη ἐπὶ τὸ κυρτόν, τὰ δʼ ὀπίσθια ἐπὶ τὸ κοῖλον· ὁμοίως δὲ καὶ οἱ ὄρνιθες.
因为人类将手臂弯向凹面,而将双腿弯向凸面,但四足动物则将前腿弯向凸面,而将后腿弯向凹面;鸟类也是如此。
αἴτιον δʼ ὅτι ἡ φύσις οὐδὲν δημιουργεῖ μάτην, ὥσπερ εἴρηται πρότερον, ἀλλὰ πάντα πρὸς τὸ βέλτιστον ἐκ τῶν ἐνδεχομένων.
其原因在于,正如先前所述,自然不做无用之功,而是在可能范围内凡事都力求达到最善。
ὥστʼ ἐπεὶ πᾶσιν ὅσοις ὑπάρχει κατὰ φύσιν ἡ κατὰ τόπον μεταβολὴ τοῖν σκελοῖν, ἑστῶτος μὲν ἑκάστου τὸ βάρος ἐν τούτῳ ἐστί, κινουμένοις δʼ εἰς τὸ πρόσθεν δεῖ τὸν πόδα τὸν ἡγούμενον τῇ θέσει κοῦφον εἶναι, συνεχοῦς δὲ τῆς πορείας γινομένης αὖθις ἐν τούτῳ τὸ βάρος ἀπολαμβάνειν, δῆλον ὡς ἀναγκαῖον ἐκ τοῦ κεκάμφθαι τὸ σκέλος αὖθις εὐθὺ γίνεσθαι μένοντος τοῦ τε κατὰ τὸν προωσθέντα πόδα σημείου καὶ τῆς κνήμης.
因此,对于所有自然拥有通过双腿进行空间移动的动物来说,当各自站立时,其重量由该腿支撑,但在向前运动时,领先的脚在落点上必须是轻盈的,而当步行连续进行时,重量必须再次交替到这只脚上,因此显而易见,双腿必须在弯曲之后再次伸直,与此同时,处于迈出之脚处的点和胫骨须保持静止。
τοῦτο δὲ συμβαίνειν ἅμα καὶ προϊέναι τὸ ζῷον εἰς τὸ ἔμπροσθεν μὲν ἔχοντος τὴν καμπὴν τοῦ ἡγουμένου σκέλους δυνατόν, εἰς τοὔπισθεν δʼ ἀδύνατον.
当领先的脚其弯曲指向前方时,这种情况的发生与动物的同时前进是可能的,但若指向后方则是不可行的。
οὕτω μὲν γὰρ προενεχθέντος τοῦ σώματος ἡ ἔκτασις τοῦ σκέλους ἔσται, ἐκείνως δʼ ἀνενεχθέντος.
因为以前者的方式,当身体向前运送时,腿部得以伸展,但若以后者的方式,身体则会被拉回。
ἔτι δʼ εἰς τὸ ὄπισθεν μὲν τῆς καμπῆς οὔσης διὰ δύο κινήσεων ἐγίγνετʼ ἂν ἡ τοῦ ποδὸς θέσις ὑπεναντίων τε αὑταῖς, καὶ τῆς μὲν εἰς τὸ ὄπισθεν τῆς δὲ εἰς τὸ ἔμπροσθεν· ἀναγκαῖον γὰρ ἐν τῇ συγκάμψει τοῦ σκέλους τοῦ μὲν μηροῦ τὸ ἔσχατον εἰς τοὔπισθεν προάγειν, τὴν δὲ κνήμην ἀπὸ τῆς καμπῆς εἰς τὸ ἔμπροσθεν τὸν πόδα κινεῖν·
此外,如果弯曲指向后方,脚的放置就必须通过两个相互相反的运动来完成,即一个向后,另一个向前;因为在腿部弯曲时,必须将大腿的末端向后推进,而胫骨则必须将脚从弯曲处向前移动。
εἰς τὸ ἔμπροσθεν δὲ τῆς καμπῆς οὔσης, οὔθʼ ὑπεναντίαις κινήσεσι μιᾷ τε τῇ εἰς τὸ ἔμπροσθεν ἡ λεχθεῖσα πορεία συμβήσεται.
但如果弯曲指向前方,上述步行的实现就不会通过相反的运动,而是通过向前的单一运动来完成。
ὁ μὲν οὖν ἄνθρωπος δίπους ὢν καὶ τὴν κατὰ τόπον μεταβολὴν κατὰ φύσιν τοῖς σκέλεσι ποιούμενος διὰ τὴν εἰρημένην αἰτίαν κάμπτει εἰς τὸ ἔμπροσθεν τὰ σκέλη, τοὺς δὲ βραχίονας ἐπὶ τὸ κοῖλον εὐλόγως· ἄχρηστοι γὰρ ἂν ἦσαν καμπτόμενοι εἰς τοὐναντίον πρός τε τὴν τῶν χειρῶν χρῆσιν καὶ πρὸς τὴν τῆς τροφῆς λῆψιν.
因此,人类作为双足动物,且自然地用双腿进行空间移动,由于上述原因而将双腿向前方弯曲,但将手臂弯向凹面,这是合理的;因为如果手臂向相反方向弯曲,无论对于手的使用还是对于食物的摄取,都会变得毫无用处。
τὰ δὲ τετράποδα καὶ τὰ ζῳοτόκα τὰ μὲν ἔμπροσθεν σκέλη, ἐπειδὴ ἡγεῖταί τε τῆς πορείας αὐτῶν καὶ ἔστι ταῦτʼ ἐν τῷ μέρει τῷ ἔμπροσθεν τοῦ σώματος, ἀνάγκη κάμπτειν ἐπὶ τὴν περιφέρειαν διὰ τὴν αὐτὴν αἰτίαν ἥνπερ καὶ οἱ ἄνθρωποι· κατὰ γὰρ τοῦτο ὁμοίως ἔχουσι.
而对于四足动物和胎生动物,由于它们的前腿主导其步行,且位于身体的前部,因此由于与人类相同的理由,必须将前腿弯向凸面;因为在这方面它们与人类情况相似。
διόπερ καὶ τὰ τετράποδα κάμπτουσιν εἰς τὸ πρόσθεν τὸν εἰρημένον τρόπον.
因此,四足动物也以所述方式向前方弯曲前腿。
καὶ γὰρ οὕτως μὲν αὐτῶν τῆς κάμψεως γινομένης ἐπὶ πολὺ δυνήσονται τοὺς πόδας μετεωρίζειν· ἐναντίως δὲ κάμπτοντες μικρὸν ἀπὸ τῆς γῆς ἂν αὐτοὺς ἐμετεώριζον διὰ τὸ τόν τε μηρὸν ὅλον καὶ τὴν καμπήν, ἀφʼ ἧς ἡ κνήμη πέφυκεν, ὑπὸ τῇ γαστρὶ γίγνεσθαι προϊόντος αὐτοῦ.
因为如果它们的弯曲以此方式进行,它们就能够将脚抬得很高;但如果它们向相反方向弯曲,它们只能将脚从地面抬起一点点,因为当动物前进时,整个大腿以及胫骨所由生的弯曲处,都会陷于腹部下方。
τῶν δ᾿ ὄπισθεν σκελῶν εἰ μὲν ἦν εἰς τὸ ἔμπροσθεν ἡ κάμψις, τῶν ποδῶν ὁ μετεωρισμὸς ὁμοίως ἂν αὐτοῖς εἶχε τοῖς προσθίοις (ἐπὶ βραχὺ γὰρ ἂν ἐγίγνετο καὶ τούτοις κατὰ τὴν ἄρσιν τῶν σκελῶν, τοῦ τε μηροῦ καὶ τῆς καμπῆς ἀμφοτέρων ὑπὸ τὸν τῆς γαστρὸς τόπον ὑποπιπτόντων), εἰ δʼ εἰς τὸ ὄπισθεν, καθάπερ καὶ νῦν κάμπτουσιν, οὐθὲν ἐμπόδιον αὐτοῖς γίγνεται πρὸς τὴν πορείαν ἐν τῇ τοιαύτῃ κινήσει τῶν ποδῶν.
而对于后腿,如果弯曲向着前方,脚的抬起就会与前腿处于相同的情况(因为在抬起双腿时,大腿和弯曲处两者都会落入腹部区域的下方,因而它们也只能将脚抬起一点点),但如果弯曲指向后方,正如它们现在所弯曲的那样,在脚的这种运动中,对它们的步行就不会产生任何障碍。
ἔτι τοῖς γε θηλαζομένοις αὐτῶν καὶ πρὸς τὴν τοιαύτην λειτουργίαν ἀναγκαῖον ἢ βέλτιόν γʼ οὕτω κεκάμφθαι τὰ σκέλη· οὐ γὰρ ῥᾴδιον τὴν κάμψιν ποιουμένων ἐντὸς ὑφʼ αὑτὰ ἔχειν τὰ τέκνα καὶ σκεπάζειν.
此外,对于它们之中哺乳的动物来说,为了这种功能,双腿这样弯曲是必要的,或者说至少这样更好;因为如果它们将弯曲指向内侧,就不容易将幼崽置于自己身下并加以庇护。