Humanitext Reader

亚里士多德 · 动物志 §6.19

绵羊与山羊的繁殖生理及影响子代性状的因素

第 111 段,共 189 段 · 希腊语

内容简介

论述了绵羊和山羊的繁殖特性,包括妊娠期、寿命、领头羊的存在,以及水源、风向和亲代遗传(如公羊舌下血管)对子代性别和毛色的影响。

§6.19Τὰ δὲ πρόβατα κυΐσκεται μὲν ἐν τρισὶν ἢ τέτταρσιν ὀχείαις, ἂν δ’ ὕδωρ ἐπιγένηται μετὰ τὴν ὀχείαν, ἀνακυΐσκει· ὁμοίως δὲ καὶ αἱ αἶγες.
绵羊通常在三四次交尾后受孕,但如果交尾后下雨,它们会重新受孕;山羊也是如此。
Τίκτουσι δὲ τὰ μὲν πλεῖστα δύο, ἐνίοτε δὲ καὶ τρία ἢ τέτταρα.
它们大多产下两仔,有时甚至产下三仔或四仔。
Κύει δὲ πέντε μῆνας καὶ πρόβατον καὶ αἴξ· διὸ ἐν ἐνίοις τόποις, ὅσοι ἀλεεινοί εἰσι καὶ ἐν οἷς εὐημεροῦσι καὶ τροφὴν ἄφθονον ἔχουσι, δὶς τίκτουσιν.
绵羊和山羊都怀孕五个月;因此在一些温暖、气候适宜且有充足食物的地方,它们一年产仔两次。
Ζῇ δ’ αἲξ μὲν περὶ ἔτη ὀκτώ, πρόβατον δὲ δέκα, τὰ δὲ πλεῖστα ἐλάττω, πλὴν οἱ ἡγεμόνες τῶν προβάτων· οὗτοι δὲ καὶ πεντεκαίδεκα.
山羊大约活八年,绵羊大约活十年,但大多数活得更短,只有绵羊的领头羊例外;它们甚至能活十五年。
Ἐν ἑκάστῃ δὲ ποίμνῃ κατασκευάζουσιν ἡγεμόνα τῶν ἀρρένων, ὃς ὅταν ὀνόματι κληθῇ ὑπὸ τοῦ ποιμένος προηγεῖται· συνεθίζουσι δὲ τοῦτο δρᾶν ἐκ νέων.
在每个羊群中,人们会在公羊中培养一只领头羊,当它被牧羊人呼唤名字时,它就会领路;它们从小就被训练养成这种习惯。
Τὰ δὲ περὶ τὴν Αἰθιοπίαν πρόβατα ζῇ καὶ δώδεκα καὶ τριακαίδεκα ἔτη, καὶ αἶγες δὲ καὶ δέκα καὶ ἕνδεκα.
埃塞俄比亚一带的绵羊能活十二三年,山羊也能活十或十一年。
Ὀχεύει δὲ καὶ ὀχεύεται, ἕως ἂν ζῇ, καὶ πρόβατον καὶ αἴξ.
只要活着,绵羊和山羊就会一直进行交尾。
Διδυμοτοκοῦσι δὲ καὶ πρόβατα καὶ αἶγες διά τε εὐβοσίαν, καὶ ἐὰν ὁ κριὸς ἢ ὁ τράγος ᾖ διδυμοτόκος ἢ ἡ μήτηρ.
绵羊和山羊产双胞胎,一方面是因为牧草丰茂,另一方面是因为公绵羊或公山羊本身是双胞胎,或者母亲是双胞胎。
Θηλυγόνα δέ, τὰ δ’ ἀρρενογόνα γίνεται διά τε τὰ ὕδατα (ἔστι γὰρ τὰ μὲν θηλυγόνα τὰ δὲ ἀρρενογόνα) καὶ διὰ τὰς ὀχείας ὡσαύτως, καὶ βορείοις μὲν ὀχευόμενα ἀρρενοτοκεῖ μᾶλλον, νοτίοις δὲ θηλυτοκεῖ.
产雌仔还是产雄仔,一方面取决于水(因为有些水促产雌,有些促产雄),另一方面同样取决于交尾;在刮北风时交尾,较多产下雄仔,而在刮南风时交尾,则较多产下雌仔。
Μεταβάλλει δὲ καὶ τὰ θηλυτοκοῦντα καὶ ἀρρενοτοκεῖ· δεῖ δ’ ὁρᾶν ὀχευόμενα πρὸς βορέαν.
即使通常产雌仔的家畜也会改变而产下雄仔;这需要它们在交尾时面向北风。
Τὰ δ’ εἰωθότα πρωῒ ὀχεύεσθαι, ἐὰν ὀψὲ ὀχεύῃ τις, οὐχ ὑπομένουσι τοὺς κριούς.
习惯在清晨交尾的羊,如果人们让它们在很晚时交尾,它们就不会接受公羊。
Λευκὰ δὲ τὰ ἔκγονα γίνεται καὶ μέλανα, ἐὰν ὑπὸ τῇ τοῦ κριοῦ γλώττῃ λευκαὶ φλέβες ὦσιν ἢ μέλαιναι, λευκὰ μὲν ἐὰν λευκαί, μέλανα δ’ ἐὰν μέλαιναι· ἐὰν δ’ ἀμφότεραι, ἀμφότερα· πυρρὰ δ’ ἐὰν πυρραί.
产下的幼崽呈白色或黑色,取决于公羊舌头底下的血管是白色的还是黑色的:若是白色则产下白色幼崽,若是黑色则产下黑色幼崽;若是两者皆有,则呈斑驳;若是红色,则产下红褐色幼崽。
Τὰ δὲ τὸ ἁλυκὸν ὕδωρ πίνοντα πρότερον ὀχεύεται· δεῖ δ’ ἁλίζειν πρὶν τεκεῖν καὶ ἐπειδὰν τέκῃ, καὶ ἔαρος αὖθις.
饮用含盐之水的家畜较早进行交尾;因此在产仔前、产仔后以及春天,都应当给它们喂盐。
Αἰγῶν δ’ ἡγεμόνα οὐ καθιστᾶσιν οἱ νομεῖς διὰ τὸ μὴ μόνιμον εἶναι τὴν φύσιν αὐτῶν, ἀλλ’ ὀξεῖαν καὶ εὐκίνητον.
但牧人并不为山羊设立领头羊,因为它们的天性不稳定,而是急躁且易于动荡。
Τῶν δὲ προβάτων ἐὰν μὲν τὰ πρεσβύτερα ὁρμᾷ πρὸς τὴν ὀχείαν κατὰ τὴν τεταγμένην ὥραν, φασὶν οἱ ποιμένες σημεῖον εὐετηρίας εἶναι τοῖς προβάτοις, ἐὰν δὲ τὰ νεώτερα, κακοθηνεῖν τὰ πρόβατα.
在绵羊中,如果年长的羊在规定的季节强烈渴望交尾,牧羊人便说这是羊群兴旺的征兆,但如果是年轻的羊,则预示着羊群状况不佳。

词汇与语法注释

  1. §6.19ἀνακυΐσκει — 不及物动词,意为“重新受精”或“再次受胎”。这里描述了亚里士多德的独特观察:如果交尾后淋雨,初次交配即失效,它们必须重新交配才能再次受孕。
  2. §6.19δεῖ δ’ ὁρᾶν ὀχευόμενα πρὸς βορέαν — 不定式 `ὁρᾶν` 在此处作不及物动词使用,意为“朝向”或“面对”。中性复数分词 `ὀχευόμενα`(交尾中的羊只)充当 `ὁρᾶν` 语义上的主语,整句意为“交尾中的家畜必须面向北方”。
  3. §6.19ἐὰν δ’ ἀμφότεραι, ἀμφότερα — 高度省略的条件句。阴性复数的 `ἀμφότεραι` 指代前文的 `φλέβες`(血管),而中性复数的 `ἀμφότερα` 指代主句的主语 `τὰ ἔκγονα`(子代)。意为“如果两种(颜色的血管)都有,则产下两种(颜色兼具的)子代”。
  4. §6.19διά τε εὐβοσίαν, καὶ ἐὰν... — 表达原因的前置词短语(`διά` + 宾格)与表达条件的连词从句(`ἐὰν` + 虚拟语气)通过 `τε... καί...` 并列。尽管存在这种语法上的非对称性,两者在此处共同用以说明产下双胞胎的“原因”。

引用这一段

亚里士多德, 动物志 §6.19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:6.19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。