Humanitext Reader

亚里士多德 · 动物志 §3.5-3.6

动物腱的结构与血液中纤维的性质

第 40 段,共 189 段 · 希腊语

内容简介

讨论了动物中腱的起始、结构、分布和物理性质,并解释了介于腱和血管之间的“纤维”的作用,以及它们在不同动物物种血液凝固中的功能差异。

§3.5Τὰ δὲ νεῦρα τοῖς ζῴοις ἔχει τόνδε τὸν τρόπον.
动物的腱情况如下。
Ἡ μὲν ἀρχὴ καὶ τούτων ἐστὶν ἐκ τῆς καρδίας· καὶ γὰρ ἐν αὑτῇ ἡ καρδία ἔχει νεῦρα ἐν τῇ μεγίστῃ κοιλίᾳ, καὶ ἡ καλουμένη ἀορτὴ νευρώδης ἐστὶ φλέψ, τὰ μὲν τελευταῖα καὶ παντελῶς αὐτῆς· ἄκοιλα γάρ ἐστι, καὶ τάσιν ἔχει τοιαύτην οἵαν περ τὰ νεῦρα, ᾗ τελευτᾷ πρὸς τὰς καμπὰς τῶν ὀστῶν.
它们的起始点也是在心脏;因为心脏本身在其最大的心腔内拥有腱,而所谓的动脉是一条呈腱状的血管,尤其是在它的末端且完全如此;因为它们是无腔的,并且在其终止于骨骼关节处,具有与腱相同的张力。
Οὐ μὴν ἀλλ’ οὐκ ἔστι συνεχὴς ἡ τῶν νεύρων φύσις ἀπὸ μιᾶς ἀρχῆς, ὥσπερ αἱ φλέβες.
然而,腱的构造并不像血管那样具有单一的连续起始。
Αἱ μὲν γὰρ φλέβες, ὥσπερ ἐν τοῖς γραφομένοις κανάβοις, τὸ τοῦ σώματος ἔχουσι σχῆμα παντὸς οὕτως ὥστ’ ἐν τοῖς σφόδρα λελεπτυσμένοις πάντα τὸν ὄγκον φαίνεσθαι πλήρη φλεβίων (γίνεται γὰρ ὁ αὐτὸς τόπος λεπτῶν μὲν ὄντων φλέβια, παχυνθέντων δὲ σάρκες), τὰ δὲ νεῦρα διεσπασμένα περὶ τὰ ἄρθρα καὶ τὰς τῶν ὀστῶν ἐστὶ κάμψεις.
因为血管就像绘出的骨架模型一样,勾勒出整个身体的轮廓,以至于在极度消瘦的人身上,整个身体的容积看起来都充满了细小的血管(因为相同的地方在变细时成为细血管,而变粗时则成为肌肉),而腱则是散布在关节和骨骼的屈曲处周围。
Εἰ δ’ ἦν συνεχὴς ἡ φύσις αὐτῶν, ἐν τοῖς λελεπτυσμένοις ἂν καταφανὴς ἐγίνετο ἡ συνέχεια πάντων.
如果它们的构造是连续的,那么在消瘦的人身上,所有腱的连续性就会变得显而易见。
Μέγιστα δὲ μέρη τῶν νεύρων τό τε περὶ τὸ μόριον τὸ τῆς ἅλσεως κύριον (καλεῖται δὲ τοῦτο ἰγνύα), καὶ ἕτερον νεῦρον διπτυχές, ὁ τένων, καὶ τὰ πρὸς τὴν ἰσχὺν βοηθητικά, ἐπίτονός τε καὶ ὠμιαία.
腱最大的一部分是围绕着主导跳跃的部位(这被称为膝窝),以及另一条双重的腱(即大腱),和协助力量的腱,即张力腱和肩腱。
Τὰ δ’ ἀνώνυμα περὶ τὴν τῶν ὀστῶν ἐστὶ κάμψιν· πάντα γὰρ τὰ ὀστᾶ, ὅσα ἁπτόμενα πρὸς ἄλληλα σύγκεινται, συνδέδενται νεύροις, καὶ περὶ πάντα ἐστὶ τὰ ὀστᾶ πλῆθος νεύρων.
无名腱则位于骨骼的屈曲处周围;因为所有互相接触而组合在一起的骨骼,都由腱连接着,并且在所有骨骼周围都有大量的腱。
Πλὴν ἐν τῇ κεφαλῇ οὐκ ἔστιν οὐδέν, ἀλλ’ αἱ ῥαφαὶ αὐταὶ τῶν ὀστῶν συνέχουσιν αὐτήν.
除了头部完全没有腱,而是骨骼自身的缝合线维持着头部。
Ἔστι δ’ ἡ τοῦ νεύρου φύσις σχιστὴ κατὰ μῆκος, κατὰ δὲ πλάτος ἄσχιστος καὶ τάσιν ἔχουσα πολλήν.
腱的性质在纵向上易于撕裂,而在横向上则不可撕裂,且具有极大的张力。
Ὑγρότης δὲ περὶ ταῦτα μυξώδης γίνεται, λευκὴ καὶ κολλώδης, ᾗ τρέφεται καὶ ἐξ ἧς γιγνόμενα φαίνεται.
在它们周围会产生一种白色的、具有粘性的黏液状水分,它们借此获得营养,并且似乎是从中产生的。
Ἡ μὲν οὖν φλὲψ δύναται πυροῦσθαι, νεῦρον δὲ πᾶν φθείρεται πυρωθέν· κἂν διακοπῇ, οὐ συμφύεται πάλιν.
血管可以被烧灼,但所有的腱一旦被烧灼就会被毁坏;如果被切断,它就不能再次愈合。
Οὐ λαμβάνει δ’ οὐδὲ νάρκη, ὅπου μὴ νεῦρόν ἐστι τοῦ σώματος.
在身体中没有腱的地方,也不会产生麻痹。
Πλεῖστα δ’ ἐστὶ νεῦρα περὶ τοὺς πόδας καὶ τὰς χεῖρας καὶ πλευρὰς καὶ ὠμοπλάτας καὶ περὶ τὸν αὐχένα καὶ τοὺς βραχίονας.
在足部、手部、肋骨、肩胛骨、颈部和手臂周围,腱最多。
Ἔχει δὲ νεῦρα πάντα ὅσα ἔχει αἷμα· ἀλλ’ ἐν οἷς μή εἰσι καμπαὶ ἀλλ’ ἄποδα καὶ ἄχειρά ἐστι, λεπτὰ καὶ ἄδηλα· διὸ τῶν ἰχθύων μάλιστά ἐστι δῆλα πρὸς τοῖς πτερυγίοις.
所有有血动物都拥有腱;但在没有关节、无足无手的动物中,它们细小且不明显;因此在鱼类中,它们在鳍附近最为明显。
§3.6Αἱ δὲ ἶνές εἰσι μεταξὺ νεύρου καὶ φλεβός.
纤维是介于腱和血管之间的东西。
Ἔνιαι δ’ αὐτῶν ἔχουσιν ὑγρότητα τὴν τοῦ ἰχῶρος, καὶ διέχουσιν ἀπό τε τῶν νεύρων πρὸς τὰς φλέβας καὶ ἀπ’ ἐκείνων πρὸς τὰ νεῦρα.
其中一些含有浆液的水分,从腱延伸到血管,并从血管延伸到腱。
Εστι δὲ καὶ ἄλλο γένος ἰνῶν, ὃ γίνεται μὲν ἐν αἵματι, οὐκ ἐν ἅπαντος δὲ ζῴου αἵματι· ὧν ἐξαιρουμένων ἐκ τοῦ αἵματος οὐ πήγνυται τὸ αἷμα, ἐὰν δὲ μὴ ἐξαιρεθῶσι, πήγνυται.
还有另一种纤维,产生于血液中,但并非存在于所有动物的血液中;如果将它们从血液中取出,血液就不会凝固,但如果不取出,血液就会凝固。
Ἐν μὲν οὖν τῷ τῶν πλείστων αἵματι ζῴων ἔνεισιν, ἐν δὲ τῷ τῆς ἐλάφου καὶ προκὸς καὶ βουβαλίδος καὶ ἄλλων τινῶν οὐκ ἔνεισιν ἶνες· διὸ καὶ οὐ πήγνυται αὐτῶν τὸ αἷμα ὁμοίως τοῖς ἄλλοις, ἀλλὰ τὸ μὲν τῶν ἐλάφων παραπλησίως τῷ τῶν δασυπόδων (ἔστι δ’ ἀμφοτέρων αὐτῶν ἡ πῆξις οὐ στιφρά, καθάπερ ἡ τῶν ἄλλων, ἀλλὰ πλαδῶσα, καθάπερ ἡ τοῦ γάλακτος, ἄν τις εἰς αὐτὸ τὸ πῆγμα μὴ ἐμβάλλῃ), τὸ δὲ τῆς βουβαλίδος πήγνυται μᾶλλον· παραπλησίως γὰρ συνίσταται ἢ μικρῷ ἧττον τοῦ τῶν προβάτων.
在大多数动物的血液中都含有这种纤维,但在马鹿、狍子、狷羚和某些其他动物的血液中则没有纤维;因此它们的血液不会像其他动物那样凝固,马鹿的血液与野兔的血液非常相似(两者的凝固都不结实,不像其他动物,而是呈水汪汪的,就像不加入凝乳酶时的牛奶),而狷羚的血液则凝固得更厉害;因为它的凝固情况与绵羊的血液相似,或仅稍微差一点。
Περὶ μὲν οὖν φλεβὸς καὶ νεύρου καὶ ἰνὸς τοῦτον ἔχει τὸν τρόπον.
关于血管、腱和纤维,情况就是如此。

词汇与语法注释

  1. §3.5τὰ μὲν τελευταῖα καὶ παντελῶς αὐτῆς — τὰ τελευταῖα 是关系宾格(限定宾格),限定了大动脉的哪些部分完全是腱状的(νευρώδης)。αὐτῆς 是指代大动脉的属格。
  2. §3.5λεπτῶν μὲν ὄντων φλέβια, παχυνθέντων δὲ σάρκες — λεπτῶν ὄντων 和 παχυνθέντων 是属格独立分词结构,省略的逻辑主语(从上下文看为“血管”或“身体部位”)描述了变细或变粗时的状况或条件。
  3. §3.5Οὐ λαμβάνει δ’ οὐδὲ νάρκη — νάρκη(麻痹)是 λαμβάνει 的主语,该动词在此处不及物地表示“(麻痹)发生”或“侵袭”。虽然也可以解释为“身体(在没有腱的地方)不承受麻痹”,但将 νάρκη 作为主语更为自然。
  4. §3.6ἄν τις εἰς αὐτὸ τὸ πῆγμα μὴ ἐμβάλλῃ — πῆγμα 在此上下文中意为“凝固剂(凝乳酶)”。εἰς αὐτό 指代前文的“牛奶(γάλακτος)”,构成一个假设条件句:“如果不把凝乳酶放入牛奶本身之中”。

引用这一段

亚里士多德, 动物志 §3.5-3.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:3.5-3.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。