§4.5#1Περὶ μὲν οὖν ὀλιγοτοκίας καὶ πολυτοκίας καὶ παραφύσεως τῶν πλεοναζόντων ἢ ἐλλειπόντων μορίων, ἔτι δὲ περὶ τῶν τερατωδῶν, εἴρηται.
因此,关于少产和多产、多余或缺失部位的附生物,以及奇形,都已经论述过了。
τῶν δὲ ζῴων τὰ μὲν ὅλως οὐκ ἐπικυΐσκεται τὰ δ᾽ ἐπικυΐσκεται, καὶ τῶν ἐπικυϊσκομένων τὰ μὲν δύναται τὰ κυήματα ἐκτρέφειν, τὰ δὲ ποτὲ μὲν ποτὲ δ᾽ οὔ.
另一方面,在动物中,有些完全不进行重胎,有些则会进行;在进行重胎的动物中,有些能够将胚胎抚育成熟,有些则是时而能、时而不能。
τοῦ δὲ μὴ ἐπικυΐσκεσθαι αἴτιον ὅτι μονοτόκα ἐστίν.
不进行重胎的原因在于它们是单胎动物。
τά τε γὰρ μώνυχα οὐκ ἐπικυΐσκεται καὶ τὰ τούτων μείζονα· διὰ γὰρ τὸ μέγεθος τὸ περίττωμα ἀναλίσκεται εἰς τὸ κύημα.
因为奇蹄类动物以及比它们更大的动物都不会重胎;因为由于其体型巨大,残余物被消耗在了胚胎的发育上。
πᾶσι γὰρ ὑπάρχει μέγεθος τούτοις σώματος, τῶν δὲ μεγάλων καὶ τὰ ἔμβρυα μεγάλα κατὰ λόγον ἐστίν· διὸ καὶ τὸ τῶν ἐλεφάντων ἔμβρυον ἡλίκον μόσχος ἐστίν.
因为所有这些动物都具有巨大的体型,而在大型动物中,胚胎也按比例很大;因此,大象的胚胎也有小牛那么大。
τὰ δὲ πολυτόκα ἐπικυΐσκεται διὰ τὸ τὰ πλείονα τοῦ ἑνὸς εἶναι θατέρῳ θάτερον ἐπικύημα.
另一方面,多胎动物会发生重胎,是因为由于存在不止一个胚胎,一个胚胎会成为另一个胚胎的重胎。
τούτων δ᾽ ὅσα μὲν μέγεθος ἔχει, καθάπερ ἄνθρωπος, ἐὰν μὲν ἡ ἑτέρα ὀχεία τῆς ἑτέρας γένηται πάρεγγυς, ἐκτρέφει τὸ ἐπικυηθέν· ἤδη γὰρ ὦπται τὸ τοιοῦτον συμβεβηκός.
在这些动物中,像人这样具有体型的动物,如果一次交配与另一次交配在时间上非常接近,就能将重胎的后代抚育成熟;因为这种情况已经有人观察到发生过。
αἴτιον δὲ τὸ εἰρημένον· καὶ γὰρ ἐν τῇ μιᾷ συνουσίᾳ πλεῖον τὸ ἀπιόν ἐστι σπέρμα, ὃ μερισθὲν ποιεῖ πολυτοκεῖν, ὧν ὑστερίζει θάτερον.
其原因正是上述所说的那样;因为即使在一次交配中,排出的精液也是过剩的,这精液分裂后导致了多胎,而其中一个胚胎落后于另一个。
ὅταν δ᾽ ἤδη τοῦ κυήματος ηὐξημένου συμβῇ γίνεσθαι τὴν ὀχείαν, ἐπικυΐσκεται μέν ποτε, ὀλιγάκις μέντοι διὰ τὸ τὴν ὑστέραν συμμύειν ὡς τὰ πολλὰ μέχρι τῶν κυουμένων ταῖς γυναιξίν.
但是,如果交配发生在胚胎已经长大时,有时也会发生重胎,但这很少见,因为在女性怀孕期间,子宫通常是关闭的。
ἂν δὲ συμβῇ ποτέ (καὶ γὰρ τοῦτ᾽ ἤδη γέγονεν), οὐ δύναται τελειοῦν, ἀλλὰ κυήματ᾽ ἐκπίπτει παραπλήσια τοῖς καλουμένοις ἐκτρώμασιν.
如果有时发生了这种情况(因为这确实已经发生过),它就无法将其抚育成熟,而是将胚胎排出,类似于所谓的流产物。
ὥσπερ γὰρ ἐπὶ τῶν μονοτόκων διὰ τὸ μέγεθος εἰς τὸ προϋπάρχον τὸ περίττωμα τρέπεται πᾶν, οὕτω καὶ τούτοις, πλὴν ἐκείνοις μὲν εὐθύς, τούτοις δ᾽ ὅταν αὐξηθῇ τὸ ἔμβρυον· τότε γὰρ ἔχουσι παραπλησίως τοῖς μονοτόκοις.
因为正如在单胎动物中,由于体型的缘故,所有的残余物都会流向预先存在的胚胎一样,这些动物也是如此,不同之处在于,前者是立即如此,而后者则是当胚胎变大时才如此;因为那时它们处于与单胎动物相似的状态。
ὁμοίως δὲ διὰ τὸ τὸν ἄνθρωπον φύσει πολυτόκον εἶναι, καὶ περιεῖναί τι τῷ μεγέθει τῆς ὑστέρας καὶ τοῦ περιττώματος, μὴ μέντοι τοσοῦτον ὥστε ἕτερον ἐκτρέφειν, μόνα τῶν ζῴων ὀχείαν ἐπιδέχονται κυοῦντα γυνὴ καὶ ἵππος, ἡ μὲν διὰ τὴν εἰρημένην αἰτίαν, ἡ δ᾽ ἵππος διά τε τὴν τῆς φύσεως στερρότητα καὶ τὸ περιεῖναί τι τῆς ὑστέρας μέγεθος, πλέον μὲν ἢ τῷ ἑνί, ἔλαττον δὲ ἢ ὥστε ἄλλο ἐπικυΐσκεσθαι τέλειον.
同样地,因为人天生是多胎的,且子宫的容量和残余物都有一定的盈余,尽管这盈余还不足以将另一个胚胎抚育成熟,所以在动物中,只有女人和母马在怀孕期间接受交配——前者是由于上述原因,而母马则是由于其天性的不育,以及她的子宫大小有一定的盈余,这盈余确实比容纳一个胚胎要多,但又不足以完全重胎另一个。
ἔστι δὲ φύσει ἀφροδισιαστικὸν διὰ τὸ ταὐτὸ πεπονθέναι τοῖς στερροῖς· ἐκεῖνά τε γὰρ τοιαῦτ᾽ ἐστὶ διὰ τὸ μὴ γίνεσθαι κάθαρσιν (τοῦτο δ᾽ ἐστὶν ὥσπερ τοῖς ἄρρεσι τὸ ἀφροδισιάσαι) καὶ ἵπποι αἱ θήλειαι ἥκιστα προΐενται κάθαρσιν.
而且它在天性上易于动情,因为它的状况与那些不育的动物相同;因为那些动物之所以处于那种状态,是因为它们不发生排泄(而这种排泄对雌性来说就像雄性的交配一样),且母马最不排出排泄物。
ἐν πᾶσι δὲ τοῖς ζῳοτοκοῦσι τὰ στερρὰ τῶν θηλέων ἀφροδισιαστικὰ διὰ τὸ παραπλησίως ἔχειν τοῖς ἄρρεσιν, ὅταν συνειλεγμένον μὲν ᾖ τὸ σπέρμα, μὴ ἀποκρινόμενον δέ.
在所有胎生动物中,不育的雌性都易于动情,因为她们处于类似于雄性的状态下,即精液已积聚但未排出。