§4.4#1καὶ γὰρ τὸ τέρας ἀναπηρία τις ἐστίν.
因为怪物确实也是一种畸形(残缺)。
Δημόκριτος μὲν οὖν ἔφησε γίγνεσθαι τὰ τέρατα διὰ τὸ δύο γονὰς πίπτειν, τὴν μὲν πρότερον ὁρμήσασαν τὴν δ᾽ ὕστερον, καὶ ταύτην ἐξελθοῦσαν ἐλθεῖν εἰς τὴν ὑστέραν ὥστε συμφύεσθαι καὶ ἐπαλλάττειν τὰ μόρια.
德谟克利特认为,怪物的产生是因为排出了两次精液,一次开始较早,另一次较晚,而后者排出后进入了前者之中,从而使各个部位融合并交错重叠。
ταῖς δ᾽ ὄρνισιν ἐπεὶ συμβαίνει ταχεῖαν γίνεσθαι τὴν ὀχείαν, ἀεὶ τά τ᾽ ᾠὰ καὶ τὴν χρόαν αὐτῶν ἐπαλλάττειν φησίν.
他说,由于鸟类的交配发生得很快,所以它们的蛋和蛋的颜色总是交错重叠的。
εἰ δὲ συμβαίνει ἐξ ἑνὸς σπέρματος πλείω γίνεσθαι καὶ μιᾶς συνουσίας, ὅπερ φαίνεται, βέλτιον μὴ κύκλῳ περιιέναι παρέντας τὴν σύντομον.
但是,正如实际观察到的那样,如果一回交配和一次精液能产生多个后代,那么最好不要舍近求远地绕弯子解释。
τοῖς γὰρ τοιούτοις μάλιστ᾽ ἀναγκαῖον τοῦτο συμβαίνειν, ὅταν μὴ διακριθῶσιν ἀλλ᾽ ἅμα τὰ σπέρματα ἔλθωσιν.
因为对于这类动物来说,当精液没有分离开来而是同时到来时,这种情况的发生是最不可避免的。
εἰ μὲν οὖν αἰτιάσασθαι δεῖ τὴν ἀπὸ τοῦ ἄρρενος γονήν, τοῦτον ἂν τὸν τρόπον εἴη λεκτέον· ὅλως δὲ μᾶλλον τὴν αἰτίαν οἰητέον ἐν τῇ ὕλῃ καὶ τοῖς συνισταμένοις κυήμασιν εἶναι.
因此,如果必须将原因归咎于来自雄性的精液,就应该以这种方式来解释;但总的来说,我们更应该认为原因在于质料和正在形成的胚胎中。
διὸ καὶ γίνονται τὰ τοιαῦτα τῶν τεράτων ἐν μὲν τοῖς μονοτόκοις σπάνια πάμπαν, ἐν δὲ τοῖς πολυτόκοις μᾶλλον, καὶ μάλιστ’ ἐν ὄρνισι, τῶν δ᾽ ὀρνίθων ἐν ταῖς ἀλεκτορίσιν.
因此,这类怪物在单胎动物中极其罕见,而在多胎动物中更为常见,尤其是在鸟类中,而在鸟类中又以母鸡最为显著。
αὗται γὰρ πολυτοκοῦσιν, οὐ μόνον τῷ πολλάκις τίκτειν ὥσπερ τὸ τῶν περιστερῶν γένος, ἀλλὰ καὶ τῷ πολλὰ ἅμα ἔχειν κυήματα καὶ πᾶσαν ὥραν ὀχεύεσθαι.
因为母鸡是多产的,不仅像鸽类那样频繁产蛋,而且还因为同时怀有许多胚胎并在任何季节都进行交配。
διόπερ καὶ πολλὰ δίδυμα τίκτουσιν· συμφύεται γὰρ διὰ τὸ πλησίον ἀλλήλων εἶναι τὰ κυήματα, καθάπερ ἐνίοτε πολλὰ τῶν περικαρπίων, τούτων δὲ ὅσων μὲν ἂν αἱ λέκιθοι διορίζωνται κατὰ τὸν ὑμένα, δύο γίνονται νεοττοὶ κεχωρισμένοι, περιττὸν οὐδὲν ἔχοντες·
因此,它们也产下许多双黄蛋;因为胚胎彼此靠得很近,所以它们融合在一起,就像有时一些果实融合在一起一样。
ὅσων δὲ συνεχεῖς καὶ μὴ διείργει μηθέν, ἐκ τούτων οἱ νεοττοὶ γίνονται τερατώδεις, σῶμα μὲν καὶ κεφαλὴν μίαν ἔχοντες, σκέλη δὲ τέτταρα καὶ πτέρυγας διὰ τὸ τὰ μὲν ἄνωθεν ἐκ τοῦ λευκοῦ γίνεσθαι καὶ πρότερον, ταμιευομένης ἐκ τῆς λεκίθου τῆς τροφῆς αὐτοῖς, τὸ δὲ κάτω μόριον ὑστερίζειν μέν, τὴν δὲ τροφὴν εἶναι μίαν καὶ ἀδιόριστον.
在这些蛋中,凡是蛋黄被膜隔开的,就会产生两只分开的雏鸡,没有任何多余的部分;而凡是蛋黄相连、没有任何东西隔开的,产生出来的雏鸡就是畸形的,有一个身体和一个头,却有四条腿和四个翅膀,这是因为上部先由蛋白形成,其营养由蛋黄分配,而下部较晚形成,且营养是统一而不分的。
ἤδη δὲ καὶ ὄφις ὦπται δικέφαλος διὰ τὴν αὐτὴν αἰτίαν· ᾠοτοκεῖ γὰρ καὶ πολυτοκεῖ καὶ τοῦτο τὸ γένος.
而且,由于同样的原因,人们也已经见过双头蛇;因为这个物种也是卵生且多产的。
σπανιώτερον δὲ τὸ τερατῶδες ἐπ᾽ αὐτῶν διὰ τὸ σχῆμα τῆς ὑστέρας· στοιχηδὸν γὰρ κεῖται τὸ πλῆθος τῶν ᾠῶν διὰ τὸ μῆκος αὐτῆς.
但畸形在它们中较为罕见,这是因为子宫的形状;因为由于子宫的长度,许多蛋排成了一列。
καὶ περὶ τὰς μελίττας καὶ τοὺς σφῆκας οὐδὲν γίνεται τοιοῦτον· ἐν κεχωρισμένοις γὰρ κυτταρίοις ὁ τόκος ἐστὶν αὐτῶν.
在蜜蜂和黄蜂中,则没有发生任何此类情况;因为它们的产卵是在分开的巢房中进行的。
περὶ δὲ τὰς ἀλεκτορίδας τοὐναντίον συμβέβηκεν, ᾗ καὶ δῆλον ὡς ἐν τῇ ὕλῃ τὴν αἰτίαν δεῖ νομίζειν τῶν τοιούτων· καὶ γὰρ τῶν ἄλλων ἐν τοῖς πολυτόκοις μᾶλλον.
但在母鸡中发生的情况正好相反,由此也清楚地表明,必须认为此类事情的原因在于质料;因为在其他动物中,这也是在多胎动物中发生得更多。
διὸ ἐν ἀνθρώπῳ ἧττον· ὡς γὰρ ἐπὶ τὸ πολὺ μονοτόκον ἐστὶ καὶ τελειογόνον, ἐπεὶ καὶ τούτων ἐν οἷς τόποις πολύγονοι αἱ γυναῖκές εἰσι, τοῦτο συμβαίνει μᾶλλον, οἷον περὶ Αἴγυπτον.
因此在人类中发生得较少;因为人类在大多数情况下是单胎且生育完全的,尽管即使在人类中,在妇女多产的地区,如埃及附近,这种情况也发生得更多。
ἐν δὲ ταῖς αἰξὶ καὶ τοῖς προβάτοις γίνεται μᾶλλον· πολυτοκώτερα γάρ ἐστιν.
但在山羊和绵羊中发生得更多;因为它们更易多产。
ἔτι δὲ μᾶλλον ἐν τοῖς πολυσχιδέσιν· ἔστι γὰρ τὰ τοιαῦτα πολυτόκα τῶν ζῴων καὶ οὐ τελειογόνα, καθάπερ ἡ κύων· τὰ γὰρ πολλὰ τίκτει τυφλὰ τούτων.
而在多趾(蹄分爪)动物中发生得还要多;因为此类动物多产且生育不完全,如狗;因为它们的幼仔大多出生时是瞎的。
δι᾽ ἣν δ᾽ αἰτίαν τοῦτο συμβαίνει καὶ δι᾽ ἣν αἰτίαν πολυτοκοῦσιν, ὕστερον λεκτέον.
至于这是出于什么原因,以及它们为何多产,将在以后说明。
ἀλλὰ προωδοποίηται τῇ φύσει πρὸς τὸ τερατοτοκεῖν τὸ μὴ γεννᾶν ὅμοια διὰ τὴν ἀτέλειαν· ἔστι δὲ καὶ τὸ τέρας τῶν ἀνομοίων.
但是,由于发育不全而生育出与父母不相似的后代,已经为自然走向生育怪物铺平了道路;因为怪物也属于不相似的事物之列。
διόπερ ἐπαλλάττει τοῦτο τὸ σύμπτωμα τοῖς τοιούτοις τὴν φύσιν.
因此,这种伴随现象在此类动物中与自然相交错。
ἐν γὰρ τούτοις μάλιστα γίνεται καὶ τὰ μετάχοιρα καλούμενα.
因为在这些动物中,最常发生所谓的“后生猪(未熟仔猪)”。
ταῦτα δ᾽ ἐστὶ κατά τι πεπονθότα τερατῶδες· τὸ γὰρ ἐκλείπειν ἢ προσεῖναί τι τερατῶδες.
这些在某种程度上受到了畸形的影响;因为缺少或多出某些东西就是畸形的。
ἔστι γὰρ τὸ τέρας τῶν παρὰ φύσιν τι, παρὰ φύσιν δ᾽ οὐ πᾶσαν ἀλλὰ τὴν ὡς ἐπὶ τὸ πολύ· περὶ γὰρ τὴν ἀεὶ καὶ τὴν ἐξ ἀνάγκης οὐθὲν γίνεται παρὰ φύσιν, ἀλλ᾽ ἐν τοῖς ὡς ἐπὶ τὸ πολὺ μὲν οὕτω γινομένοις, ἐνδεχομένοις δὲ καὶ ἄλλως, ἐπεὶ καὶ τούτων ἐν ὅσοις συμβαίνει παρὰ τὴν τάξιν μὲν ταύτην, ἀεὶ μέντοι μὴ τυχόντως, ἧττον εἶναι δοκεῖ τέρας διὰ τὸ καὶ τὸ παρὰ φύσιν εἶναι τρόπον τινὰ κατὰ φύσιν, ὅταν μὴ κρατήσῃ τὴν κατὰ τὴν ὕλην ἡ κατὰ τὸ εἶδος φύσις.
因为怪物是某种违反自然的东西,但这并非违反所有的自然,而是违反大抵如此的自然;因为对于始终且必然存在的自然,没有任何违反自然的事物发生,而是在那些大抵如此发生、但也可以以其他方式发生的事务中。 而在这些事物中,凡是虽然违反了这一秩序、但总是发生且并非偶然的情况,似乎就较少被视为怪物,因为当基于形相的自然未能主导基于质料的自然时,违反自然在某种意义上也是顺应自然的。
διόπερ οὔτε τὰ τοιαῦτα τέρατα λέγουσιν, οὔτ᾽ ἐν τοῖς ἄλλοις ἐν ὅσοις εἴωθέ τι γίνεσθαι, καθάπερ ἐν τοῖς περικαρπίοις.
因此,他们不把此类事物称为怪物,在其他容易发生某种变异的事物中(如在果实中)也是如此。
ἔστι γάρ τις ἄμπελος ἣν καλοῦσί τινες κάπνεον, ἥν, ἂν ἐνέγκῃ μέλανας βότρυς, οὐ κρίνουσι τέρας διὰ τὸ πλειστάκις εἰωθέναι ταύτην τοῦτο ποιεῖν.
因为有一种被一些人称为“卡普内奥斯”(烟色)的葡萄树,如果它结出了黑色的果穗,人们并不判定它是怪物,因为这棵葡萄树大多数时候习惯于这样做。