§10.6Φανερὰ δὲ τὰ ζῷά ἐστιν, ὅταν ὀχευθῆναι δέηται.
当动物需要交配时,这是显而易见的。
Διώκει γὰρ τὰ ἄρρενα, οἷον αἱ ἀλεκτορίδες διώκουσι καὶ ὑφιζάνουσιν αὐταί, ἐὰν μὴ ὀργᾷ ὁ ἄρρην.
因为它们会追逐雄性,例如母鸡会追逐雄鸡,如果雄鸡没有欲情,它们自己就会屈伏在雄鸡之下。
Τοῦτο δὲ ποιεῖ καὶ ἄλλα ζῷα.
其他动物也这样做。
Εἰ δὴ ταὐτὰ πάθη πᾶσι τοῖς ζῴοις φαίνεται ὄντα περὶ τὴν συνουσίαν, δῆλον ὅτι καὶ τὰ αἴτια συμβαίνοντα.
如果确实所有动物在交合方面都显现出相同的状况,那么显然其原因也是相一致的。
Ἀλλὰ μὴν ἥ γε ὄρνις οὐ μόνον τοῦ λαβεῖν ἐπιθυμίαν ἔχει, ἀλλὰ καὶ τοῦ προέσθαι.
而且,母鸡不仅有接受的欲望,也有排出的欲望。
Σημεῖον δὲ τούτου· ἐὰν γὰρ μὴ παρῇ ὁ ἄρρην, πίπτει ὑπ’ αὐτὴν καὶ ἔγκυος γίγνεται καὶ τίκτει ὑπηνέμια, ὡς ἐπιθυμοῦσα καὶ τοῦ ἀφεῖναι τότε, καὶ ἀφεῖσα, ὅταν καὶ τῷ ἄρρενι ἀνὴρ συνῇ.
这方面的迹象是:如果雄鸡不在,它就会缩在自己身下而受孕,并产下无精蛋,这表明它当时渴望排放,并且排出了,正如女人与男人合交时,它与雄鸡合交时也是如此。
Ποιεῖ δὲ τοῦτο καὶ τἆλλα, ἐπειδὴ καὶ τῶν ᾀδουσῶν ἀκρίδων ἤδη τις ἐπειράθη τρέφουσα, ἔτι ἁπαλὰς λαβοῦσα· καὶ ἐγένοντο αὐτόματοι ἔγκυοι.
其他动物也这样做,因为已经有人通过饲养鸣叫的蝗虫进行了尝试,在它们还很娇嫩时捕来饲养,结果它们自然而然地受孕了。
Ἐκ δὴ τούτων δῆλον ὅτι συμβάλλεται εἰς τὸ σπέρμα πᾶν τὸ θῆλυ, εἴ γε καὶ ἐφ’ ἑνὸς γένους φαίνεται τοῦτο γιγνόμενον.
由此可见,所有的雌性都对精液有所贡献,因为即使在某一个属中也显现出这种情况的发生。
Οὐδὲν γὰρ διαφέρει τὸ ζῷον τὸ ὑπηνέμιον τούτου, ἀλλὰ τῷ μὴ γεννᾶν ζῷον.
因为无精蛋所产出的动物与这种并无二致,只是不能生育出完整的动物。
Τοῦτο δ’ ὅτι καὶ παρ’ ἀμφοῖν ἦλθεν.
而这是因为它来自双方。
Διὸ οὐδὲ τὰ ἀπὸ τοῦ ἄρρενος ἅπαντα γόνιμα φαίνεται, ἀλλ’ ἔνια ἄγονα, ὅταν μὴ ἐξ ἀμφοῖν ὡς δεῖ συναρμοσθῇ.
因此,并非所有来自雄性的东西都显现出具有生育能力,有些是无生育能力的,如果不能从双方适当地结合在一起。
Ἔτι γυναῖκες ἐξονειρώττουσι, καὶ ταύταις γίνεται, ὡς ὅταν συγγένωνται ἀνδρί, ταὐτὰ παθήματα μετὰ τὸν ὀνειρωγμόν, διάλυσις καὶ ἀδυναμία.
此外,女性也会梦遗,而且她们在梦遗之后,会产生与她们与男人合交时相同的状况,即虚脱与无力。
Δῆλον τοίνυν, εἰ ἐν τῷ ἐξονειρωγμῷ φαίνονται προϊέμεναι, καὶ τότε συμβάλλονται, ὅτι μετὰ τοὺς ἐξονειρωγμοὺς ὁ αὐτὸς τόπος ἀφυγραίνεται, καὶ θεραπείας δέονται τῆς αὐτῆς αὐταὶ ὑφ’ αὑτῶν, ὥσπερ ὅταν συγγένωνται ἀνδρί.
因此显然,如果她们在梦遗中显现出有所排出,并且在那是作出了贡献,那么在梦遗之后,相同的部位会变得潮湿,她们自己需要对自己进行相同的调理,正如她们与男人合交时一样。
Ὥστε φανερὸν ὅτι παρ’ ἀμφοῖν γίνεται πρόεσις τοῦ σπέρματος, εἰ μέλλει γόνιμον ἔσεσθαι.
所以显而易见,如果精液要具有生育能力,精液的排出必须来自双方。
Προΐενται δ’ οὐκ εἰς αὑτὰς αἱ ὑστέραι, ἀλλ’ ἔξω, οὗ καὶ ὁ ἀνήρ· εἶτ’ ἐκεῖθεν ἕλκει εἰς αὐτάς· ὧν τὰ μὲν γεννᾷ ἀφ’ αὑτῶν τὰ θήλεα, οἷον ὄρνις τὰ ὑπηνέμια, τὰ δ’ οὐθέν, οἷον ἵπποι καὶ πρόβατα.
而且子宫并不是排出到自身内部,而是排出到外部,即男子也排出的地方;然后子宫从那里将它吸入到自身内部;在这些动物中,有些雌性会由自身生育(如鸟类产下无精蛋),而另一些则什么也生不出来(如马和羊)。
Ἢ ὅτι ἡ μὲν ὄρνις εἰς τὴν ὑστέραν προΐεται, καὶ οὐκ ἔστιν ἔξω τόπος εἰς ὃν ἀφίησιν, οὐδὲ ὁ ἄρρην· διὸ ἐὰν μὴ τύχῃ ὀχεύων, εἰς τὴν γῆν ἐκχεῖ· τοῖς δὲ τετράποσιν ἔστιν ἔξω τόπος ἄλλος, εἰς ὃν καὶ τὸ θῆλυ προΐεται καὶ τὸ ἄρρεν· ὅπερ τοῖς μὲν ἄλλοις μετὰ τῶν ἄλλων ὑγρῶν συγχεῖται, καὶ οὐ συνίσταται ἐν τῇ ὑστέρᾳ διὰ τὸ μὴ εἰσιέναι, ταῖς δ’ ὄρνισι λαβοῦσα ἡ ὑστέρα συμπέττει καὶ σῶμά τι ὄμοιον τἆλλα, πλὴν οὐ ζῷον· διὸ δεῖ ἐξ ἀμφοῖν τὸ ζῷον εἶναι.
或者是由于鸟类排出到子宫中,并没有它所排放的外部场所,雄鸟也是如此(因此,如果雄鸟不进行交配,它就会将其排泄到地上);而对于四足动物,则有另一个外部场所,雌性和雄性都排放到其中;在其他动物中,这与其他液体混合在一起,因为没有进入子宫而在子宫内不凝固,但在鸟类中,子宫接收后将其熟化,并产生一个在其他方面相似的物体,只是它不是完整的动物;因此,要产生动物必须来自双方。