§4.4#4ὁ δὲ ἄνθρωπος ἐπαμφοτερίζει πᾶσι τοῖς γένεσιν·
另一方面,人类对所有动物类别都呈现出双重性;因为人既可以生单胎、多胎,有时也可以生少胎,但在天性上人类主要是单胎的。
καὶ γὰρ μονοτοκεῖ καὶ πολυτοκεῖ καὶ ὀλιγοτοκεῖ ποτέ, μάλιστα δὲ μονοτόκον τὴν φύσιν ἐστί, διὰ μὲν τὴν ὑγρότητα τοῦ σώματος καὶ θερμότητα πολυτόκον (τοῦ γὰρ σπέρματος ἡ φύσις ὑγρὰ καὶ θερμή), διὰ δὲ τὸ μέγεθος ὀλιγοτόκον καὶ μονοτόκον.
一方面,由于身体的湿润和炎热,人类是多产的(因为精液的天性是湿且热的);但另一方面,由于体型巨大,人类是少产和单胎的。
διὰ δὲ τοῦτο καὶ τοὺς τῆς κυήσεως χρόνους μόνῳ τῶν ζῴων ἀνωμάλους εἶναι συμβέβηκεν.
正因为如此,在所有动物中,唯独人类的妊娠时间是不规则的。
τοῖς μὲν γὰρ ἄλλοις εἷς ἐστὶν ὁ χρόνος, τοῖς δ᾽ ἀνθρώποις πλείους· καὶ γὰρ ἑπτάμηνα καὶ δεκάμηνα γεννῶνται καὶ κατὰ τοὺς μεταξὺ χρόνους· καὶ γὰρ τὰ ὀκτάμηνα ζῇ μέν, ἧττον δέ.
因为对其他动物来说,妊娠时间是单一的,而对人类来说,则有多个时期;因为有七个月和十个月出生的,也有在其中间时期出生的;而八个月出生的婴儿虽然能活,但生命力较弱。
τὸ δ᾽ αἴτιον ἐκ τῶν νῦν λεχθέντων συνίδοι τις ἄν, εἴρηται δὲ περὶ αὐτῶν ἐν τοῖς προβλήμασιν.
其原因从刚才所说的话中可以推知,而在《问题集》中也已论述过。
καὶ περὶ μὲν τούτων διωρίσθω τὸν τρόπον τοῦτον·
那么,关于这些事情就以这种方式来界定吧。
τῶν δὲ πλεοναζόντων μορίων παρὰ φύσιν τὸ αὐτὸ αἴτιον καὶ τῆς διδυμοτοκίας.
另一方面,自然之外的多余器官的产生原因,与生双胞胎的原因是相同的。
ἤδη γὰρ ἐν τοῖς κυήμασι συμβαίνει τὸ αἴτιον, ἐὰν πλείω ὕλην συστήσῃ ἢ κατὰ τὴν τοῦ μορίου φύσιν.
因为这一原因在胚胎中就已经发生,只要它们凝结了多于该器官天性所需的素材。
τότε γὰρ συμβαίνει μὲν μόριον μεῖζον τῶν ἄλλων ἔχειν, οἷον δάκτυλον ἢ χεῖρα ἢ πόδα ἤ τι τῶν ἄλλων ἀκρωτηρίων ἢ μελῶν, ἢ σχισθέντος τοῦ κυήματος πλείω γίνεσθαι, καθάπερ ἐν τοῖς ποταμοῖς αἱ δῖναι.
因为那时,他们要么拥有一个比其他部分更大的器官,例如手指、手、脚或任何其他肢体或部位,要么当胚胎分裂时,产生了多个器官,就像河流中的涡流一样。
καὶ γὰρ ἐν τούτοις τὸ φερόμενον ὑγρὸν καὶ κίνησιν ἔχον ἂν ἀντικρούσῃ, δύο ἐξ ἑνὸς γίνονται συστάσεις, ἔχουσαι τὴν αὐτὴν κίνησιν· τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν κυημάτων συμβαίνει.
因为在涡流中,如果流动的液体带着运动撞击到障碍物,就会从一个中产生出两个具有相同运动的凝结物;同样的方式也发生在胚胎身上。
προσφύεται δὲ μάλιστα μὲν πλησίον ἀλλήλων, ἐνίοτε δὲ καὶ πόρρω διὰ τὴν γιγνομένην ἐν τῷ κυήματι κίνησιν, μάλιστα δὲ διὰ τὸ τὴν τῆς ὕλης ὑπεροχήν, ὅθεν ἀφῃρέθη, ἐκεῖ ἀποδιδόναι, τὸ δ᾽ εἶδος ἔχειν, ὅθεν ἐπλεόνασεν.
它们最容易在彼此相近的地方愈合在一起,但有时由于胚胎中发生的运动,也会在较远的地方愈合。 但最主要的是,因为素材的过剩部分被送回到了它被剥离的地方,并呈现出它原本过剩的那个器官的形状。
ὅσα δὲ συμβαίνει τοιαῦτα ὥστε δύο ἔχειν αἰδοῖα, τὸ μὲν ἄρρενος τὸ δὲ θήλεος, ἀεὶ μὲν τῶν πλεοναζόντων γίνεται τὸ μὲν κύριον τὸ δ᾽ ἄκυρον τῷ κατὰ τὴν τροφὴν ἀεὶ ἀμαυροῦσθαι ἅτε παρὰ φύσιν ὄν, προσπέφυκε δ᾽ ὥσπερ τὰ φύματα· καὶ γὰρ ταῦτα λαμβάνει τροφήν, καίπερ ὄντα ὑστερογενῆ καὶ παρὰ φύσιν.
而在那些拥有两个生殖器(一个是雄性,一个是雌性)的情况下,在这些多余的器官中,总是一个起主导作用,另一个不起作用,因为由于其反常的天性,它在营养分配上总是被削弱,并且像肿瘤一样附着生长;因为肿瘤虽然是后生的且违反自然的,但同样吸取营养。
γίνεται δὲ κρατήσαντος μὲν τοῦ δημιουργοῦντος ὅμοια δύο καὶ κρατηθέντος ὅλως· ἂν δὲ τῇ μὲν κρατήσῃ τῇ δὲ κρατηθῇ, τὸ μὲν θῆλυ τὸ δὲ ἄρρεν.
如果塑造力量占据上风,就会产生两个相同的器官,而被完全征服时也是如此;但如果它在一处占上风而另一处被征服,则一个为雌性,另一个为雄性。
οὐθὲν γὰρ διαφέρει τοῦτο λέγειν ἐπὶ τῶν μορίων ἢ ἐπὶ τοῦ ὅλου, δι᾽ ἣν αἰτίαν γίνεται τὸ μὲν θῆλυ τὸ δ᾽ ἄρρεν.
因为无论是对于部分还是对于整体来说,说明一个成为雌性而另一个成为雄性的原因,这两种说法并无二致。
ὅσα δ᾽ ἐλλείποντα γίνεται τῶν τοιούτων μορίων, οἷον ἀκρωτηρίου τινὸς ἢ τῶν ἄλλων μελῶν, τὴν αὐτὴν δεῖ νομίζειν αἰτίαν, ὅμοιον γάρ, κἂν ὅλως τὸ γινόμενον ἀμβλωθῇ.
而对于那些产生缺陷的器官,例如某些肢体或其他部位的缺失,必须认为其原因也是相同的;因为这与发育中的胚胎完全流产是相似的。
ἀμβλώσεις δὲ γίνονται πολλαὶ τῶν κυημάτων.
而且胚胎的流产是经常发生的。
διαφέρουσι δ᾽ αἱ μὲν παραφύσεις τῆς πολυτοκίας τὸν εἰρημένον τρόπον, τὰ δὲ τέρατα τούτων τῷ πολλὰ εἶναι αὐτῶν σύμφυσιν.
附生器官与多产的区别正如上述方式,而畸形与这些的区别则在于它们的大多数器官是愈合在一起的。
ἔνια δὲ καὶ τοῦτον τὸν τρόπον, ἐὰν ἐπὶ μειζόνων γένωνται καὶ κυριωτέρων μορίων, οἷον ἔνια ἔχει δύο σπλῆνας καὶ πλείους νεφρούς.
有些也是以这种方式,如果它们发生在更大且更主要的器官上,例如有些拥有两个脾脏和多个肾脏。
ἔτι δὲ μεταστάσεις τῶν μορίων παρατρεπομένων τῶν κινήσεών εἰσι καὶ τῆς ὕλης μεθισταμένης.
此外,器官的移位是由于运动偏转和素材转移造成的。
ἓν δ᾽ εἶναι τὸ ζῷον τὸ τερατῶδες ἢ πλείω συμπεφυκότα δεῖ νομίζειν κατὰ τὴν ἀρχήν, οἷον εἰ τοιοῦτόν ἐστιν ἡ καρδία μόριον, τὸ μὲν μίαν ἔχον καρδίαν ἓν ζῷον, τὰ δὲ πλεονάζοντα μόρια παραφύσεις, τὰ δὲ πλείω ἔχοντα δύο μὲν εἶναι, συμπεφυκέναι δὲ διὰ τὴν τῶν κυημάτων σύνα ψιν.
而一个畸形动物应该被看作是一个还是多个愈合在一起的,必须根据其起始点来判断;例如,如果心脏是这样的器官,那么拥有一个心脏的是一个动物,而多余的器官是附生物,而拥有多个心脏的是两个动物,它们由于胚胎的结合而愈合在一起。
συμβαίνει δὲ πολλάκις καὶ τῶν οὐ δοκούντων ἀναπήρων εἶναι ζῴων πολλοῖς ἤδη τετελειωμένοις τοὺς μὲν συμπεφυκέναι τῶν πόρων τοὺς δὲ παρεκτετράφθαι.
而且,在许多看起来并没有残疾的动物中,当它们已经发育完全时,常常会发生一些通道愈合或有些通道偏离原位的情况。
καὶ γὰρ θήλεσί τισιν ἤδη τὸ στόμα τῶν ὑστερῶν συμπεφυκὸς διετέλεσεν, ἤδη δ᾽ ὥρας οὔσης τῶν καταμηνίων καὶ πόνων γιγνομένων ταῖς μὲν αὐτόματον ἐρράγη, ταῖς δ᾽ ὑπὸ ἰατρῶν διῃρέθη· τὰς δὲ διαφθαρῆναι συνέπεσεν ἢ βίᾳ γενομένης τῆς ῥήξεως ἢ γενέσθαι μὴ δυναμένης.
因为在某些雌性中,子宫口一直保持愈合状态,当月经期到来并产生痛苦时,有些人的子宫口自动破裂,有些人的则由医生切开;但有些女性则因为破裂发生得太剧烈,或者因为无法破裂而死去了。
καὶ τῶν παίδων ἐνίοις οὐ κατὰ τὸ αὐτὸ συνέπεσε τὸ πέρας τοῦ αἰδοίου καὶ ὁ πόρος ᾗ διέρχεται τὸ περίττωμα τὸ ἐκ τῆς κύστεως, ἀλλ᾽ ὑποκάτωθεν· διὸ καὶ καθήμενοι οὐροῦσι, τῶν δὲ ὄρχεων ἀνεσπασμένων ἄνω δοκοῦσι τοῖς ἄποθεν ἅμα θήλεος ἔχειν αἰδοῖον καὶ ἄρρενος.
而在一些孩子中,阴茎的末端和膀胱排出物的通道并没有合在同一个地方,而是在下方;因此他们坐着排尿,而且由于睾丸被向上提起,这使远处的观察者觉得他们同时拥有雌性和雄性的生殖器。
ἤδη δὲ καὶ ὁ τῆς ξηρᾶς τροφῆς πόρος συμπεφυκὼς ἐπί τινων ζῴων γέγονε, καὶ προβάτων καὶ ἄλλων, ἐπεὶ καὶ βοῦς ἐν Περίνθῳ ἐγένετο ᾗ διὰ τῆς κύστεως λεπτὴ διηθουμένη τροφὴ διεχώρει, καὶ ἀνατμηθέντος τοῦ ἀρχοῦ ταχὺ πάλιν συνεφύετο, καὶ οὐκ ἐπεκράτουν διαιροῦντες.
另外,在一些动物中,包括绵羊和其他动物,也曾发生过固体食物通道愈合的情况,因为在佩林托斯也曾出生过一头牛,其食物经精细过滤后通过膀胱排出;当切开其肛门时,它很快又愈合了,医生们无法通过切开来保持其通畅。