§10.5Τοῦ μὲν οὖν εἶναι τὰ τοῦ ἀνδρὸς αἴτια ἔστι μὲν καὶ ἄλλα σημεῖα λαβεῖν· ἃ δὲ ῥᾴω μάλιστ’ ἂν φαίνοιτο, πρὸς ἄλλας πλησιάζων καὶ γεννῶν.
的确,关于原因在男子一方,也可以找到其他迹象;而最容易显现出来的,则是他与其他女性合交并生育。
Τὸ δὲ πρὸς ἀλλήλους μὴ συνδρόμως ἔχειν, πάντων τῶν εἰρημένων ὑπαρξάντων οὐ γεννῶσιν.
至于彼此之间不相协调,即使上述所有条件都具备,他们也无法生育。
Δηλοῖ γὰρ ὅτι τοῦτο αἴτιον μόνον.
因为这表明只有这一点是原因。
Εἴπερ γὰρ καὶ ἡ γυνὴ συμβάλλεται εἰς τὸ σπέρμα καὶ τὴν γένεσιν, δῆλον ὅτι δεῖ ἰσοδρομῆσαι παρ’ ἀμφοῖν.
因为如果女性确实也对精液和生育有所贡献,那么显然双方必须同时排出。
Ἐὰν οὖν ὁ μὲν ταχὺ ἐκποιήσῃ ἡ δὲ μόλις (τὰ γὰρ πολλὰ αἱ γυναῖκες βραδύτεραι), τοῦτο κωλύει· διὸ καὶ συζευγνύμενοι γεννῶσι μετ’ ἀλλήλων· οὐ γεννῶντες δέ, ὅταν ἐντύχωσιν ἰσοδρομοῦσι πρὸς τὴν συνουσίαν.
因此,如果一方快速排出而另一方艰难地排出(因为在大多数情况下女性较慢),这就会起到阻碍作用;所以,当结合在一起时,他们能相互生育;而那些原本不生育的人,当遇到在交合中能同时排出的人时,也会生育。
Εἰ γὰρ ἡ μὲν ὀργῶσα καὶ παρεσκευασμένη εἴη καὶ ἐννοίας ἔχουσα ἐπιτηδείας, ὁ δὲ προλελυπημένος καὶ κατεψυγμένος, ἀνάγκη τότε ἰσοδρομῆσαι αὐτοὺς ἀλλήλοις.
因为如果女方欲火炽盛、准备就绪且怀有适宜的想法,而男方已然疲惫且冷却,那么那时他们就必须彼此配合好节奏。
Ἔτι δ’ ἐνίοτε γυναιξὶ καὶ ἐξονειρωξάσαις καὶ ἀνδράσιν ἀφροδισιάσασι συμβαίνει εὐρωστοτέροις εἶναι, μὴ ἰσχύϊ ἀλλ’ ὑγιείᾳ.
此外,有时曾梦遗的女性和进行过性交的男性,会显得更加强健,这不是指体力上,而是指健康上。
Γίνεται δὲ τοῦτο, ὅταν πολὺ τὸ σπέρμα ᾖ ἠθροισμένον ἐπὶ τὸν τόπον ὅθεν προΐενται.
这种情况发生在,当有大量精液积聚在他们排放的部位时。
Ἐὰν οὖν τότε ἀπέλθῃ, οὐδὲν ἀσθενέστεραι γίνονται· οὐ γὰρ ἀεὶ ἐκλύονται ἀπελθόντων, ὅταν ἱκανὰ ᾖ τὰ λειπόμενα· οὐδ’ ἂν εἰ ἐκεῖνα ἄχρηστα ᾖ ἅμα καὶ ῥᾴω, οἷον πλησμονῆς ἀπαλλαγέντα· διὸ οὐκ ἰσχύϊ εὐρωστότεραι ἀλλὰ κουφότητι γίνονται.
因此,如果那时它被排出,她们并不会变得更加虚弱;因为当残留物充足时,即使排出了,她们也并不总是会感到虚弱;即使排出的那些东西是无用的,同时也会感到更轻松,就像摆脱了充盈状态一样;因此,她们变得更加强健,不是因为体力,而是因为身体轻盈。
Ἀλλ’ ὅταν ἀπὸ τοσούτων ἐπίῃ ὧν τὸ σῶμα δεῖται, τότε ἀσθενεστέρας ποιεῖ.
可是,如果排出的是身体所需要的那种分量,那么那时就会使她们变得虚弱。
Παύεται δὲ ταχύ, ἂν ἄλλως τις ὑγιάνῃ τὸ σῶμα καὶ ἐν ἡλικίᾳ ᾖ, ἣ ταχὺ σπερμοποιεῖ· τῶν γὰρ αὐξανομένων τοῦτ’ ἐστὶ ταχὺ καὶ τῶν αὐξητῶν.
如果女方在其他方面身体健康,且处于能快速产生精液的年龄,这种虚弱很快就会停止;因为这在正在成长和已经成长的人中是快速的。
Καὶ λανθάνουσι τότε μάλιστα κυϊσκόμεναι.
并且她们那时最容易在不知不觉中受孕。
Οὐ γὰρ οἴονται συνειληφέναι, ἐὰν μὴ αἴσθωνται.
因为如果她们没有察觉到,就不会认为自己已经受孕。
Προϊέμεναι δὲ τυγχάνουσιν ὑπολαμβάνουσαι ὡς δεῖ ἀπ’ ἀμφοῖν συμπεσεῖν ἅμα, καὶ ἀπὸ τῆς γυναικὸς καὶ ἀπὸ τοῦ ἀνδρός.
但她们在排出时,却以为必须男女双方同时汇合,即来自女性和来自男性。
Μάλιστα δὲ λανθάνει, ὅσαι οἴονται ἀδύνατον εἶναι συλλαβεῖν, ἐὰν μὴ ξηρανθῶσι καὶ ἐπιδήλως ἀφανισθῇ τὸ δοθέν.
特别是那些认为如果不干燥、且所给予的物质没有明显消失就无法受孕的女性,最容易忽略这一点。
Συμβαίνει δ’ ἐνίοτε πλέον προΐεσθαι καὶ αὐτὴν καὶ τὸν ἄνδρα οὗ ἂν δύνηται ἀφανίσαι καὶ τοῦ ἱκανοῦ.
有时,她自己和男子排出的量都会超过能够使之消失的量,也超过了足够的量。
Ὅταν οὖν σπάσῃ μὲν ἱκανόν, λειφθῇ δὲ πολύ, τότε λανθάνουσι κυϊσκόμεναι.
因此,当吸入了足够的量、但留下了很多时,那时她们就在不知不觉中受孕了。
Ὅτι δὲ τοιοῦτον ἐνδέχεται γίνεσθαι καὶ οὐκ ἐξ ἅπαντος γίνεται τὸ πάθος, δηλοῖ ὅσα τῶν ζῴων ἀπὸ μιᾶς ὀχείας πολλὰ τίκτει, καὶ ἡ τῶν διδύμων γένεσις, ὅταν ἀπὸ μιᾶς γένηται· δῆλον γὰρ ὅτι ἐξ οὐχ ἅπαντος ἐγένετο, ἀλλὰ μέρος τι αὐτοῦ ἔλαβε τόπος, τὸ δὲ περιελείπετο πολλαπλάσιον.
这种情况有可能发生,而且这一过程并非由全部物质产生,这可以由那些单次交配就产下多胎的动物以及单次交配产生双胞胎的情况来证明;因为显然这不是由全部物质产生,而是某个部位吸取了其中的一部分,而留下的部分是它的许多倍。
Ἔτι εἰ πολλὰ ἀπὸ μιᾶς ὀχείας γίνεται, ὅπερ φαίνεται ἐπὶ τῶν ὑῶν καὶ τῶν διδύμων ἐνίοτε γιγνόμενον, δῆλον ὅτι οὐκ ἀπὸ παντὸς ἔρχεται τὸ σπέρμα τοῦ σώματος, ἀλλ’ ἐφ’ ἑκάστου εἴδους ἐμερίζετο.
此外,如果单次交配产生多个后代(这在猪以及有时在双胞胎中可以看到),显然精液并非来自身体的全部,而是为每一个胎儿进行了分配。
Ἀπὸ παντὸς μὲν γὰρ ἐνδέχεται ἀποχωρισθῆναι, καὶ τὸ πᾶν εἰς πολλά.
因为从全部中分离是可能的,全部也可以分成许多部分。
Ὥστε ἅμα καὶ κατὰ μέρος ἀδύνατον.
因此,要同时发生并且又是部分性的,这是不可能的。
Ἔτι ἡ γυνὴ προΐεται εἰς τὸ πρόσθεν τοῦ στόματος τῶν ὑστερῶν, οὗ καὶ ὁ ἀνήρ, ὅταν πλησιάσῃ.
此外,女性将物质排出到子宫口的前方,男子在合交时也是排出到这里。
Ἐντεῦθεν γὰρ σπᾷ τῷ πνεύματι, ὥσπερ τοῖς στόμασιν ἢ τοῖς μυκτῆρσιν.
因为子宫是从那里通过气息进行吸引,就像口或鼻孔一样。
Πάντα γὰρ ὅσα μὴ ὀργάνοις προσάγεται, ἢ εἴσφυσιν ἔχει ἄνωθεν κοῖλα ὄντα, ἢ πνεύματι ἕλκονται ἐκ τούτου τοῦ τόπου.
因为凡是不是通过器官带入的东西,要么因为是中空的而从上方具有吸入力,要么就是通过气息从这个地方被吸入。
Διὸ ἐπιμελοῦνται ὅπως γένηται ξηρὸς οὕτως, ὥσπερ πρὶν τοῦτο συμβαίνειν.
因此,她们会注意使该处变得像发生这事之前那般干燥。
Πέφυκε δ’ οὕτως ἡ ὁδός, δι’ ἧς ἔρχεται, ταῖς γυναιξίν.
而在女性中,它所通过的通道自然也是这样构成的。
Ἔχουσι καυλόν, ὥσπερ καὶ οἱ ἄνδρες τὸ αἰδοῖον.
她们拥有一个茎状器官,正如男子拥有阴茎一样。
Ἀλλ’ ἐν τῷ στόματι ἀποπνέουσι διὰ τοῦτο μικρῷ τε πόρῳ ἀνωτέρω, ᾗ οὐροῦσιν αἱ γυναῖκες.
但在子宫口,她们通过这个而在稍高一些、即女性排尿的微小通道处呼出气息。
Διὸ καὶ ὅταν ὀργῶσιν ἀφροδισιασθῆναι, οὗτος ὁ τόπος οὐκ ἔχει ὁμοίως καὶ πρὶν ὀργᾶν.
因此,当她们渴望进行性交时,这个地方的状态与渴望之前是不一样的。
Ἀπὸ δὴ τούτου τοῦ καυλοῦ γίνεται ἔκπτωσις, καὶ τὸ ἔμπροσθεν τῆς ὑστέρας πολλῷ μεῖζον ἢ καθ’ ἣν εἰς ἐκεῖνον τὸν τόπον ἐκπίπτει.
正是从这个茎状器官产生流出,而且子宫前部的空间,比起流出到那个地方的通道要大得多。
Ὅμοιον δ’ ἐστὶ τοῦτο κατὰ τοῦτο ταῖς ῥισίν· καὶ γὰρ αἱ ῥῖνες ἔχουσιν εἴσω εἰς τὸν φάρυγγα πόρον τινὰ καὶ εἰς τὸν ἔξω ἀέρα· οὕτω κἀκεῖνος καὶ ἔξω ἔχει πόρον μικρόν τε πάνυ καὶ στενόν, ὅσον πνεύματι ἔξοδον, τὸν δ’ εἰς τὸ πρόσθεν τῆς ὑστέρας εὐρύχωρον, εὔρουν, ὥσπερ αἱ ῥῖνες τὸν εἰς τὸν ἀέρα μείζω τοῦ εἰς τὸ στόμα καὶ φάρυγγα.
在这方面,这与鼻子相似;因为鼻子向内也有一条通往咽喉的通道,向外也有一条通往外部空气的通道;同样,它向外也有一条非常微小且狭窄的通道,仅够气息出口,而向着子宫前方的通道则是宽敞且流动的,正如鼻子向着空气的通道,比起向着口和咽喉的通道要大一样。
Ὁμοίως δὲ καὶ αἱ γυναῖκες μείζω τὸν εἰς τὸ ἔμπροσθεν τῶν ὑστερῶν πόρον ἔχουσι, καὶ εὐρυχωρότερον τὸ ἔξω.
同样地,女性通往子宫前部的通道也更大,而外部的空间也更宽敞。
Ὅ τι συμβάλλεται, εἰς τοῦτο ποιεῖ τῶν αὐτῶν παθημάτων, ὅτι καὶ ἡ γυνὴ γόνιμον προΐεται.
凡是起作用的因素,都在相同的状况下产生这一效果,因为女性也排出具有生育能力的物质。
Τὰ δ’ αὐτὰ αἴτια ταῦτα συμβαίνει.
而且这些原因也是相同的。
Καὶ γὰρ οἷς ἢ νόσου ἢ θανάτου δοκεῖ ἑτέρου τὸ αἴτιον, θεωροῦσι τὸ τελευταῖον ἐπὶ τὰς ἀρχάς, ὃ δεῖ ὁρᾶν.
因为对于那些认为疾病或死亡的原因在其他方面的人,他们也是从最后的结果回溯到起因来进行观察,而这正是应当看清的。
Ταῖς μὲν γὰρ ταῦτα αἴτια τὰ πρῶτα, τοῖς δ’ οὐδέν, τῶν δὲ τὰ μὲν τὰ δ’ οὔ.
因为对某些女性来说,这些是首要原因,对另一些人则什么都不是,而对其他人则是有的起作用、有的不起作用。
Ἀποδίδωσιν οὖν κατὰ λόγον καὶ τὰ ἀποβαίνοντα· καὶ τοῖς μὲν διὰ πάντων συμβαίνει διελθεῖν τῶν αὐτῶν παθημάτων, τοῖς δὲ διὰ πολλῶν, οἷς πολλά, τοῖς δὲ δι’ ὀλίγων, τοῖς δὲ δι’ οὐθενός, ὅσοις μηδέν.
因此,结果也按照理性的规律而呈现;有些人会经历所有这些相同的状况,有些人经历许多(对那些有许多状况的人),有些人经历少数,而对那些没有任何状况的人,则经历不到任何状况。