§4.8#2ὁμοίως δὲ καὶ τοῖς κάτω τοὺς μαστοὺς ἔχουσιν.
对于那些乳房位于下部(腹部或大腿间)的动物来说也是类似的。
γίνεται μὲν οὖν ἐπίδηλος καὶ ἡ φανὴ καὶ τὰ περὶ τοὺς μαστοὺς καὶ ἐν τοῖς ἄλλοις ζῴοις τοῖς ἐμπείροις περὶ ἕκαστον γένος, ἐπὶ δὲ τῶν ἀνθρώπων διαφέρει πλεῖστον.
因此,对于熟悉每个属类的人来说,其他动物的声音和乳房周围的变化也会变得显而易见,但在人类中这种差异最大。
αἴτιον δὲ τὸ πλείστην εἶναι τὴν περίττωσιν τοῖς θήλεσι τούτοις τῶν θηλέων καὶ τοῖς ἄρρεσι τῶν ἀρρένων ὡς κατὰ μέγεθος, ταῖς μὲν τὴν τῶν καταμηνίων, τοῖς δὲ τὴν τοῦ σπέρματος πρόεσιν.
其原因在于,按身体比例来看,人类雌性较其他雌性、人类雄性较其他雄性,其排泄的残余物是最多的——女性是月经,男性则是精气的排出。
ὅταν οὖν μὴ λαμβάνῃ μὲν τὸ ἔμβρυον τὴν τοιαύτην ἀπόκρισιν, κωλύῃ δὲ θύραζε βαδίζειν, ἀναγκαῖον εἰς τοὺς κενοὺς τόπους ἀθροίζεσθαι τὸ περίττωμα πᾶν, ὅσοιπερ ἂν ὦσιν ἐπὶ τῶν αὐτῶν πόρων.
因此,当胚胎不再接收这种分泌物,且[某种力量]阻碍其排出体外时,所有的残余物必然会聚集在同一通道上的所有空虚部位。
ἔστι δ᾽ ἑκάστοις τοιοῦτος ὁ τῶν μαστῶν τόπος δι᾽ ἀμφοτέρας τὰς αἰτίας ἕνεκά τε τοῦ βελτίστου γεγονὼς τοιοῦτος καὶ ἐξ ἀνάγκης.
对于各种动物而言,乳房区域之所以成为这种状态,是由于这两种原因,即为了最善(目的论)和出于必然(机械论)。
ἐνταῦθα δὲ ἤδη συνίσταται καὶ γίνεται πεπεμμένη τροφὴ τοῖς ζῴοις.
在此处,供动物使用的熟化(消化)营养便已积聚并产生。
τῆς δὲ πέψεως ἔστι μὲν λαβεῖν τὴν εἰρημένην αἰτίαν, ἔστι δὲ τὴν ἐναντίαν.
而关于这一熟化过程,人们既可以采纳上述原因,也可以采纳其相反的原因。
εὔλογον γὰρ καὶ μεῖζον ὂν τὸ ἔμβρυον πλείω λαμβάνειν τροφήν, ὥστε ἔλαττον περιγίνεσθαι περὶ τὸν χρόνον τοῦτον· πέττεται δὲ θᾶττον τὸ ἔλαττον.
因为合乎情理的是,随着胚胎变大,它消耗了更多的营养,从而在这一时期留存下来的较少;而较少的分量则熟化得更快。
ὅτι μὲν οὖν ἐστὶ τὸ γάλα τὴν αὐτὴν ἔχον φύσιν τῇ ἀποκρίσει ἐξ ἧς γίνεται ἕκαστον, δῆλον, εἴρηται δὲ καὶ πρότερον.
因此,乳汁与每个个体赖以生成的体内分泌物具有相同的性质,这一点显而易见,且在此前已做过说明。
ἡ γὰρ αὐτὴ ὕλη ἡ τρέφουσα καὶ ἐξ ἧς συνιστᾷ τὴν γένεσιν ἡ φύσις.
因为提供营养的物质,与自然用以构建生成的物质是同一的。
ἔστι δὲ τοῦτο ἡ αἱματικὴ ὑγρότης τοῖς ἐναίμοις.
对于有血动物而言,这就是具有血液性质的液体。
τὸ γὰρ γάλα πεπεμμένον αἷμά ἐστιν, ἀλλ᾽ οὐ διεφθαρμένον.
因为乳汁是熟化的血液,而非腐败之物。
Ἐμπεδοκλῆς δ᾽ ἢ οὐκ ὀρθῶς ὑπελάμβανεν ἢ οὐκ εὖ μετήνεγκε ποιήσας ὡς τὸ γάλα "μηνὸς ἐν ὀγδοάτου δεκάτῃ πύον ἔπλετο λευκόν.
恩培多克勒在诗中写道,乳汁“在第八个月的第十天变成了白色的脓”,这要么是他的理解不正确,要么是他的比喻用得不好。
"σαπρότης γὰρ καὶ πέψις ἐναντίον, τὸ δὲ πύον σαπρότης τις ἐστίν, τὸ δὲ γάλα τῶν πεπεμμένων.
因为腐败与熟化是相反的,脓是一种腐败,而乳汁则属于已熟化的物质。
οὐ γίνονται δὲ οὔτε θηλαζομέναις αἱ καθάρσεις κατὰ φύσιν, οὔτε συλλαμβάνουσι θηλαζόμεναι· κἂν συλλάβωσιν, ἀποσβέννυται τὸ γάλα διὰ τὸ τὴν αὐτὴν εἶναι φύσιν τοῦ γάλακτος καὶ τῶν καταμηνίων.
在哺乳期间,妇女既不会自然产生月经(净化),也不会在哺乳时受孕;即使她们受孕,乳汁也会枯竭,因为乳汁与月经的性质是相同的。
ἡ δὲ φύσις οὐ δύναται πολυχοεῖν οὕτως ὥστ’ ἐπαμφοτερίζειν, ἀλλ᾽ ἂν ἐπὶ θάτερα γένηται ἡ ἀπόκρισις, ἀναγκαῖον ἐπὶ θάτερα ἐκλείπειν, ἐὰν μὴ γίνηται βίαιον καὶ παρὰ τὸ ὡς ἐπὶ τὸ πολύ.
自然无法流动得如此充沛以至于兼顾两者,而如果分泌物偏向了一侧,另一侧就必然会匮乏,除非发生了强力且违反大多数情况的特例。
τοῦτο δ᾽ ἤδη παρὰ φύσιν· ἐν γὰρ τοῖς μὴ ἀδυνάτοις ἄλλως ἔχειν ἀλλ᾽ ἐνδεχομένοις τὸ κατὰ φύσιν ἐστὶ τὸ ὡς ἐπὶ τὸ πολύ.
但这已经是反常(违反自然)的了;因为在那些并非不能成为其他样子、而是具有可变性的事物中,“大多数情况下发生的情况”就是“自然”。
καλῶς δὲ διώρισται τοῖς χρόνοις καὶ ἡ γένεσις ἡ τῶν ζῴων.
此外,动物的生育(分娩)时期也由时间做了精妙的规定。
ὅταν γὰρ διὰ τὸ μέγεθος μηκέτι ἱκανὴ ᾖ τῷ κυουμένῳ ἡ διὰ τοῦ ὀμφαλοῦ τροφή, ἀλλὰ τὸ γάλα γίνεται χρήσιμον πρὸς τὴν γινομένην τροφὴν καὶ οὐκ εἰσιούσης διὰ τοῦ ὀμφαλοῦ τροφῆς, συμπίπτουσιν αἱ φλέβες περὶ ἃς ὁ καλούμενος ὀμφαλός ἐστι χιτών, καὶ διὰ ταῦτα καὶ τότε συμβαίνει θύραζε ἡ ἔξοδος.
因为当胚胎由于体型变大而不再能从脐带获得足够的营养,且乳汁开始对即将到来的营养发挥作用,而通过脐带的营养不再输入时,所谓脐带外膜周围的血管(静脉)就会收缩,由于这些原因并在此时,向外的排出(诞生)便发生了。