§10.1#1## Κ.
Προϊούσης δὲ τῆς ἡλικίας ἀνδρὶ καὶ γυναικί, τοῦ μὴ γεννᾶν ἀλλήλοις συνόντας τὸ αἴτιον ὁτὲ μὲν ἐν ἀμφοῖν ἐστίν, ὁτὲ δ’ ἐν θατέρῳ μόνον.
第十卷随着男女年龄的增长,他们共同生活却无法生育的原因,有时在双方,有时仅在其中一方。
Πρῶτον μὲν οὖν ἐπὶ τοῦ θήλεος δεῖ θεωρεῖν τὰ περὶ τὰς ὑστέρας ὅπως ἔχει, ἵν’ εἰ μὲν ἐν ταύταις τὸ αἴτιον, αὗται τυγχάνωσι θεραπείας, εἰ δὲ μὴ ἐν ταύταις, περὶ ἕτερόν τι τῶν αἰτίων ποιῶνται τὴν ἐπιμέλειαν.
因此,首先必须观察女性子宫的状态,以便如果原因在子宫,子宫可以得到治疗;但如果原因不在子宫,他们可以将注意力转向其他原因。
Ἔστι δ’, ὥσπερ καὶ περὶ ἄλλο μέρος, φανερὸν εἰ ὑγιαίνει, ὅταν τὸ ἔργον τὸ αὑτοῦ ἱκανῶς ἀποτελῇ καὶ ἄλυπόν τε ᾖ καὶ μετὰ τὰς ἐργασίας ἄκοπον, οἷον ὀφθαλμὸς ὅταν λήμην τε μηδεμίαν ποιῇ καὶ ὁρᾷ καὶ μετὰ τὴν ὅρασιν μὴ ταράττηται μηδ’ ἀδυνατῇ ὁρᾶν πάλιν.
就像身体的其他部位一样,当子宫能够充分履行其自身功能、无痛且在工作后无疲劳时,它是否健康便是显而易见的。 例如,当眼睛不产生任何眼屎、能够看见,且在看后不感困惑、也不至于无法再次观看时。
Οὕτω καὶ ὑστέρα ἡ πόνον τε μὴ παρέχουσα, καὶ ὃ ἐκείνης ἐστί, τοῦθ’ ἱκανῶς ἀπεργαζομένη, καὶ μετὰ τὰ ἔργα μὴ ἀδύνατος ἀλλ’ ἄκοπος.
子宫也是如此,不引起疼痛,充分履行其自身职责,在工作后不致无力而是无疲劳。
Λέγεται δὲ καὶ μὴ καλῶς ἔχουσαν τὴν ὑστέραν ὅμως πρὸς τὸ ἔργον τὸ αὑτῆς ἔχειν καλῶς καὶ ἀλύπως, ἂν μὴ ταύτης χεῖρον τὸ ἔργον ἐστὶν αὐτῆς ἔχειν, ὥσπερ ὄμμα οὐδὲν κωλύει αὐτὸ ὁρᾶν ἀκριβῶς, μὴ ἔχοντος τοῦ ὀφθαλμοῦ καλῶς πάντα τὰ μόρια, ἢ εἰ φῦμά τι ὄν.
但也有一种说法,即使子宫状态不佳,只要其功能不比子宫自身的状态更差,它依然可以针对其自身功能处于良好且无痛的状态,正如即使眼睛并非所有部位都处于良好状态,或者其上有某种肿瘤,也完全不妨碍眼睛本身准确地观看。
Ὁμοίως δὲ καὶ ὑστέρα, εἰ εὖ ἔχει τοῦ ἐπικαίρου τόπου, οὐθὲν ἂν πρὸς τοῦτο βλάπτοι.
同样地,子宫如果关键部位状态良好,在这方面也不会受到任何损害。
Δεῖ δὴ τὴν ἔχουσαν καλῶς ὑστέραν πρῶτον μὲν τῷ τόπῳ μὴ ἐν ἄλλῳ καὶ ἄλλῳ εἶναι, ἀλλ’ ὁμοίως τῇ θέσει· πλὴν γίγνεσθαι τὸ πορρώτερον ἄνευ πάθους καὶ λύπης, καὶ μηδὲν ἀναισθητοτέρας εἶναι θιγγανομένας.
事实上,状态良好的子宫首先在位置上不能处于不同地方,而必须始终保持在相同位置;除非它向更深处移动时没有痛苦和折磨,且在被触碰时完全没有变得更迟钝。
Τοῦτο δὲ κρίνειν οὐ χαλεπόν.
判断这一点并不困难。
Ὅτι δὲ δεῖ τοιαύτας εἶναι, ἐκ τῶνδε φανερόν.
子宫必须处于这种状态,从以下几点可以看出。
Εἴτε γὰρ μὴ πλησίον προσίασιν, οὐκ ἔσονται ἅμα σπαστικαί· πόρρω γὰρ αὐταῖς ἔσται ὁ τόπος ὅθεν δεῖ ἀναλαβεῖν.
因为如果它们不接近,它们就不会同时具有吸引力;因为它们必须吸取的地方离它们太远了。
Εἰ δὲ μὴ πλησίον μένουσι καὶ μὴ οἷαι ἐπανιέναι πορρωτέρω, κωφότεραι ἔσονται.
如果它们不保持接近,且无法向更深处退回,它们就会变得更不活泼。
Διαθιγγάνεσθαι δ’ ἀεί, ὥστε μὴ ταχὺ ἀνοίγεσθαι, δεῖ τοῦτο σφόδρα ποιεῖν καὶ εὐηκόους εἶναι.
必须经常触碰它们,使它们不致迅速张开,并且必须强烈地这样做,使它们变得反应灵敏。
Ταῦτά τε οὖν χρὴ ὑπάρχειν, ὅσαις τε μὴ ὑπάρχει, αὗται θεραπείας δέονται τινός· καὶ τὰ καταμήνια γίνεσθαι καλῶς, τοῦτο δ’ ἐστὶ δι’ ἴσων χρόνων καὶ μὴ πεπλανημένως, ὑγιαίνοντος τοῦ σώματος.
因此,这些状态必须存在,而对于那些不具备这些状态的女性,则需要某种治疗;此外,月经也必须正常进行,即在身体健康的情况下,以相等的间隔且不杂乱无章地进行。
Σημαίνει γὰρ οὕτω γινόμενα καλῶς ἔχειν ἀνοίγεσθαι καὶ δέχεσθαι τὴν ἐκ τοῦ σώματος ὑγρότητα, ὅταν τὸ σῶμα διδῷ.
因为以这种方式进行,表明它们处于良好状态,以便张开并在身体提供水分时接收来自身体的水分。
Ὅταν δὲ πλεονάκις ἢ ἐλαττονάκις ἢ πεπλανημένως ἀφιῶσι, τοῦ ἄλλου σώματος μὴ συναιτίου ὄντος ἀλλ’ ὑγιαίνοντος, ἀνάγκη τοῦτο συμβαίνειν δι’ αὐτάς.
但是,当身体的其他部分并非共同原因而是健康的时候,如果它们排出得过于频繁、过于稀少或杂乱无章,这必然是由于子宫自身的原因。
Καὶ διὰ κωφότητα οὐκ ἀνοίγονται δ’ ἐν τοῖς καιροῖς, ὥστ’ ὀλίγα δέχονται, ἢ μᾶλλον ἐπισπῶνται τὸ ὑγρὸν διά τινα φλεγμασίαν αὐτῶν, ὥστε θεραπείας σημαίνουσι δεόμεναι, ὥσπερ καὶ ὀφθαλμοὶ καὶ κύστις καὶ κοιλία καὶ τἆλλα· πάντες γὰρ οἱ τόποι φλεγμαίνοντες ἕλκουσιν ὑγρότητα τοιαύτην, ἣ πέφυκεν ἐκκρίνεσθαι εἰς ἕκαστον τόπον, ἀλλ’ οὐ τοιαύτη ἢ τοσαύτη.
并且由于不活泼,它们在适当的时候不张开,以至于接收得很少,或者因为它们内部有某种炎症而过度吸取水分,从而表明它们需要治疗,就像眼睛、膀胱、胃及其他器官一样;因为所有部位在发炎时,都会吸取自然分泌到各个部位的此类水分,但其性质和数量却不同。