Humanitext Reader

亚里士多德 · 动物志 §10.7

臼瘤的成因与触诊鉴别诊断

第 189 段,共 189 段 · 希腊语

内容简介

作者对女性梦遗时保持干燥的说法提出异议,讨论了“臼瘤”(假孕)的成因与特征,并阐述了如何通过触诊将其与其他腹部肿胀进行鉴别诊断。

§10.7Ἔστι δ’ ἐνστῆναι εἰ ἀληθῆ λέγουσι φάσκουσαι, ὅταν ἐξονειρώττωσι, ξηραὶ ἀνίστασθαι.
然而,对于女性在梦遗时声称自己是在干燥的状态下起床的说法,我们是可以提出异议的。
Δῆλον γὰρ ὅτι ἕλκει ἡ ὑστέρα ἄνωθεν, ὥστε διὰ τί οὐ γεννᾷ αὐτὰ καθ’ αὐτὰ τὰ θήλεα, ἐπείπερ καὶ μιχθὲν ἕλκει τὸ τοῦ ἄρρενος;
因为显然子宫是从上方吸入的;那么,既然它在混合时连雄性的东西也能吸入,为什么雌性不能单凭自身进行生育呢?
Διὰ τί οὐχὶ καὶ αἱ αἶγες τὸ αὑτῆς ἕλκει, ὅπερ εἰς τὸ ἔξω διατείνει;
为什么母山羊也不吸入它们自己的、延伸到外部的东西呢?
αἷς γίνεται τοῦτο τὸ πάθος κυούσαις ἔτη πολλά.
对它们来说,这种状况在它们怀孕多年时也会发生。
Τίκτουσι γὰρ ὃ καλοῦσι μύλην, οἷον συνέβη τινὶ γυναικί.
因为它们会产下被称为“臼瘤”的东西,正如发生在某位妇女身上的情况一样。
Συγγενομένης τῷ ἀνδρὶ καὶ δοξάσης συλλαβεῖν ὅ τ’ ὄγκος ηὐξάνετο τῆς ὑστέρας καὶ τἆλλα ἐγίγνετο τὸ πρῶτον κατὰ λόγον.
当她与丈夫合交并以为自己受孕时,子宫的肿胀增加了,其他事情起初也是按常理发生的。
Ἐπεὶ δ’ ὁ χρόνος ἦν τοῦ τόκου, οὔτε ἔτικτεν οὔτε ὁ ὄγκος ἐλάττων ἐγίγνετο, ἀλλ’ ἔτη τρία ἢ τέτταρα οὕτω διετέλεσεν, ἕως δυσεντερίας γενομένης καὶ κινδυνευσάσης αὐτῆς ἔτεκε σάρκα εὐμεγέθη, ἣν καλοῦσι μύλην.
但是,当到了生产的时候,她既没有生产,肿胀也没有变小,而是这样持续了三年或四年,直到她患上痢疾并处于危险之中时,她产下了一大块肉,他们称之为“臼瘤”。
Ἐνίαις δὲ καὶ συγκαταγηράσκει τὸ πάθος καὶ συναποθνήσκει.
对某些女性来说,这种病症会与她们一同变老,并与之共同消亡。
Πότερον δὲ διὰ θερμότητα γίνεται τὸ πάθος τοῦτο, ὅταν τύχῃ ἡ ὑστέρα θερμὴ καὶ ξηρὰ οὖσα καὶ διὰ ταῦτα σπαστικὴ πρὸς αὑτήν, καὶ οὕτως ὥστ’ ἔστιν ἀνελέσθαι καὶ φυλάξαι πρὸς αὑτήν;
这种病症究竟是因为热而发生的(当子宫恰好又热又干,并因此对自身产生痉挛性吸引力,从而能够将其接纳并保持在自身内部),还是别的缘故?
Οὕτω γὰρ ἐχούσαις, ἐὰν μὴ μεμιγμένον ἐστὶ τὸ ἀπ’ ἀμφοῖν, ἀλλ’ ὥσπερ τὸ ὑπηνέμιον ἐνδέξαιτο ἀπὸ θατέρου, τότε γίνεται ἡ καλουμένη μύλη, οὔτε ζῷον, διὰ τὸ μὴ παρ’ ἀμφοῖν, οὔτε ἄψυχον, διὰ τὸ ἔμψυχον ληφθὲν εἶναι, ὥσπερ τὰ ὑπηνέμια.
因为对于处于这种状态的雌性来说,如果来自双方的东西没有混合,而是像无精蛋那样仅从其中一方接纳了,那么就会产生所谓的“臼瘤”,它既不是动物(因为不来自双方),也不是无生命物(因为作为有生命物被接纳,就像无精蛋一样)。
Πολὺν δὲ χρόνον ἐμμένει διά τε τὴν τῆς ὑστέρας διάθεσιν, καὶ διότι ἡ μὲν ὄρνις πολλὰ εἰς αὑτὴν τίκτουσα, ὑπὸ τούτων γινομένης τῆς ὑστέρας, προσάγει καὶ τίκτει· καὶ ὅταν ἅπαξ οἰχθῇ, καὶ τὸ τελευταῖον ἐξέρχεται.
它留存很长时间,既是因为子宫的状态,也是因为鸟类在自身内部产下许多蛋,子宫受到这些蛋的影响而将其拉近并产出;而且一旦子宫口打开,最后一个也会排出来。
Οὐ γάρ ἐστι τὸ εἶργον, ἀλλὰ κατὰ σῶμα προετικὸν γενόμενον, ὅτε ἐπληροῦτο οὐκέτι τὴν ὑστέραν ποιεῖ ἀντισπαστικήν.
因为并没有阻碍它的东西,而是身体变得倾向于排出,当子宫被充满时,它不再使子宫产生相反方向的痉挛。
Ὅσα δὲ ζῳοφορεῖ, διὰ τὸ μεταβάλλειν τὴν δύναμιν αὐξανομένου καὶ ἄλλοτε ἀλλοίας δεῖσθαι τροφῆς, ἐπιφλεγμαίνουσά τι ἡ ὑστέρα ποιεῖ ταὐτὸν τόκον.
但在胎生动物中,因为其能力随着胚胎的生长而发生变化,且在不同时间需要不同的营养,子宫发生某种程度的炎症,从而引起相同的分娩。
Ἡ δὲ σάρξ, διὰ τὸ μὴ ζῷον εἶναι, ἀεὶ τῶν ὁμαλῶν.
但该肉块因为不是动物,所以始终是均一的。
Δεῖ γὰρ ὃ βαρύνει τὴν ὑστέραν οὐδὲν οἴει φλεγμαίνειν.
因为必须设想,使子宫负重的东西并不会引起任何炎症。
Ὡς ἐνίαις γε καὶ συναποθνήσκει τὸ πάθος, ἐὰν μὴ δι’ εὐτύχημα ἀσθενήματος συμβῇ, οἷον τῇ ληφθείσῃ ὑπὸ τῆς δυσεντερίας.
因此,对某些人来说,这种病症确实会随其消亡,除非由于某种疾病的幸运巧合而发生,例如那个患上痢疾的妇女。
Πότερον δ’ ὥσπερ εἴρηται, διὰ θερμότητα γίνεται τὸ πάθος ἢ μᾶλλον δι’ ὑγρότητα, ὅτι καὶ ἔστι τὸ πλήρωμα οἷον μύει, ἢ ὅταν μὴ οὕτως ᾖ ψυχρὰ ἡ ὑστέρα ὥστε ἀφεῖναι, μηδ’ οὕτω θερμὴ ὥστε πέψαι;
这种病症究竟是如前所述因为热而产生,还是更多地因为湿气(因为其充盈物就像肌肉一样),或者是当子宫没有冷到可以排放,也没有热到可以熟化的时候?
Διὸ καὶ χρόνιον τὸ πάθος, ὥσπερ καὶ τὰ ἐν ἑψήσει πολὺν χρόνον διαμένει.
因此该病症是慢性的,正如煎煮中的东西会存留很长时间一样。
Τὰ δ’ ἑψόμενα πέρας ἔχει καὶ ταχυτῆτα.
而被煎煮的东西有其限度和速度。
Αἱ δὲ τοιαῦται ὑστέραι ἀκρόταται οὖσαι τὸν χρόνον ποιοῦσι πολύν.
但这种处于极端状态的子宫会使时间变得很长。
Ἔτι δὲ τὸ μὴ ζῷον εἶναι μὴ κινούμενον οὐ ποιεῖ τὴν ὠδῖνα· ἡ γὰρ κίνησις τῶν συνδέσμων ὠδίς ἐστιν, ἣν διὰ τὸ ζῆν προΐεσθαι τὸ ἔμβρυον.
此外,它不是动物且不运动,因而不会引起阵痛;因为韧带的运动就是阵痛,而胚胎因其存活而促使其排出。
Καὶ ἡ σκληρότης δ’ ἡ γιγνομένη τοῦ πράγματος κωλύσεως ἔργον ἐστίν.
而该物体中产生的硬度是阻碍作用的结果。
Οὕτω γὰρ γίνεται σκληρὸν ὥστε πελέκει οὐ δύνανται διακόπτειν.
因为它变得如此坚硬,以至于用斧头都无法劈开。
Τὰ μὲν οὖν ἑφθὰ καὶ πάντα τὰ πεπεμμένα μαλακὰ γίγνεται, τὰ δ’ ἀπολελυμένα ἄπεπτα καὶ σκληρά.
因此,煮过的和所有熟化的东西都会变软,而分离出来的、未熟化的东西则会变硬。
Ὅτι πολλοὶ ἰατροὶ ἀγνοοῦντες δι’ ὁμοιότητα μύλας εἶναι τὸ πάθος λέγουσιν, ἂν μόνον ἴδωσι τάς τε κοιλίας ἐπαιρομένας ἄνευ ὕδρωπος καὶ τῶν ἐπιμηνίων σχέσιν, ὅταν χρονίζῃ τοῦτο τὸ πάθος.
现在许多医生由于无知,一旦看到腹部在没有腹水的情况下膨胀以及月经滞留,当这种病症拖延时,就会因为相似性而说这种病症是臼瘤。
Τὸ δ’ οὐκ ἔστιν, ἀλλ’ ὀλιγάκις γίνονται αἱ γιγνόμεναι μύλαι.
但事实并非如此,真正发生的臼瘤是罕见的。
Ἄλλοτε μὲν σύρρους γίνεται ψυχρῶν καὶ ὑγρῶν περιττωμάτων καὶ ὑδαρῶν, ἄλλοτε δὲ παχυτέρων, εἰς τὸν περὶ τὴν κοιλίαν τόπον, ἐὰν τὴν φύσιν τοιαῦτα ᾖ ἢ τὴν ἕξιν.
有时,冷、湿且呈水样的余剩物会流入腹部周围的区域,有时则是较稠的余剩物流入,如果它们的本性或体质是这一类的话。
Ταῦτα γὰρ οὔτε ὀδυνηρὰν παρέχει οὔτε θερμότητα διὰ ψυχρότητα.
因为由于寒冷,这些既不会带来疼痛,也不会带来热量。
Αὔξησιν δὲ λαβόντα τὰ μὲν μείζω τὰ δ’ ἐλάττω, οὐδεμίαν ἄλλην ἐπισπῶνται νόσον παρ’ ἑαυτά, ἀλλ’ ὥσπερ πήρωμά τι ἡσυχάζει.
而当它们增大(有的较大,有的较小)时,除了自身之外,它们不会引来任何其他疾病,而是像某种残疾一样静止不动。
Ἡ δ’ ἀπόλειψις τῶν καταμηνίων γίνεται διὰ τὸ δεῦρο καταναλίσκεσθαι τὰ περιττώματα, ὥσπερ καὶ ὅταν θηλάζωνται· καὶ γὰρ ταύταις ἢ οὐ γίνεται ἢ ὀλίγα.
而月经的停止之所以发生,是因为余剩物在这里被消耗掉了,正如在哺乳时一样;因为对哺乳期的女性来说,月经要么不发生,要么很少。
Ἔστι δ’ ὅτε καὶ εἰς τὸν μεταξὺ τόπον τῆς ὑστέρας καὶ τῆς κοιλίας συρρέον ἐκ τῆς σαρκὸς δοκεῖ μύλη εἶναι, οὐκ οὖσα.
有时,从肉中流入子宫与腹部之间区域的东西看起来像是臼瘤,但其实不是。
Ἔστι δ’ οὐ χαλεπὸν γνῶναι, ἂν μύλη θιγγάνουσα ᾖ τῆς ὑστέρας.
然而,如果触诊子宫,要得知是否为臼瘤并不困难。
Ἐὰν γὰρ ᾖ εὐσταλὴς καὶ μὴ ἔχουσα αὔξησιν, δῆλον ὅτι οὐκ ἐν ἐκείνῃ τὸ πάθος.
因为如果子宫紧缩且没有增大,显然病症不在其中。
Ἐὰν δὲ τοιαύτη ᾖ οἷον ὅτε παιδίον ἔχει μύλην, θερμή τε καὶ ψυχρὰ καὶ ξηρὰ ἔσται διὰ τὸ εἴσω τετράφθαι τὰ ὑγρά, καὶ τὸ στόμα τοιαύτη οἷον ὅταν κύωσιν.
但如果它是像怀有臼瘤而非孩子时的那种状态,由于液体转回内部,它就会表现为又热、又冷、又干燥,且子宫口的状态就像她们怀孕时一样。
Ἐὰν δέ τι ἄλλο ᾖ ὁ ὄγκος, ἔσται ψυχρὰ θιγγανομένη καὶ οὐ ξηρά, καὶ ἀεὶ τὸ στόμα ὅμοιον.
但如果该肿胀是其他东西,触诊时它会是冷的且不干燥,子宫口也始终如常。

词汇与语法注释

  1. §10.7Ἔστι δ’ ἐνστῆναι — 非人称动词 `ἔστι`(可能)与动词 `ἐνίστημι` 的第二不定过去时不定式 `ενστῆναι`(反对、提出异议)相结合,意为“(对女性的断言)提出异议是可能的”。
  2. ¦p.381¦μύλην — 古希腊医学术语,相当于英语的 “uterine mole”(臼瘤/胎块),指子宫内产生的肉质肿块或类似假孕的异常增殖物。
  3. ¦p.383¦μύλη θιγγάνουσα ᾖ τῆς ὑστέρας — 现在分词 `θιγγάνουσα`(触摸、触诊)支配属格 `τῆς ὑστέρας`。描述了古代通过触诊子宫来确定是否存在臼瘤的医学诊断行为。

引用这一段

亚里士多德, 动物志 §10.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:10.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。