Humanitext Reader

亚里士多德 · 动物的产生 §4.8#1

胎生动物乳汁的生成与聚集于乳房的原因

第 78 段,共 93 段 · 希腊语

内容简介

本节解释了胎生动物产生乳汁的必然原因,并探讨了随着胚胎发育完成营养残余物发生的变化,以及乳汁聚集在乳房的身体构造原因。

§4.8#1Τὸ δὲ γάλα γίνεται τοῖς θήλεσιν ὅσα ζῳοτοκεῖ ἐν αὐτοῖς, χρήσιμον μὲν εἰς τὸν χρόνον τὸν τοῦ τόκου.
乳汁产生于在自身体内胎生的雌性动物中,并在分娩时期发挥作用。
τῆς γὰρ τροφῆς χάριν αὐτὸ τῆς θύραζε ἐποίησεν ἡ φύσις τοῖς ζῴοις, ὥςτ᾽ ὄτ᾽ ἐλλείπειν αὐτὸ ἐν τῷ χρόνῳ τούτῳ οὐθὲν οὔθ᾽ ὑπερβάλλειν οὐθέν· ὅπερ καὶ φαίνεται συμπῖπτον, ἂν μή τι γένηται παρὰ φύσιν.
因为自然是为了它们在体外的营养而为动物制造了乳汁,从而在这一时期它既不短缺也不过剩;只要不发生违反自然的事情,这确实显现为符合实际。
τοῖς μὲν οὖν ἄλλοις ζῴοις, διὰ τὸ τὸν χρόνον ἕνα. τῆς κυήσεως εἶναι, πρὸς τοῦτον ἀπαντᾷ τὸν καιρὸν ἡ πέψις αὐτοῦ· τοῖς δ᾽ ἀνθρώποις ἐπεὶ πλείους οἱ χρόνοι, κατὰ τὸν πρῶτον ἀναγκαῖον ὑπάρχειν.
因此,对于其他动物而言,由于其妊娠期是单一的,乳汁的熟化恰好赶在这一时期;而对于人类,由于妊娠期有多种,乳汁必须在第一阶段就已具备。
διὸ πρὸ τῶν ἑπτὰ μηνῶν ἄχρηστον τὸ γάλα ταῖς γυναιξί, τότε δ᾽ ἤδη γίνεται χρήσιμον.
所以,在七个月之前,妇女的乳汁是无用的,但到了那时它就已经变得有用。
εὐλόγως δὲ συμβαίνει καὶ διὰ τὴν ἐξ ἀνάγκης αἰτίαν πεπεμμένον εἰς τοὺς τελευταίους χρόνους.
而且,由于必然的原因,乳汁在最后的时期得到熟化,这也是合乎情理的。
τὸ μὲν γὰρ πρῶτον ἡ τοῦ τοιούτου περιττώματος ἀπόκρισις εἰς τὴν τῶν ἐμβρύων ἀναλίσκεται γένεσιν.
因为起初,这种残余物的分泌被消耗于胚胎的生成。
πάντων δ᾽ ἡ τροφὴ τὸ γλυκύτατον καὶ πεπεμμένον, ὥστ᾽ ἀφαιρουμένης τῆς τοιαύτης δυνάμεως ἀνάγκη τὸ λοιπὸν ἁλμυρὸν γίνεσθαι καὶ δύσχυμον.
在一切事物中,营养是最甜美且最熟化的,因此当这种力量被夺去时,剩余的部分必然会变得又咸又难吃。
τελεουμένων δὲ τῶν κυημάτων πλέον τὸ περίττωμα τὸ περιγινόμενον· ἔλαττον γὰρ τὸ ἀναλισκόμενον καὶ γλυκύτερον, οὐκ ἀφαιρουμένου ὁμοίως τοῦ εὐπέπτου.
但随着胚胎发育完成,留存下来的残余物就变得更多;因为被消耗的更少且更甜美,因为易熟化的部分不再像以前那样被夺走。
οὐ γὰρ ἔτι εἰς πλάσιν τοῦ ἐμβρύου γίγνεται ἡ δαπάνη, ἀλλ᾽ εἰς μικρὰν αὔξησιν, ὥσπερ ἑστηκὸς ἤδη διὰ τὸ τέλος ἔχειν τὸ ἔμβρυον.
因为消耗不再是为了塑造胚胎,而是为了细微的生长,胚胎仿佛因为已经达到终点而处于静止状态。
ἔστι γάρ τις καὶ κυήματος τελείωσις.
因为胚胎确实有一个完成阶段。
διόπερ ἐξέρχεται καὶ μεταβάλλει τὴν γένεσιν, ὡς ἔχον τὰ αὑτοῦ, καὶ οὐκέτι λαμβάνει τὸ μὴ αὑτοῦ, ἐν ᾧ καιρῷ γίνεται τὸ γάλα χρήσιμον.
因此它排出体外并改变其生成方式,作为已拥有自身之物者,不再接受不属于自身之物,而正是在这个时期,乳汁变得有用。
εἰς δὲ τὸν ἄνω τόπον καὶ τοὺς μαστοὺς συλλέγεται διὰ τὴν ἐξ ἀρχῆς τάξιν τῆς συστάσεως.
至于乳汁聚集在上方区域及乳房,则是由于最初身体构造的秩序。
τὸ μὲν γὰρ ἄνω τοῦ ὑποζώματος τὸ κύριον τοῦ ζῴου ἐστί, τὸ δὲ κάτω τῆς τροφῆς καὶ τοῦ περιττώματος, ὅπως ὅσα πορευτικὰ τῶν ζῴων ἐν αὑτοῖς ἔχοντα τὴν τῆς τροφῆς αὐτάρκειαν μεταβάλλῃ τοὺς τόπους.
因为横隔膜以上的部分是动物的主宰,而以下的部分则是为了营养和残余物,以便所有能行走的动物在自身拥有充足营养的同时能够改变位置。
ἐντεῦθεν δὲ καὶ ἡ σπερματικὴ περίττωσις ἀποκρίνεται διὰ τὴν εἰρημένην αἰτίαν ἐν τοῖς κατ᾽ ἀρχὰς λόγοις.
从这里,生殖残余物也因在开篇讨论中所述的原因而被分泌出来。
ἔστι δὲ τό τε τῶν ἀρρένων περίττωμα καὶ τὰ καταμήνια τοῖς θήλεσιν αἱματικῆς φύσεως.
雄性的残余物和雌性的月经都具有血液的性质。
τούτου δ᾽ ἀρχὴ καὶ τῶν φλεβῶν ἡ καρδία· αὕτη δ᾽ ἐν τοῖς μορίοις τούτοις.
而这血液及血管的源头是心脏;心脏则位于这些(上部)部位。
διὸ πρῶτον ἐνταῦθα ἀναγκαῖον γίγνεσθαι τὴν μεταβολὴν ἐπίδηλον τῆς τοιαύτης περιττώσεως.
因此,首先在这一区域,这种残余物的变化必然会显现出来。
διόπερ αἵ τε φωναὶ μεταβάλλουσι καὶ τῶν ἀρρένων καὶ τῶν θηλειῶν, ὅταν ἄρχωνται σπέρμα φέρειν (ἡ γὰρ ἀρχὴ τῆς φωνῆς ἐντεῦθεν· ἀλλοία δὲ γίνεται ἀλλοίου γινομένου τοῦ κινοῦντος), καὶ τὰ περὶ τοὺς μαστοὺς αἴρεται καὶ τοῖς ἄρρεσιν ἐπιδήλως, μᾶλλον δὲ τοῖς θήλεσιν· διὰ γὰρ τὸ κάτω τὴν ἔκκρισιν γίνεσθαι πολλὴν κενὸς ὁ τόπος γίνεται ὁ τῶν μαστῶν αὐταῖς καὶ σομφός.
因此,当雄性和雌性开始产生精气(生殖物质)时,它们的声音都会发生变化(因为声音的源头就在这里;当推动者发生变化时,声音也随之改变),而且乳房周围也会隆起,这在雄性身上显而易见,但在雌性身上更为明显;因为随着下方的排泄物增多,她们的乳房区域就变得空虚且呈海绵状(多孔)。

词汇与语法注释

  1. §4.8#1κατὰ τὸν πρῶτον ἀναγκαῖον ὑπάρχειν — 在 ἀναγκαῖον 之后省略了无人称的 ἐστί,不定式 ὑπάρχειν 的逻辑主语从上下文来看是“乳汁”(τὸ γάλα)。κατὰ τὸν πρῶτον 意为“顺应第一个[时期,χρόνον]”,解释了人类由于拥有多种潜在妊娠期(七个月、九个月或十个月),因而乳汁必须在最早的阶段(七个月)就准备就绪的必然性。
  2. §4.8#1οὐκ ἀφαιρουμένου ὁμοίως τοῦ εὐπέπτου — 此处为属格独立结构。τοῦ εὐπέπτου 是中性形容词作名词使用,意为“易于熟化之物(优质养分)”,作为被动分词 ἀφαιρουμένου 的主语。它描述了随着胎儿生长减缓,优质养分不再像以前那样从母体中被夺走的过程。
  3. §4.8#1διὰ τὸ τέλος ἔχειν τὸ ἔμβρυον — 这是一个由介词 διὰ 后接冠词性不定式 τὸ ... ἔχειν 构成的原因短语。不定式 ἔχειν 的逻辑主语是宾格的 τὸ ἔμβρυον(胚胎),而其宾语是 τὸ τέλος(终点/完成)。

引用这一段

亚里士多德, 动物的产生 §4.8#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:4.8%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。