Humanitext Reader

亚里士多德 · 动物志 §9.41#2

蜂王特征与黄蜂的雌雄差异及习性

第 174 段,共 189 段 · 希腊语

内容简介

本节阐述蜂王的外形特征与行为、关于其是否有刺的争议,并说明黄蜂的雌雄辨别方法、生存环境、食性及与繁殖相关的特征。

§9.41#2Ἔστι δ’ ἡ μήτρα πλατὺ καὶ βαρύ, καὶ παχύτερον καὶ μεῖζον τοῦ σφηκός, καὶ πρὸς τὴν πτῆσιν διὰ τὸ βάρος οὐκ ἄγαν ἰσχυρόν· οὐδὲ δύνανται ἐπὶ τὸ πολὺ πέτεσθαι· διὸ καὶ κάθηνται ἐν τοῖς σφηκίοις ἀεί, συμπλάττουσαι καὶ διοικοῦσαι τὰ ἔνδον.
蜂王是扁平且沉重的,比普通黄蜂更粗也更大,由于体重原因,它们不太擅长飞行;它们也不能飞得很远;因此它们总是留在蜂巢里,共同建造并管理内部。
Ἐν δὲ τοῖς πλείστοις σφηκίοις ἔνεισιν αἱ μῆτραι καλούμεναι.
在大多数黄蜂巢里,都有所谓的蜂王在内。
Ἀμφισβητεῖται δὲ πότερον ἔγκεντροί εἰσιν ἢ ἄκεντροι· ἐοίκασι δ’, ὥσπερ οἱ τῶν μελιττῶν ἡγεμόνες, ἔχειν μέν, οὐκ ἐξιέναι δὲ οὐδὲ βάλλειν.
关于它们是有刺还是无刺,存有争议;但它们似乎和蜜蜂的领袖一样,虽然有刺,却不伸出也不蜇人。
Τῶν δὲ σφηκῶν οἱ μὲν ἄκεντροί εἰσιν ὥσπερ κηφῆνες, οἱ δ’ ἔχουσι κέντρον.
在黄蜂中,有些像雄蜂一样无刺,而另一些则有刺。
Εἰσὶ δ’ οἱ ἄκεντροι ἐλάττους καὶ ἀμενηνότεροι, καὶ οὐκ ἀμύνονται, οἱ δ’ ἔχοντες τὰ κέντρα μείζους καὶ ἄλκιμοι· καὶ καλοῦσι τούτους ἔνιοι μὲν ἄρρενας, τοὺς δ’ ἀκέντρους θηλείας.
无刺的较小且较弱,不进行自卫,而有刺的则较大且强悍;有些人称前者为雄性,而称无刺的为雌性。
Πρὸς δὲ τὸν χειμῶνα ἀποβάλλειν δοκοῦσι πολλοὶ τῶν ἐχόντων τὰ κέντρα· αὐτόπτῃ δ’ οὔπω ἐντετυχήκαμεν.
临近冬天时,许多有刺的黄蜂似乎会脱落它们的刺;但我们尚未遇到目击者。
Γίνονται δ’ οἱ σφῆκες μᾶλλον ἐν τοῖς αὐχμοῖς καὶ ἐν ταῖς χώραις ταῖς τραχείαις, γίνονται δ’ ὑπὸ γῆν, καὶ τὰ κηρία πλάττουσιν ἐκ φορυτοῦ καὶ γῆς, ἀπὸ μιᾶς ἀρχῆς ἕκαστον ὥσπερ ἀπὸ ῥίζης.
黄蜂多产生于干旱时期和荒凉地带,它们在地下产生,并用碎屑和泥土塑造蜂巢,每个蜂巢都从一个像根一样的起点开始。
Τροφῇ δὲ χρῶνται μὲν καὶ ἀπ’ ἀνθῶν τινῶν καὶ καρπῶν, τὴν δὲ πλείστην ἀπὸ ζῳοφαγίας.
它们以某些花朵和果实为食,但大部分食物来自食肉。
Ὠμμένοι δ’ εἰσὶν ὀχευόμενοι ἤδη καὶ τῶν ἄλλων τινές· εἰ δ’ ἄκεντροι ἄμφω ἢ κέντρα ἔχοντες, ἢ ὁ μὲν ὁ δ’ οὔ, οὔπω ὦπται.
而其他蜂中也有一些已被观察到在进行交配;但究竟是双方都无刺,还是都有刺,抑或是一方有刺而另一方没有,目前尚未被观察到。
Καὶ τῶν ἀγρίων ὀχευόμενοι ὠμμένοι, καὶ ὁ ἕτερος ἔχων κέντρον· περὶ θατέρου δ’ οὐκ ὤφθη.
在野生的黄蜂中也曾观察到交配现象,其中一方有刺,但关于另一方则未被看清。
Ὁ δὲ γόνος οὐ δοκεῖ ἐκ τοῦ τόκου γίνεσθαι, ἀλλ’ εὐθὺς μείζων εἶναι ἢ ὡς σφηκὸς τόκος.
其幼虫似乎并非通过产卵产生,而是从一开始就比普通的黄蜂卵要大。
Ἐὰν δὲ λάβῃ τις τῶν ποδῶν σφῆκα καὶ τοῖς πτεροῖς ἐᾷ βομβεῖν, προσπέτονται οἱ ἄκεντροι, οἱ δὲ τὰ κέντρα ἔχοντες οὐ προσπέτονται· ᾧ τινὲς τεκμηρίῳ χρῶνται ὡς τῶν μὲν ἀρρένων ὄντων τῶν δὲ θηλειῶν.
如果有人抓住黄蜂的脚,任其振翅发出嗡嗡声,无刺的黄蜂会飞过来,而有刺的则不会飞来;有些人以此作为证据,认为前者是雄性,后者是雌性。
Ἁλίσκονται δ’ ἐν τοῖς σπηλαίοις τοῦ χειμῶνος καὶ ἔχοντες ἔνιοι κέντρα καὶ οὐκ ἔχοντες.
在冬季的洞穴中,人们也能捕获到黄蜂,其中有些有刺,有些则没有。
Ἐργάζονται δ’ οἱ μὲν μικρὰ καὶ ὀλίγα σφηκία, οἱ δὲ πολλὰ καὶ μεγάλα.
有些黄蜂建造又小又少的蜂巢,而另一些则建造又多又大的蜂巢。
Αἱ δὲ μῆτραι καλούμεναι ἁλίσκονται τραπείσης τῆς ὥρας, αἱ πολλαὶ περὶ τὰς πτελέας· συλλέγουσι γὰρ τὰ γλίσχρα καὶ κομμιώδη.
所谓的蜂王在季节交替时会被捕获,大多数是在榆树周围;因为它们收集黏稠和胶状的物质。
Γεγένηται δέ που μητρῶν πλῆθος γενομένων τῷ ἔμπροσθεν ἔτει πολλῶν σφηκῶν καὶ ἐπομβρίας.
如果前一年有大量的黄蜂且多雨,那么有时会出现大量的蜂王。
Θηρεύονται δὲ περὶ τοὺς κρημνοὺς καὶ τὰ ῥήγματα τῆς γῆς τὰ εἰς ὀρθόν, καὶ πάντες φαίνονται ἔχοντες κέντρα.
人们在悬崖周围和地面的垂直裂缝中捕捉它们,而且它们似乎全都有刺。
Τὰ μὲν οὖν περὶ τοὺς σφῆκας τοῦτον ἔχει τὸν τρόπον,
因此,关于黄蜂的情况就是如此,

词汇与语法注释

  1. 9.41#2Ἔστι δ’ ἡ μήτρα πλατὺ καὶ βαρύ — 主语 ἡ μήτρα 为阴性单数,而谓语形容词 πλατὺ καὶ βαρύ 则采用中性单数。这是古典希腊语特有的表达方式,将主语视为一种概念、类别或抽象事物(“蜂王这种东西”)而非具体的单体。
  2. 9.41#2ᾧ τινὲς τεκμηρίῳ χρῶνται — 关系代词 ᾧ 指代前句所述的整个事实(即抓住黄蜂使其振翅时,无刺者飞来而有刺者不飞来),同格名词 τεκμηρίῳ 被吸收到关系从句中。其后的 ὡς 引导属格绝对结构(τῶν μὲν ἀρρένων ὄντων...),用以表示人们据此做出的判断或主张的具体内容。

引用这一段

亚里士多德, 动物志 §9.41#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:9.41%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。