§5.8Περὶ δὲ ὀδόντων, ὅτι μὲν οὐχ ἑνὸς χάριν, οὐδὲ πάντα τοῦ αὐτοῦ ἕνεκεν τὰ ζῷα ἔχουσιν, ἀλλὰ τὰ μὲν διὰ τὴν τροφήν, τὰ δὲ καὶ πρὸς ἀλκὴν καὶ πρὸς τὸν ἐν τῇ φωνῇ λόγον, εἴρηται πρότερον·
关于牙齿,动物拥有牙齿并不是为了单一的目的,也不是所有动物都为了同一目的,而是有些为了食物,有些为了防御,有些也为了声音中的语言,这在前面已经说过。
διότι δ᾽ οἱ μὲν πρόσθιοι γίνονται πρότερον οἱ δὲ γόμφιοι ὕστερον, καὶ οὗτοι μὲν οὐκ ἐκπίπτουσιν, ἐκεῖνοι δ᾽ ἐκπίπτουσι καὶ φύονται πάλιν, τοῖς περὶ γενέσεως λόγοις τὴν αἰτίαν συγγενῆ δεῖ νομίζειν.
但是,为什么前齿先长出而磨齿后长出,且后者不脱落,而前者脱落并重新长出,我们必须认为其原因与关于产生的论述密切相关。
εἴρηκε μὲν οὖν περὶ αὐτῶν καὶ Δημόκριτος, οὐ καλῶς δ᾽ εἴρηκεν.
德谟克利特也谈到过它们,但谈得并不好。
οὐ γὰρ ἐπὶ πάντων σκεψάμενος καθόλου λέγει τὴν αἰτίαν.
因为他没有在考察所有情况之后,提出一个普遍的原因。
φησὶ γὰρ ἐκπίπτειν μὲν διὰ τὸ πρὸ ὥρας γίνεσθαι τοῖς ζῴοις· ἀκμαζόντων γὰρ ὡς εἰπεῖν φύεσθαι κατά γε φύσιν.
他说,牙齿脱落是因为它们在动物体内过早长出;因为按照自然,它们本该可以说是在全盛期长出的。
τοῦ δὲ πρὸ ὥρας γίνεσθαι τὸ θηλάζειν αἰτιᾶται.
而他将过早长出的原因归咎于哺乳。
καίττοι θηλάζει γε καὶ ὗς, οὐκ ἐκβάλλει δὲ τοὺς ὀδόντας· ἔτι δὲ τὰ καρχαρόδοντα θηλάζει μὲν πάντα, οὐκ ἐκβάλλει δ᾽ ἔνια αὐτῶν πλὴν τοὺς κυνόδοντας, οἷον οἱ λέοντες.
然而,猪也哺乳,却不脱落牙齿;此外,锯齿状牙齿的动物都哺乳,但其中一些除了犬齿之外并不脱落任何牙齿,例如狮子。
τοῦτο μὲν οὖν ἥμαρτε καθόλου λέγων, οὐ σκεψάμενος τὸ συμβαῖνον ἐπὶ πάντων, δεῖ δὲ τοῦτο ποιεῖν· ἀνάγκη γὰρ τὸν λέγοντα καθόλου τι λέγειν περὶ πάντων.
因此,他在作普遍陈述时犯了这一错误,因为他没有考察在所有情况下所发生的事情;而这是应当做到的,因为作普遍陈述的人必须对所有情况进行陈述。
ἐπεὶ δὲ τὴν φύσιν ὑποτιθέμεθα, ἐξ ὧν ὁρῶμεν ὑποτιθέμενοι, οὔτ᾽ ἐλλείπουσαν οὔτε μάταιον οὐθὲν ποϊοῦσαν τῶν ἐνδεχομένων περὶ ἕκαστον, ἀνάγκη δὲ τοῖς μέλλουσι λαμβάνειν τροφὴν μετὰ τὴν τοῦ γάλακτος ἀπόλαυσιν ἔχειν ὄργανα πρὸς τὴν ἐργασίαν τῆς τροφῆς· εἰ οὖν συνέβαινεν, ὡς ἐκεῖνος λέγει, πρὸς ἤβην, ἐνέλειπεν ἂν ἡ φύσις τῶν ἐνδεχομένων αὐτῇ τι ποιεῖν, καὶ τὸ τῆς φύσεως ἔργον ἐγίγνετ’ ἂν παρὰ φύσιν.
既然我们假定自然——根据我们所见做出的假定——在每个情况下可能的事情中既不缺乏,也不做任何徒劳的事,而且对于那些在享受乳汁之后将要摄取食物的动物来说,必须拥有加工食物的器官;如果事情真如他所说,牙齿在青春期左右长出,那么自然在做她可能做的事情时就会出现缺陷,自然的运作就会变得违背自然。
τὸ γὰρ βία παρὰ φύσιν, βίᾳ δέ φησι συμβαίνειν τὴν γένεσιν τῶν ὀδόντων.
因为强力所致的事情是违背自然的,而他说牙齿的产生是通过强力发生的。
ὅτι μὲν οὖν τοῦτ᾽ οὐκ ἀληθές, φανερὸν ἐκ τούτων καὶ τοιούτων ἄλλων.
因此,这并非真实,从这些以及其他类似的事情中是显而易见的。
γίνονονται δὲ πρότερον οὗτοι τῶν πλατέων πρῶτον μὲν ὅτι καὶ τὸ ἔργον τὸ τούτων πρότερον (πρότερον γάρ ἐστι τοῦ λεᾶναι τὸ διελεῖν, εἰσὶ δ᾽ ἐκεῖνοι μὲν ἐπὶ τῷ λεαίνειν, οὗτοι δ᾽ ἐπὶ τῷ διαιρεῖν), ἔπειθ᾽ ὅτι τὸ ἔλαττον, κἂν ἅμα ὁρμηθῇ, θᾶττον γίνεσθαι πέφυκε τοῦ μείζονος.
前齿比平齿先长出,首先是因为它们的工作也更早(因为切分先于磨碎,而那些平齿是为了磨碎,这些前齿是为了切分),其次是因为较小的东西,即使同时开始,其自然长出也比教大的东西更快。
εἰσὶ δ᾽ ἐλάττους οὗτοι τῷ μεγέθει τῶν γομφίων, καὶ τὸ ὀστοῦν τῆς σιαγόνος ἐκεῖ μὲν πλατὺ εἶναι, πρὸς δὲ τῷ στόματι στενόν.
这些前齿在大小上比磨齿小,且下颌骨在后面是宽平的,但在靠近嘴部是狭窄的。
ἐκ μὲν οὖν τοῦ μείζονος πλείω ἀναγκαῖον ἐπιρρεῖν τροφήν, ἐκ δὲ τοῦ ἐλάττονος στενωτέραν.
因此,从较大的部分必然流进较多的营养,而从较小的部分流进较窄的营养。
τὸ δὲ θηλάζειν αὐτὸ μὲν οὐθὲν συμβάλλεται, ἡ δὲ τοῦ γάλακτος θερμότης ποιεῖ θᾶττον βλαστάνειν τοὺς ὀδόντας.
哺乳本身没有起任何作用,但乳汁的温度使牙齿长得更快。
σημεῖον δ᾽ ὅτι καὶ αὐτῶν τῶν θηλαζόντων τὰ θερμοτέρῳ γάλακτι χρώμενα τῶν παιδίων ὀδοντοφυεῖ θᾶττον· αὐξητικὸν γὰρ τὸ θερμόν.
其证据是,即使在哺乳的儿童中,吃较温热乳汁的婴儿长牙也更快;因为热量能促进生长。
ἐκπίπτουσι δὲ γενόμενοι τοῦ μὲν βελτίονος χάριν, ὅτι ταχὺ ἀμβλύνεται τὸ ὀξύ· δεῖ οὖν ἑτέροῦς διαδέχεσθαι πρὸς τὸ ἔργον.
牙齿长出后脱落是为了更好的目的,因为尖锐的东西很快就会变钝;因此必须由其他的牙齿来接替工作。
τῶν δὲ πλατέων ἐκ ἔστιν ἀμβλύτης, ἀλλὰ τῷ χρόνῳ τριβόμενοι λεαίνονται μόνον.
但平齿不存在变钝的问题,只是随着时间的推移因磨损而变得光滑。
ἐξ ἀνάγκης δ᾽ ἐκπίπτουσιν, ὅτι τῶν μὲν ἐν πλατείᾳ τῇ σιαγόνι καὶ ἰσχυρῷ ὀστῷ αἱ ῥίζαι εἰσί, τῶν δὲ προσθίων ἐν λεπτῷ, διὸ ἀσθενεῖς καὶ εὐκίνητοι.
它们必然会脱落,是因为平齿的根部在宽平而坚固的颌骨中,而前齿的根部在薄骨中,因此它们虚弱且易动。
φύονται δὲ πάλιν, ὅτι ἐν φυομένῳ ἔτι τῷ ὀστῷ ἡ ἐκβολὴ γίνεται καὶ ἔτι ὥρας οὔσης γίνεσθαι ὀδόντας.
它们重新长出,是因为骨骼还在生长时脱落就已经发生,而且还有时间让牙齿生长。
τούτου δὲ σημεῖον ὅτι καὶ οἱ πλατεῖς φύονται πολὺν χρόνον· οἱ γὰρ τελευταῖοι ἀνατέλλουσι περὶ τὰ εἴκοσιν ἔτη, ἐνίοις δ᾽ ἤδη καὶ γηράσκουσι γεγένηνται οἱ ἔσχατοι παντελῶς διὰ τὸ πολλὴν εἶναι τροφὴν ἐν τῇ εὐρυχχωρίᾳ τοῦ ὀστοῦ.
其证据是,平齿也需要很长时间生长;因为最后的牙齿在二十岁左右萌出,在某些人甚至到了年老时最后的牙齿才完全长出,这是因为在颌骨的宽阔空间里有充足的营养。
τὸ δὲ πρόσθιον διὰ τὴν λεπτότητα ταχὺ λαμβάνει τέλος, καὶ οὐ γίνεται περίττωμα ἐν αὐτῷ, ἀλλ᾽ εἰς τὴν αὔξησιν ἀναλίσκεται ἡ τροφὴ τὴν οἰκείαν.
而前齿部分由于其纤薄,很快就达到了发育的终点,且在其中没有产生余剩物,营养完全被用于自身的生长。
Δημόκριτος δὲ τὸ οὗ ἕνεκα ἀφεὶς λέγειν, πάντα ἀνάγει εἰς ἀνάγκην οἷς χρῆται ἡ φύσις, οὖσι μὲν τοιούτοις, οὐ μὴν ἀλλ᾽ ἕνεκά τινος οὖσι, καὶ τοῦ περὶ ἕκαστον βελτίονος χάριν.
然而,德谟克利特放弃了对目的因(为了什么)的说明,而将自然所使用的一切归结于必然性,尽管这些事物具有这样的性质,但它们毕竟是为了某种目的,并且是为了每个情况中的更好。
ὥστε γίνεσθαι μὲν οὐθὲν κωλύει οὕτω καὶ ἐκπίπτειν, ἀλλ᾽ οὐ διὰ ταῦτα, ἀλλὰ διὰ τὸ τέλος· ταῦτα δ᾽ ὡς κινοῦντα καὶ ὄργανα καὶ ὡς ὕλη αἴτια, ἐπεὶ καὶ τὸ τῷ πνεύματι ἐργάζεσθαι τὰ πολλὰ εἰκὸς ὡς ὀργάνῳ· οἷον γὰρ ἔνια πολύχρηστά ἐστι τῶν περὶ τὰς τέχνας, ὥσπερ ἐν τῇ χαλκευτικῇ ἡ σφύρα καὶ ὁ ἄκμων, οὕτως καὶ τὸ πνεῦμα ἐν τοῖς φύσει συνεστῶσιν.
因此,没有什么能阻止它们以这种方式产生和脱落,但并非因为这些原因,而是为了目的;这些事物作为推动者、工具和质料而是原因,因为自然也很可能在大多数情况下使用气息作为工具;正如在技艺中的一些东西有多种用途,如在锻造中铁锤和铁砧,在自然构成的事物中气息也是如此。
ὅμοιον δ᾽ ἔοικε τὸ λέγειν τὰ αἴτια ἐξ ἀνάγκης κἂν εἴ τις διὰ τὸ μαχαίριον οἴοιτο τὸ ὕδωρ ἐξεληλυθέναι μόνον τοῖς ὑδρωπιῶσιν, ἀλλ᾽ οὐ διὰ τὸ ὑγιαίνειν οὗ ἕνεκα τὸ μαχαίριον ἔτεμεν Περὶ μὲν οὖν ὀδόντων, διότι οἱ μὲν ἐκπίπτουσι καὶ γίνονται πάλιν, οἱ δ᾽ ὄυ, καὶ ὅλως διὰ τίν᾽ αἰτίαν γίνονται, εἴρηται.
如果有人认为水肿患者体内的水分排出来仅仅是因为手术刀,而不是为了健康(虽然手术刀是为了健康而做切口的),这就类似于仅仅从必然性来说明原因。 关于牙齿,为什么有些脱落并重新长出,而另一些则不然,以及总的来说它们是因为什么原因而产生的,已经说过了。
εἴρηται δὲ καὶ περὶ τῶν ἄλλων τῶν κατὰ τὰ μόρια παθημάτων, ὅσα γίνεσθαι συμβαίνει μὴ ἕνεκά του ἀλλ᾽ ἐξ ἀνάγκης καὶ διὰ τὴν αἰτίαν τὴν κινητικήν.
关于身体部位的其他变化(只要它们发生不是为了某种目的,而是出于必然且通过动因而发生的),也已经说过了。