§4.7Περὶ δὲ τῆς καλουμένης μύλης ῥητέον, ἣ γίνεται μὲν ὀλιγάκις ταῖς γυναιξί, γίνεται δέ τισι τοῦτο τὸ πάθος κυούσαις.
关于所谓的“胎块”(摩拉),我们必须予以阐述,它在妇女中很少发生,但有些妇女在怀孕时会发生这种病症。
τίκτουσι γὰρ ὃ καλοῦσι μύλην.
因为她们会产下被称为胎块的东西。
ἤδη γὰρ συνέβη τινὶ γυναικὶ συγγενομένῃ τῷ ἀνδρὶ καὶ δοξάσῃ συλλαβεῖν, τὸ μὲν πρῶτον ὅ τε ὄγκος ηὐξάνετο τῆς γαστρὸς καὶ τἆλλα ἐγίγνετο κατὰ λόγον, ἐπεὶ δὲ ὁ χρόνος ἦν τοῦ τόκου, οὔτ᾽ ἔτικτεν οὔτε ὁ ὄγκος ἐλάττων ἐγίνετο, ἀλλ᾽ ἔτη τρία ἢ τέτταρα οὕτω διετέλει, ἕως δυσεντερίας γενομένης καὶ κινδυνεύσασα ὑπ᾽ αὐτῆς ἔτεκε σάρκα ἣν καλοῦσι μύλην.
事实上,曾经有一位妇女与丈夫同房并认为自己已经受孕,起初腹部胀大,其他事情也按常理进行,但当分娩的时间到了,她既没有生产,腹部也没有变小,而是这样持续了三四年,直到她患上痢疾并因此面临生命危险时,她才产下了一块被称为胎块的肉块。
ἔτι δὲ καὶ συγκαταγηράσκει καὶ συναποθνήσκει τοῦτο τὸ πάθος.
此外,这种病症还会与妇女一同衰老、一同死去。
τὰ δὲ θύραζε ἐξιόντα τῶν· τοιούτων γίνεται σκληρὰ οὕτως ὥστε μόλις διακόπτεσθαι καὶ σιδήρῳ.
而在这些排出的东西中,有的变得非常坚硬,以至于用铁器也极难切开。
περὶ μὲν οὖν τῆς τοῦ πάθους αἰτίας εἴρηται ἐν τοῖς προβλήμασιν· πάσχει γὰρ ταὐτὸν τὸ κύημα ἐν τῇ μήτρᾳ ὅπερ ἐν τοῖς ἑψομένοις τὰ μολυνόμενα, καὶ οὐ διὰ θερμότητα, ὥσπερ τινές φασιν, ἀλλὰ μᾶλλον δι᾽ ἀσθένειαν θερμότητος.
关于这种病症的原因,在《问题集》中已有叙述;因为子宫内的胚胎所遭受的情况,与被煮之物中那些“半生不熟”之物相同,而这并不是像某些人所说的那样由于热,而是由于热力的软弱。
ἔοικε γὰρ ἡ φύσις ἀδυνατεῖν καὶ οὐ δύνασθαι τελειῶσαι οὐδ᾽ ἐπιθεῖναι τῇ γενέσει πέρας.
因为自然(天性)似乎无能为力,无法使其臻于完善,也无法为生育画上终点。
διὸ καὶ συγκαταγηράσκει ἢ πολὺν ἐμμένει χρόνον· οὔτε γὰρ ὡς τετελειωμένον οὔθ᾽ ὡς πάμπαν ἀλλότριον ἔχει τὴν φύσιν.
因此,它要么与母体一同衰老,要么在体内滞留很长时间;因为它的自然状态既不像一个已完成之物,也不像一个完全外来之物。
τῆς γὰρ σκληρότητος ἡ ἀπεψία αἰτία· ἀπεψία γάρ τις καὶ ἡ μόλυνσίς ἐστιν.
因为坚硬的原因在于未熟化;而半生不熟也是一种未熟化。
ἀπορίαν δ᾽ ἔχει, διὰ τί ποτ᾽ ἐν τοῖς ἄλλοις οὐχὶ γίνεται ζῴοις, εἰ μή τι πάμπαν λέληθεν.
然而,这就产生了一个疑问:为什么这在其他动物中不曾发生,除非它完全没有被注意到。
αἴτιον δὲ δεῖ νομίζειν ὅτι μόνον ὑστερικόν ἐστι γυνὴ τῶν ἄλλων ζῴων, καὶ περὶ τὰς καθάρσεις πλεονάζει καὶ οὐ δύναται πέττειν αὐτάς· ὅταν οὖν ἐκ δυσπέπτου ἰκμάδος συστῇ τὸ κυημα, τότε γίνεται ἡ καλουμένη μύλη ἐν ταῖς γυναιξὶν εὐλόγως ἢ μάλιστα ἢ μόναις.
我们必须认为其原因在于,在所有动物中,唯有女人易患子宫疾患,且其经期排泄物过剩而无法使其熟化;因此,当胚胎是由未熟化的湿气构成时,所谓的胎块自然会在妇女中发生,要么主要是,要么唯独在她们身上发生。