Humanitext Reader

亚里士多德 · 动物的产生 §4.6#2

妊娠期的不适与多余残余物及生活习惯

第 76 段,共 93 段 · 希腊语

内容简介

亚里士多德解释了雌性因比雄性软弱和寒冷而具有不同的发育节奏,并指出人类妇女在怀孕期间比其他动物更易感到不适,其原因在于体内留存的残余物过多以及静坐的生活方式,而体能劳作则能消耗残余物并减轻分娩痛。

§4.6#2ἀσθενέστερα γάρ ἐστι καὶ ψυχρότερα τὰ θήλεα τὴν φύσιν, καὶ δεῖ ὑπολαμβάνειν ὥσπερ ἀναπηρίαν εἶναι τὴν θηλύτητα φυσικήν.
因为雌性在天性上更软弱、更寒冷,必须将雌性特征视为一种仿佛是自然缺陷的东西。
ἔσω μὲν οὖν διακρίνεται διὰ τὴν ψυχρότητα βραδέως (ἡ γὰρ διάκρισις πέψις ἐστί, πέττει δ᾽ ἡ θερμότης, εὔπεπτον δὲ τὸ θερμότερον), ἐκτὸς δὲ διὰ τὴν ἀσθένειαν ταχὺ συνάπτει πρὸς τὴν ἀκμὴν καὶ τὸ γῆρας· πάντα γὰρ τὰ ἐλάττω πρὸς τὸ τέλος ἔρχεται θᾶττον, ὥσπερ καὶ ἐν τοῖς κατὰ τέχνην ἔργοις, καὶ ἐν τοῖς ὑπὸ φύσεως συνισταμένοις.
因此,在母体内,由于其寒冷,分化进行得很慢(因为分化是熟化,热促进熟化,而更热的东西容易熟化),但在母体外,由于其软弱,它们很快就走向壮年和老年;因为所有较小的东西都更快地走向终结,无论是在人工制品中还是在由自然构成的事物中。
διὰ τὸ εἰρημένον δ᾽ αἴτιον καὶ ἐν μὲν τοῖς ἀνθρώποις τὰ διδυμοτοκούμενα θῆλυ καὶ ἄρρεν ἧττον σώζεται, ἐν δὲ τοῖς ἄλλοις οὐθὲν ἧττον· τοῖς μὲν γὰρ παρὰ φύσιν τὸ ἰσοδρομεῖν, οὐκ ἐν ἴσοις χρόνοις γινομένης τῆς διακρίσεως, ἀλλ᾽ ἀνάγκη τὸ ἄρρεν ὑστερεῖν ἢ τὸ θῆλυ προτερεῖν, ἐν δὲ τοῖς ἄλλοις οὐ παρὰ φύσιν.
由于上述原因,在人类中,生下的龙凤双胞胎存活率较低,而在其他动物中存活率并不更低;因为对人类来说,并驾齐驱是反自然的,因为两者的分化并不在相同的时间内完成,而是雄性必然落后或女性必然超前,但在其他动物中这并非反自然。
συμβαίνει δὲ καὶ διαφορὰ περὶ τὰς κυήσεις ἐπί τε τῶν ἀνθρώπων καὶ ἐπὶ τῶν ἄλλων ζῴων· τὰ μὲν γὰρ εὐθηνεῖ μᾶλλον τοῖς σώμασι τὸν πλεῖστον χρόνον, τῶν δὲ γυναικῶν αἱ πολλαὶ δυσφοροῦσι περὶ τὴν κύησιν.
此外,在人类与其他动物之间,关于妊娠也存在差异;因为其他动物在大部分时间里身体更加健壮,而大多数妇女在怀孕期间会感到不适。
ἔστι μὲν οὖν αἴτιόν τι τούτων καὶ διὰ τὸν βίον· ἑδραῖαι γὰρ οὖσαι πλείονος γέμουσι περιττώματος, ἐπεὶ ἐν οἷς ἔθνεσι πονητικὸς ὁ τῶν γυναικῶν βίος, οὔθ᾽ ἡ κύησις ὁμοίως ἐπίδηλός ἐστι, τίκτουσί τε ῥᾳδίως κἀκεῖ καὶ πανταχοῦ αἱ εἰωθυῖαι πονεῖν·
因此,这些情况的一个原因也在于生活方式;因为妇女多静坐,体内充满了更多的残余物,而在那些妇女生活辛劳的民族中,怀孕既不那么明显,而且在那些地方以及任何地方,习惯于劳作的妇女都能轻易生产。
ἀναλίσκει γὰρ ὁ πόνος τὰ περιττώματα, ταῖς δ᾽ ἑδραίαις ἐνυπάρχει πολλὰ τοιαῦτα διὰ τὴν ἀπονίαν καὶ τὸ μὴ γίνεσθαι καθάρσεις κυούσαις, ἥ τε ὠδὶς ἐπίπονός ἐστιν· ὁ δὲ πόνος γυμνάζει τὸ πνεῦμα ὥστε δύνασθαι κατέχειν, ἐν ᾧ τὸ τίκτειν ἐστὶ ῥᾳδίως ἢ χαλεπῶς.
因为劳作消耗了残余物,而由于缺乏劳作以及怀孕期间没有经期排泄,在静坐的妇女体内留存有许多此类残余物,且她们的分娩痛是痛苦的;而劳作锻炼了呼吸,使她们能够屏住呼吸,而轻易或艰难地分娩正取决于能否屏住呼吸。
ἔστι μὲν οὖν, ὥσπερ εἴρηται, καὶ ταῦτα συμβαλλόμενα πρὸς τὴν διαφορὰν τοῦ πάθους τοῖς ἄλλοις ζῴοις καὶ ταῖς γυναιξί, μάλιστα δ᾽ ὅτι τοῖς μὲν αὐτῶν ὀλίγη γίνεται κάθαρσις, τοῖς δ᾽ οὐκ ἐπίδηλος ὅλως, ταῖς δὲ γυναιξὶ πλείστη τῶν ζῴων, ὥστε μὴ γινομένης τῆς ἐκκρίσεως διὰ τὴν κύησιν ταῖς μὲν ταραχὴν παρέχει·
所以,正如所说,这些因素也导致了其他动物与妇女在这种状况上的差异,但最主要的是,在一些动物中只有很少的排泄物,而在另一些动物中则完全不明显,而在妇女中则是所有动物中最多的,因此当由于怀孕而没有发生这种排泄时,就会给她们带来不适。
καὶ γὰρ μὴ κυούσαις, ὅταν αἱ καθάρσεις μὴ γίγνωνται, νόσοι συμβαίνουσιν· καὶ τὸ πρῶτον δὲ ταράττονται συλλαμβάνουσαι μᾶλλον αἱ πλεῖσται τῶν γυναικῶν· τὸ γὰρ κύημα κωλύειν μὲν δύναται τὰς καθάρσεις, διὰ μικρότητα δὲ οὐδὲν ἀναλίσκει πλῆθος τοῦ περιττώματος τὸ πρῶτον, ὕστερον δὲ κουφίζει μεταλαμβάνον·
因为即使在不怀孕时,如果不能排泄,也会发生疾病;而且大多数妇女在刚受孕时受到的干扰更大;因为胚胎能够阻止经期排泄,但由于体型微小,它起初无法消耗任何数量的残余物,而稍后随着它分担并摄取这些营养,便会减轻负担。
ἐν δὲ τοῖς ἄλλοις ζῴοις διὰ τὸ ὀλίγον εἶναι σύμμετρον γίνεται πρὸς τὴν αὔξησιν τῶν ἐμβρύων, καὶ ἀναλισκομένων τῶν περιττωμάτων τῶν ἐμποδιζόντων τὴν τροφὴν εὐημερεῖ τοῖς σώμασι μᾶλλον.
但在其他动物中,由于残余物较少,它与胚胎的生长是相称的,并且随着阻碍营养的残余物被消耗掉,它们的身体变得更加健康。
καὶ ἐν τοῖς ἐνύδροις τὸν αὐτὸν τρόπον καὶ ἐν τοῖς ὄρνισιν.
水生动物和鸟类也是如此。
ἤδη δὲ μεγάλων γινομένων τῶν κυημάτων, ὅσοις μηκέτι συμβαίνει ἡ εὐτροφία τῶν σωμάτων, αἴτιον τὸ τὴν αὔξησιν τοῦ κυήματος δεῖσθαι πλείονος τῆς περιττωματικῆς τροφῆς.
但当胚胎已经变大时,在那些母体不再保持身体健康的动物中,其原因在于胚胎的生长需要超过残余营养的更多营养。
ὀλίγαις δέ τισι τῶν γυναικῶν βέλτιον ἔχειν τὰ σώματα συμβαίνει κυούσαις· αὗται δ᾽ εἰσὶν ὅσαις μικρὰ τὰ περιττώματα ἐν τῷ σώματι, ὥστε καταναλίσκεσθαι μετὰ τῆς εἰς τὸ ἔμβρυον τροφῆς.
然而,在极少数妇女中,怀孕期间身体状况反而更好;这些是那些体内残余物较少的妇女,因此这些残余物随同流向胚胎的营养而被全部消耗掉。

词汇与语法注释

  1. §4.6#2τοῖς μὲν γὰρ παρὰ φύσιν τὸ ἰσοδρομεῖ — “因为对人类(τοῖς [ἀνθρώποις])来说,并驾齐驱(双胞胎以相同速度发育)是反自然的。”τοῖς μὲν 指代前文中的 ἐν μὲν τοῖς ἀνθρώποις。主语是冠词性不定式 τὸ ἰσοδρομεῖν,系动词 ἐστί 被省略。
  2. §4.6#2ἐν ᾧ τὸ τίκτειν ἐστὶ ῥᾳδίως ἢ χαλεπῶς — “在其中(通过屏气或训练气息),分娩变得容易或困难。”关系代词 ᾧ 的先行词是前文的不定式 τὸ κατέχειν(屏气)或 τὸ πνεῦμα(呼吸/气息),与介词 ἐν 连用,表示决定分娩易难的条件或依据。
  3. §4.6#2ὥστε μὴ γινομένης τῆς ἐκκρίσεως διὰ τὴν κύησιν ταῖς μὲν ταραχὴν παρέχει — “因此,当由于怀孕而没有发生这种排泄时,便会给她们(妇女)带来不适。”μὴ γινομένης τῆς ἐκκρίσεως 是属格独立结构。间接宾语 ταῖς μὲν 指代妇女,并与后文的 ἐν δὲ τοῖς ἄλλοις ζῴοις(而在其他动物中)形成对比。παρέχει 的主语是“没有发生排泄”这一事态或前文的 κάθαρσις(净化/排泄物)。

引用这一段

亚里士多德, 动物的产生 §4.6#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:4.6%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。