§1313 Ὄντων δὲ τεττάρων τρόπων τῆς κάμψεως κατὰ τοὺς συνδέσμους (ἀνάγκη γὰρ κάμπτειν ἢ ἐπὶ τὸ κοῖλον καὶ τὰ πρόσθια καὶ τὰ ὀπίσθια, καθάπερ ἐφʼ οἷς Α, ἢ ἐπὶ τοὐναντίον ἐπὶ τὸ κυρτόν, καθάπερ ἐφʼ οἷς Β, ἢ ἀντεστραμμένως μὴ ἐπὶ τὰ αὐτά, ἀλλὰ τὰ μὲν πρόσθια ἐπὶ τὸ κυρτόν, τὰ δʼ ὀπίσθια ἐπὶ τὸ κοῖλον, καθάπερ ἐφʼ οἷς τὸ Γ ἢ τοὐναντίον τούτοις τὰ μὲν κυρτὰ πρὸς ἄλληλα, τὰ δὲ κοῖλα ἐκτός, καθάπερ ἔχει ἐφʼ οἷς τὸ ∠), ὡς μὲν ἔχει ἐφʼ οἷς τὸ Α ἢ τὸ Β, οὐθὲν κάμπτεται οὔτε τῶν διπόδων οὔτε τῶν τετραπόδων, ὡς δὲ τὸ τὰ τετράποδα, ὡς δὲ τὸ ∠, τῶν μὲν τετραπόδων οὐθὲν πλὴν ἐλέφας, ὁ δʼ ἄνθρωπος τοὺς βραχίονας καὶ τὰ σκέλη·
13 屈曲の方法には関節に関して4つの方法があり、(というのも、Aで示されるように、前脚と後脚の双方を凹部に向けて曲げるか、あるいはその逆で、Bで示されるように凸部に向けて曲げるか、あるいは同一方向ではなく互い違いにして、前脚は凸部に向けて、後脚は凹部に向けて曲げるか(Γで示されるように)、あるいはこれらとは逆に、凸部同士を互いに向け合い、凹部を外側に向けるか(∠で示されるように)のいずれかだからである)、AやBで示されるようには、二足獣も四足獣も何も曲げないが、Γのようには四足獣が曲げ、∠のようには、四足獣では象のほかには何も曲げないが、人間は腕と脚をそのように曲げる。
τοὺς μὲν γὰρ ἐπὶ τὸ κοῖλον κάμπτει, τὰ δὲ σκέλη ἐπὶ τὸ κυρτόν.
すなわち、腕は凹部に向けて曲げ、脚は凸部に向けて曲げる。
ἀεὶ δʼ ἐναλλὰξ ἐναντίως ἔχει τὰ κῶλα τὰς κάμψεις τοῖς ἀνθρώποις, οἷον τὸ ὠλέκρανον ἐπὶ τὸ κοῖλον, ὁ δὲ καρπὸς ἐπὶ τὸ κυρτόν, καὶ πάλιν ὁ ὦμος ἐπὶ τὸ κυρτόν·
人間の肢は、常に互い違いに反対の方向に屈曲している。 例えば、肘は凹部に向けて曲がり、手首は凸部に向けて、また肩は凸部に向けて曲がる。
ὡσαύτως δὲ καὶ ἐπὶ τῶν σκελῶν ὁ μηρὸς ἐπὶ τὸ κοῖλον, τὸ δὲ γόνυ ἐπὶ τὸ κυρτόν, ὁ δὲ ποὺς τοὐναντίον ἐπὶ τὸ κοῖλον.
同様に脚においても、大腿は凹部に向けて、膝は凸部に向けて、足は逆に凹部に向けて曲がる。
καὶ τὰ κάτω δὴ πρὸς τὰ ἄνω φανερὸν ὅτι ἐναντίως·
そして、下部が上部に対して反対であることも明らかである。
ἡ γὰρ ἀρχὴ ὑπεναντίως, ὁ μὲν ὦμος ἐπὶ τὸ κυρτόν, ὁ δὲ μηρὸς ἐπὶ τὸ κοῖλον·
なぜなら、その始まりが互いに反対であり、肩は凸部に向けて、大腿は凹部に向けて曲がるからである。
διὸ καὶ ὁ μὲν ποὺς ἐπὶ τὸ κοῖλον, ὁ δὲ καρπὸς τῆς χειρὸς ἐπὶ τὸ κυρτόν.
それゆえ、足は凹部に向けて、手首は凸部に向けて曲がる。
§14Αἱ μὲν οὖν κάμψεις τῶν σκελῶν τοῦτόν τε τὸν τρόπον ἔχουσι καὶ διὰ τὰς αἰτίας τὰς εἰρημένας, κινεῖται δὲ τὰ 14 ὀπίσθια πρὸς τὰ ἔμπροσθεν κατὰ διάμετρον·
さて、脚の屈曲はこのように行われ、また前述の理由による。 しかし、后脚は前脚に対して対角線上に動く。
μετὰ γὰρ τὸ δεξιὸν τῶν ἔμπροσθεν τὸ ἀριστερὸν τῶν ὄπισθεν κινοῦσιν, εἶτα τὸ ἀριστερὸν τῶν ἔμπροσθεν, μετὰ δὲ τοῦτο τὸ δεξιὸν τῶν ὄπισθεν.
すなわち、前脚の右の後に後脚の左を動かし、次に前脚の左、その後に後脚の右を動かすのである。
αἴτιον δʼ ὅτι εἰ μὲν τὰ ἔμπροσθεν ἅμα καὶ πρῶτον, διέσπαστο ἂν ἢ καὶ προπετὴς ἂν ἐγίνετο ἡ βάδισις καὶ οἷον ἐφελκομένοις τοῖς ὄπισθεν.
その理由は、もし前脚が同時にかつ最初に動くならば、歩行は分断されるか、あるいは前傾したものになり、後脚を引きずるようになってしまうからである。
ἔτι δʼ οὐ πορεία ἀλλὰ ἅλσις τὸ τοιοῦτον· χαλεπὸν δὲ συνεχῆ ποιεῖσθαι τὴν μεταβολὴω ἁλλόμενα.
さらに、そのような動きは歩行ではなく跳躍であり、跳ねながら移動を連続させることは困難である。
σημεῖον δέ· ταχὺ γὰρ ἀπαγορεύουσι καὶ νῦν τῶν ἵππων ὅσοι τὸν τρόπον τοῦτον ποιοῦνται τὴν κίνησιν, οἷον οἱ πομπεύοντες.
その証拠に、馬の中でもこのように運動を行うもの、例えばパレードを行う馬などは、すぐに疲れてしまう。
χωρὶς μὲν οὖν τοῖς ἔμπροσθεν καὶ ὄπισθεν διὰ ταῦτα οὐ ποιοῦνται τὴν κίνησιν.
それゆえ、前脚と後脚を別々にしてこのような運動を行うことはない。
εἰ δὲ τοῖς δεξιοῖς ἀμφοτέροις πρώτοις, ἔξω ἂν ἐγίγνοντο τῶν ἐρεισμάτων καὶ ἔπιπτον ἄν.
しかし、もし右の両脚を最初に動かすならば、彼らは支持基盤の外に出てしまい、倒れてしまうであろう。
εἰ δὴ ἀνάγκη μὲν ἢ τούτων τῶν τρόπων ὁποτερονοῦν ποιεῖσθαι τὴν κίνησιν ἢ κατὰ διάμετρον, μὴ ἐνδέχεται δʼ ἐκείνων μηδέτερον, ἀνάγκη κινεῖσθαι κατὰ διάμετρον·
したがって、これらの運動方法のいずれかを行うか、あるいは対角線上に動かすかのいずれかが必要であり、かつ前者のいずれも不可能である以上、対角線上に動くことが必要である。
οὕτω γὰρ κινούμενα ὥσπερ εἴρηται οὐδέτερα τούτων οἷόν τε πάσχειν.
なぜなら、前述のように動くときには、これらの障害のいずれも被ることがないからである。
καὶ διὰ τοῦτο οἱ ἵπποι καὶ ὅσα τοιαῦτα, ἵσταται προβεβηκότα κατὰ διάμετρον, καὶ οὐ τοῖς δεξιοῖς ἢ τοῖς ἀριστεροῖς ἀμφοτέροις ἅμα.
このため、馬やそれに類するものは、対角線上に歩み出た状態で立ち、右の両脚や左の両脚を同時に揃えて立つことはない。
τὸν αὐτὸν δὲ τρόπον καὶ ὅσα πλείους πόδας ἔχει τεττάρων ποιεῖται τὴν κίνησιν·
4本より多くの足を持つものも、同様の方法で運動を行う。
ἀεὶ γὰρ ἐν τοῖς τέτταρσι τοῖς ἐφεξῆς τὰ ὀπίσθια πρὸς τὰ ἔμπροσθεν κινεῖται κατὰ διάμετρον· δῆλον δʼ ἐπὶ τοῖς βραδέως κινουμένοις.
なぜなら、常に連続する4本の足において、後方の足は前方の足に対して対角線上に動くからであり、これはゆっくり動くものにおいて明白である。
καὶ οἱ καρκίνοι δὲ τὸν αὐτὸν τρόπον κινοῦνται·
カニも同様の方法で動く。
τῶν πολυπόδων γάρ εἰσιν.
なぜなら彼らは多足類だからである。
ἀεὶ γὰρ καὶ οὗτοι κατὰ διάμετρον κινοῦνται, ἐφʼ ὅπερ ἂν ποιῶνται τὴν πορείαν.
すなわち、彼らもまた、どちらの方向に進むにしても、常に対角線上に動くのである。
ἰδίως γὰρ τοῦτο τὸ ζῷον ποιεῖται τὴν κίνησιν·
なぜなら、この動物は独自の方法で運動を行うからである。
μόνον γὰρ οὐ κινεῖται ἐπὶ τὸ πρόσθεν τῶν ζῴων, ἀλλʼ ἐπὶ τὸ πλάγιον.
すなわち、動物の中で唯一、前方ではなく横方向へと動くのである。
ἀλλʼ ἐπεὶ τοῖς ὄμμασι διώρισται τὸ πρόσθιον, ἡ φύσις πεποίηκεν ἀκολουθεῖν δυναμένους τοὺς ὀφθαλμοὺς τοῖς κώλοις·
しかし、目によって前方が決定されているため、自然は目が四肢に追随できるように創り出した。
κινοῦνται γὰρ εἰς τὸ πλάγιον αὐτοῖς, ὥστε τρόπον τινὰ καὶ τοὺς καρκίνους κινεῖσθαι διὰ τοῦτʼ ἐπὶ τὸ ἔμπροσθεν.
すなわち、彼らにとって目は横方向に動くので、ある意味でカニもこのことによって前方へと動くのである。