§10.1#2Ὁμοίως δὲ καὶ ἡ ὑστέρα πλείω ἀποδιδοῦσα σημαίνει φλεγματικόν τι πάθος, ἐὰν ὅμοια μὲν πλείω δ’ ἀποδιδῷ.
同样地,如果子宫排出相同性质但数量更多的东西,也表明有某种炎症性的病态。
Ἐὰν δ’ ἀνόμοια καὶ σεσημμένα μᾶλλον, οἷα ταῖς ὑγιαινούσαις προέρχεται, τοῦτο μὲν ἤδη πάθος καὶ ἐπίδηλον γίνεται· ἀνάγκη γὰρ καὶ πόνους τινὰς ἐπισημαίνειν ἐχούσης ὡς οὐ δεῖ.
但如果排出的是不同于健康女性且更为腐败的东西,这便已经是显而易见的病态了;因为当子宫处于不正常的状态时,必然也会显现出某些疼痛。
Ταῖς δ’ ὑγιαινούσαις τὰ λευκὰ καὶ σεσημμένα προέρχεται, ταῖς μὲν καὶ ἀρχομένων, ταῖς δὲ πλείσταις ληγόντων τῶν καταμηνίων.
然而,即使对健康的女性来说,也会排出白色且变性的分泌物,对某些人是在月经开始时,而对大多数人是在月经结束时。
Ὅσαις μὲν οὖν σεσημμένα μᾶλλον γίνεται ἢ ταῖς ὑγιαινούσαις, ἢ ἄτακτα, πλείω ἢ ἐλάττω, μᾶλλον δέονται θεραπείας ὡς ἐμποδιζόντων πρὸς τὴν τέκνωσιν.
因此,那些排出比健康女性更为腐败、或者无规律、过多或过少分泌物的女性,更需要治疗,因为这些情况会阻碍生育。
Ὅσαις δὲ τοῖς χρόνοις μόνον ἀνωμάλοις καὶ μὴ δι’ ἴσου, ἧττον μὲν διακωλυτικὸν τὸ πάθος, διασημαίνει μέντοι τῆς ὑστέρας τὴν ἕξιν κινουμένην καὶ οὐκ ἀεὶ ὁμοίως μένουσαν.
但对于那些仅仅是时间不规律、间隔不相等的女性,这种病态的阻碍性较小,但它确实表明子宫的状态正在发生波动,并不总是保持相同。
Ἔστι δὲ τοῦτο τὸ πάθος οἷον μὲν βλάψαι τὰς εὐφυεῖς πρὸς τὴν σύλληψιν, οὐ μέντοι νόσος, ἀλλὰ τοιοῦτόν τι πάθος οἷον καθίστασθαι καὶ ἄνευ θεραπείας, ἂν μή τι προσεξαμαρτάνῃ αὐτή.
这种病态虽然会损害那些本易受孕者的受孕,但它并不是一种疾病,而是一种只要女性自身不进一步犯错、即使不经治疗也能平复的病态。
Ἔαν δὲ μεταβάλλωσι τῇ τάξει ἢ τῷ πλήθει, τοῦ ἄλλου σώματος μὴ ὁμοίως ἔχοντος ἀλλ’ ὁτὲ μὲν ὑγροτέρου ὁτὲ δὲ ξηροτέρου, οὐθὲν αἴτιαι αἱ ὑστέραι, ἀλλὰ δεῖ καὶ ἀκολουθεῖν αὐτὰς τῇ τοῦ σώματος ἕξει, δεχομένας καὶ ἀφιείσας κατὰ λόγον.
但是,如果它们在顺序或数量上发生改变,是由于身体的其他部分不处于相同状态、而是有时更湿润、有时更干燥,那么子宫完全没有责任,相反,它必须顺应身体的状态,按比例进行接收和排出。
Ἐὰν μὲν οὖν ὑγιαίνοντος τοῦ σώματος μεταβάλλοντος δὲ τοῦτο ποιῶσιν, οὐθὲν αὐταὶ δέονται θεραπείας· ἐὰν δὲ νοσοῦντος, ἢ ἐλάττω ἀποδίδωσι διὰ τὸ ἄλλοθί που ἀναλίσκεσθαι τὸ περίττωμα, ἢ κάμνει τὸ σῶμα.
因此,如果它们在身体健康但发生变化时这样做,子宫本身不需要任何治疗;但如果是由于身体有病,要么是因为余屑在其他地方被消耗而排出得更少,要么是身体在受苦。
Ἐὰν δὲ πλείω ἀφιῶσι διὰ τὸ δεῦρο ἐξερεύγεσθαι τὸ σῶμα, οὐδὲ τοῦτο σημαίνει αὐτάς γε τὰς ὑστέρας δεῖσθαι θεραπείας, ἀλλὰ τὸ σῶμα.
如果它们因为身体朝这里排泄而排出更多,这也不表明子宫本身需要治疗,而是身体需要治疗。
Ὡς ὅσαις συμμεταβάλλει ταῖς ἕξεσι τοῦ σώματος τὰ γυναικεῖα, δηλοῖ ὅτι οὐθὲν αἴτιον ἐν ταῖς ὑστέραις ἐστίν, ὅτι ὑγιαίνουσαι διατελοῦσιν.
因为对于那些其经事随身体状态而共同变化的女性,这表明子宫中没有任何原因,因为她们持续保持健康。
Αὐταὶ δ’ αὑτῶν ὁτὲ μὲν ἀρρωστότεραι, ὁτὲ δὲ ἰσχύουσι μᾶλλον, καὶ ὁτὲ μὲν ὑγρότεραι, ὁτὲ δὲ ξηρότεραι.
而子宫自身有时在自身内部较为虚弱,有时较为强壮,有时较湿润,有时较干燥。
Καὶ φοιτᾷ αὐταῖς, ὅταν μὲν πλεῖον τὸ σῶμα αὑτοῦ, πλείω, ὅταν δ’ ἔλαττον, ἐλάττω, καὶ ἐὰν μὲν ὑγρόν, ὑδαρέστερα, ἐὰν δὲ ξηρόν, ἐναιμότερα.
当身体处于比平时更多的水分状态时,她们排出的就更多,当较少时就更少,如果是湿润的,排出物就更稀薄,如果是干燥的,就更带血。
Καὶ ἄρχονται μὲν ἐκ λευκῶν γαλακτοειδῶν, ἀνόσμων μενουσῶν· τὰ δὲ φοινικᾶ μέν, ἀπολήγοντα δὲ λευκότερα, ἐσχάτης καταμίξεως.
而且它们始于无味的白色乳状物;然后变红,在结束时则因极度的混合而变得更白。
Ὀσμὴν δ’ ἔχει τὰ λευκὰ ταῦτα οὐ σηπεδόνος, ἀλλὰ δριμυτέραν καὶ βαρυτέραν, οὔτε πύου· καὶ ἄνευ μὲν τήξεως, μετὰ μέντοι θερμασίας, ὅταν οὗτος ᾖ ὁ τρόπος τῶν σημείων.
这些白色的分泌物没有腐败的气味,而是更辛辣、更沉重的气味,也没有脓的气味;并且不伴有消融,但伴有温热,当排出物的特征是这种方式时。
Ὅσαις μὲν οὖν οὕτω συμβαίνει, ταύταις ἔχουσιν ὡς δεῖ τὰ περὶ τὰς ὑστέρας πρὸς τὴν τέκνωσιν.
因此,对于那些以此种方式发生的女性,其子宫在生育方面的状况是处于应有状态的。