§6.11οἱ δὲ ἄρρενες περὶ τὸν χρόνον τῆς ὀχείας τοὺς πόρους ἔχουσι θοροῦ πλήρεις οὕτως ὥστε θλιβομένων ἔξω ῥεῖν τὸ σπέρμα λευκόν.
一方,雄鱼在交配时期,其排泄管内充满了精液,以至于当其被挤压时,白色的精液会流到外面。
Εἰσὶ δ’ οἱ πόροι δίκροοι, ἀπὸ τοῦ ὑποζώματος καὶ τῆς μεγάλης φλεβὸς ἔχοντες τὴν ἀρχήν.
这些管道是双叉分枝的,其起点源自横膈膜和大静脉。
Περὶ μὲν οὖν τὸν χρόνον τοῦτον ἤδη διάδηλοι πρὸς τὴν τῶν θηλειῶν ὑστέραν εἰσὶν οἱ πόροι τῶν ἀρρένων, ὅταν δὲ μὴ αὐτὴ ἡ ὥρα, ἧττον διάδηλοι τῷ μὴ συνήθει·
因此,在这个时期,雄鱼的管道与雌鱼的子宫相比已经非常明显,但若非此时期,对于不熟悉的人来说,就没那么容易辨认了。
πάμπαν γὰρ ἐν ἐνίοις καὶ ἐνίοτε ἄδηλοι γίνονται, ὥσπερ ἐλέχθη περὶ τῶν ὄρχεων ἐν τοῖς ὄρνισιν.
因为在某些个体中,以及在某些时候,它们会变得完全不可见,正如前文谈到鸟类的睾丸时所说的那样。
Ἔχουσι δὲ διαφορὰς καὶ ἄλλας μὲν πρὸς ἄλληλα οἵ τε θορικοὶ πόροι καὶ οἱ ὑστερικοί, καὶ ὅτι οἱ μὲν προσπεφύκασι τῇ ὀσφύϊ, οἱ δὲ τῶν θηλειῶν πόροι εὐκίνητοί εἰσι καὶ λεπτῷ ὑμένι προσειλημμένοι.
精液管和子宫管之间还有其他差异,那就是前者附着在腰部,而雌性的管道则易于活动,并由一层薄膜所连接。
Θεωρείσθωσαν δὲ καὶ οἱ τῶν ἀρρένων πόροι, ὡς ἔχουσιν, ἐκ τῶν ἐν ταῖς ἀνατομαῖς διαγεγραμμένων.
关于雄鱼管道的构造,应当从解剖图谱中所描绘的内容来进行观察。
Ἐπικυΐσκεται δὲ τὰ σελάχη, καὶ κύει τοὺς πλείστους μῆνας ἕξ.
软骨鱼类也会发生重复受孕,且在大多数情况下它们妊娠六个月。
Πλειστάκις δ’ ἀποτίκτει ὁ καλούμενος τῶν γαλεῶν ἀστερίας· ἀποτίκτει γὰρ δὶς τοῦ μηνός.
在被称为鲨类的鱼中,星鲨产仔最为频繁;因为它一个月产仔两次。
Ἄρχονται δ’ ὀχεύεσθαι μηνὸς Μαιμακτηριῶνος.
它们在迈马克特里翁月开始交配。
Οἱ δ’ ἄλλοι γαλεοὶ δὶς τίκτουσι, πλὴν τοῦ σκυλίου· οὗτος δ’ ἅπαξ τοῦ ἐνιαυτοῦ.
其他鲨类产仔两次,只有狗鲨例外;后者每年只产仔一次。
Τίκτουσι δὲ τὰ μὲν τοῦ ἔαρος αὐτῶν, ῥίνη δὲ καὶ τοῦ μετοπώρου πρὸς δύσιν Πλειάδος χειμερινὴν τὸ ὕστερον, τὸ δὲ πρῶτον τοῦ ἔαρος· εὐθηνεῖ δ’ αὐτῆς μάλιστα μὲν ὁ γόνος ὁ ὕστερος· αἱ δὲ νάρκαι περὶ τὸ φθινόπωρον.
它们中有的在春天产仔,而天使鲨第二次产仔在秋天、即冬季昴宿星团陨落之时,第一次则在春天;它的后一胎最能健康成长;而电鳐则在秋天左右产仔。
Ἐκτίκτει δὲ τὰ σελάχη πρὸς τὴν γῆν ἐκ τοῦ πελάγους καὶ τῶν βαθέων ἐπανιόντα διά τε τὴν ἀλέαν καὶ διὰ τὸ φοβεῖσθαι περὶ τῶν τέκνων.
软骨鱼类会从公海和深海返回,在靠近陆地的地方生产,这既是因为温暖,也是因为担心它们的后代。
Τῶν μὲν οὖν ἄλλων ἰχθύων παρὰ τὰς συγγενείας οὐθὲν ὦπται συνδυαζόμενον, ῥίνη δὲ δοκεῖ μόνη τοῦτο ποιεῖν καὶ βάτος· ἔστι γάρ τις ἰχθὺς ὃς καλεῖται ῥινόβατος· ἔχει γὰρ τὴν μὲν κεφαλὴν καὶ τὰ ἔμπροσθεν βάτου, τὰ δ’ ὄπισθεν ῥίνης, ὡς γινόμενος ἐξ ἀμφοτέρων τούτων.
在其他鱼类中,尚未观察到有与同类之外的物种进行交配的,但唯独天使鲨和鳐鱼似乎会这样做;因为有一种鱼被称为“鳐头沙丁鱼”(rhinobatos),它的头部和前半身像鳐鱼,而后半身像天使鲨,仿佛是由这两者共同产生的。
Οἱ μὲν οὖν γαλεοὶ καὶ οἱ γαλεοειδεῖς, οἷον ἀλώπηξ καὶ κύων, καὶ οἱ πλατεῖς ἰχθύες, νάρκη καὶ βάτος καὶ λειόβατος καὶ τρυγών, τὸν εἰρημένον τρόπον ζῳοτοκοῦσιν ᾠοτοκήσαντες,
总之,鲨类和鲨形鱼类(例如长尾鲨和狗鲨),以及扁平鱼类(如电鳐、鳐鱼、平滑鳐和鲼鱼),都以所述的方式,在先产卵后,再以胎生方式产下幼体。