Humanitext Reader

亚里士多德 · 动物的产生 §4.3#2

祖先返祖普遍特征及物质过量引起的变异

第 67 段,共 93 段 · 希腊语

内容简介

本节解释了通过主导和解体运动的相互作用,后代如何相似于父母或祖先,这些运动的极度混杂如何导致仅呈现普遍的“人”之形态,以及外部反作用和物质过量如何引起形态变化(如运动员及萨特病患者),从而总结了本章的讨论。

§4.3#2μάλιστα μὲν οὖν πέφυκεν ᾗ ἄρρεν καὶ ᾗ πατήρ, ἅμα κρατεῖν καὶ κρατεῖσθαι.
因此,在作为雄性和作为父亲的意义上,同时主导并被主导,是最符合自然本性的。
μικρὰ γὰρ ἡ διαφορά, ὥστ’ οὐκ ἔργον ἅμα συμβῆναι ἀμφότερα· ὁ γὰρ Σωκράτης ἀνὴρ τοιόσδε τις.
因为这二者的差异很小,所以二者同时发生并非难事;因为苏格拉底就是这样的一位特定男性。
διὸ ὡς ἐπὶ τὸ πολὺ τὰ μὲν ἄρρενα τῷ πατρὶ ἔοικεν, τὰ δὲ θήλεα τῇ μητρί.
因此,在大多数情况下,雄性像父亲,雌性像母亲。
ἅμα γὰρ εἰς ἄμφω ἔκστασις ἐγένετο, ἀντίκειται δὲ τῷ μὲν ἄρρενι τὸ θῆλυ τῷ δὲ πατρὶ ἡ μήτηρ· ἡ δ’ ἔκστασις εἰς τἀντικείμενα.
因为偏离是同时在两种能力上发生的,而雌性与雄性对立,母亲与父亲对立;偏离则是走向对立面。
ἐὰν δ’ ἡ μὲν ἀπὸ τοῦ ἄρρενος κρατήσῃ κίνησις, ἡ δ’ ἀπὸ τοῦ Σωκράτους μὴ κρατήσῃ, ἢ αὕτη μὲν ἐκείνη δὲ μή, τότε συμβαίνει γίνεσθαι ἄρρενά τε μητρὶ ἐοικότα καὶ θήλεα πατρί.
但如果来自雄性的运动主导了,而来自苏格拉底的运动没有主导,或者后者主导而前者没有,那么这时就会生出像母亲的雄性,以及像父亲的雌性。
ἐὰν δὲ λυθῶσιν αἱ κινήσεις, καὶ ᾗ μὲν ἄρρεν μείνῃ, ἡ δὲ τοῦ Σωκράτους λυθῇ εἰς τὴν τοῦ πατρός, ἔσται ἄρρεν τῷ πάππῳ ἐοικὸς ἢ τῶν ἄλλων τινὶ τῶν ἄνωθεν προγόνων κατὰ τοῦτον τὸν λόγον.
另一方面,如果运动解体了,在作为雄性的能力保留的同时,苏格拉底的运动解体并退化为他父亲的运动,那么按照这个道理,就会生出像祖父的雄性,或者像更上代其他某位祖先的雄性。
κρατηθέντος δὲ ᾗ ἄρρεν, θῆλυ ἔσται, καὶ ἐοικὸς μάλιστα μὲν τῇ μητρί, ἐὰν δὲ καὶ αὕτη λυθῇ ἡ κίνησις, μητρὶ μητρὸς ἢ ἄλλῃ τινὶ τῶν ἄνωθεν ἔσται ἡ ὁμοιότης κατὰ τὸν αὐτὸν λόγον.
如果在作为雄性的能力上被主导了,就会生出雌性,并且最像母亲;但如果这运动也解体了,那么按照同样的道理,就会表现出像外祖母或更上代其他某位祖先的相似性。
ὁ δ’ αὐτὸς τρόπος καὶ ἐπὶ τῶν μορίων· καὶ γὰρ τῶν μορίων τὰ μὲν τῷ πατρὶ ἔοικε πολλάκις, τὰ δὲ τῇ μητρί, τὰ δὲ τῶν προγόνων τισίν, ἔνεισι γὰρ καὶ τῶν μορίων αἱ μὲν ἐνεργείᾳ κινήσεις αἱ δὲ δυνάμει, καθάπερ εἴρηται πολλάκις.
同样的方式也适用于各个身体部位;因为很多时候,某些部位像父亲,某些部位像母亲,某些部位像祖先中的某人,这是因为在部位中,运动也同样有些是现实存在的,有些是潜在存在的,正如已经多次说过的那样。
καθόλου δὲ δεῖ λαβεῖν ὑποθέσεις, μίαν μὲν τὴν εἰρημένην, ὅτι. ἔνεισι τῶν κινήσεων αἱ μὲν δυνάμει αἱ δ’ ἐνεργείᾳ, ἄλλας δὲ δύο, ὅτι κρατούμενον μὲν ἐξίσταται εἰς τὸ ἀντικείμενον, λυόμενον δὲ εἰς τὴν ἐχομένην κίνησιν, καὶ ἧττον μὲν λυόμενον εἰς τὴν ἐγγύς, μᾶλλον δὲ εἰς τὴν πορρώτερον.
\n总体而言,我们必须确立以下几个假设:一个是已经提到过的,即“在这些运动中,有些是潜在的,有些是现实的”;另外两个是,“被主导的东西会偏离到其对立面,而解体的东西则退化到接续的运动中”,以及“解体程度较小时退化到邻近的运动,解体程度较大时则退化到较远的运动”。
τέλος δ’ οὕτως συγχέονται ὥστε μηθενὶ ἐοικέναι τῶν οἰκείων καὶ συγγενῶν, ἀλλὰ λείπεσθαι τὸ κοινὸν μόνον καὶ εἶναι ἄνθρωπον.
最后,它们变得如此混杂,以至于不像任何亲属或同族,而只保留了共同的特征,也就是仅仅作为一个“人”。
τούτου δ’ αἴτιον ὅτι πᾶσιν ἀκολουθεῖ τοῦτο τοῖς καθ’ ἕκαστον· καθόλου γὰρ ὁ ἄνθρωπος, ὁ δὲ Σωκράτης πατήρ, καὶ ἡ μήτηρ ἥτις ποτ’ ἦν, τῶν καθ’ ἔκαστον.
其原因在于,这一共同特征伴随着所有的个体;因为“人”是普遍概念,而作为父亲的苏格拉底以及无论是谁的母亲,都属于个体。
αἴτιον δὲ τοῦ μὲν λύεσθαι τὰς κινήσεις ὅτι τὸ ποιοῦν καὶ πάσχει ὑπὸ τοῦ πάσχοντος, οἷον τὸ τέμνον ἀμβλύνεται ὑπὸ τοῦ τεμνομένου καὶ τὸ θερμαῖνον ψύχεται ὑπὸ τοῦ θερμαινομένου, καὶ ὅλως τὸ κινοῦν ἔξω τοῦ πρώτου ἀντικινεῖταί τινα κίνησιν, οἷον τὸ ὠθοῦν ἀντωθεῖταί πως καὶ ἀντιθλίβεται τὸ θλῖβον.
\n至于运动解体的原因,则是由于主动作用者也会受到受动作用者的反作用;例如,切割之物会被被切割之物磨钝,加热之物会被被加热之物冷却,并且通常,除了第一推动者之外,推动者自身也会反向承受某种运动,例如推动者在某种程度上会被反推,挤压者也会被反向挤压。
ἐνίοτε δὲ καὶ ὅλως ἔπαθε μᾶλλον ἢ ἐποίησεν, καὶ ἐψύχθη μὲν τὸ θερμαῖνον, ἐθερμάνθη δὲ τὸ ψῦχον, ὁτὲ μὲν οὐθὲν ποιῆσαν, ὁτὲ δὲ ἧττον ἢ παθόν.
有时,主动者受到的反作用甚至大于其产生的作用,加热之物被冷却,冷却之物被加热,有时主动者完全没有产生作用,有时产生的作用小于其所承受的反作用。
εἴρηται δὲ περὶ αὐτῶν ἐν τοῖς περὶ τοῦ ποιεῖν καὶ πάσχειν διωρισμένοις, ἐν ποίοις ὑπάρχει τῶν ὄντων τὸ ποιεῖν καὶ πάσχειν.
关于这些问题,已在关于“作用与受动”的专门讨论中作了规定,指明了在存在的事物中,作用与受动存在于哪些事物之中。
ἐξίσταται δὲ τὸ πάσχον καὶ οὐ κρατεῖται ἢ δι᾽ ἔλλειψιν δυνάμεως τοῦ πέττοντος καὶ κινοῦντος, ἢ διὰ πλῆθος καὶ ψυχρότητα τοῦ πεττομένου καὶ διοριζομένου.
\n受动者发生偏离且未被主导,要么是由于使之成熟并运动的力量不足,要么是由于被成熟和被界定之物的数量过多且寒冷。
τῇ μὲν γὰρ κρατοῦν τῇ δὲ οὐ κρατοῦν ποιεῖ πολύμορφον τὸ συνιστάμενον, οἷον ἐπὶ τῶν ἀθλητῶν συμβαίνει διὰ τὴν πολυφαγίαν.
因为在某些部位主导而在另一些部位未主导,会使构建而成的个体呈现多样的形态,正如在运动员身上由于多食而发生的情况那样。
διὰ πλῆθος γὰρ τροφῆς οὐ δυναμένης τῆς φύσεως κρατεῖν, ὥστ᾽ ἀνάλογον αὔξειν καὶ διαμένειν ὁ μοίαν τὴν μορφήν, ἀλλοῖα γίνεται τὰ μέρη, καὶ σχεδὸν ἐνίοθ᾽ οὕτως ὥστε μηθὲν ἐοικέναι τῷ πρότερον.
因为由于食物量太多,自然力量无法主导,以至于不能成比例地使之增长并保持相同的形态,各个部分就变得异样,有时甚至几乎到了完全不像以前的状态的地步。
παραπλήσιον δὲ τούτῳ καὶ τὸ νόσημα τὸ καλούμενον σατυριᾶν· καὶ γὰρ ἐν τούτῳ διὰ ῥεύματος ἢ πνεύματος ἀπέπτου πλῆθος, εἰς μόρια τοῦ προσώπου παρεμπεσόντος, τοῦ ζῴου καὶ σατύρου φαίνεται τὸ πρόσωπον.
与此类似的还有被称为“萨特病”的疾病;因为在这种病中,由于大量的未熟化的流体或气进入到面部各部位,导致该动物的面部看起来像萨特一样。
Διὰ τίνα μὲν οὖν αἰτίαν θήλεα καὶ ἄρρενα γίνεται, καὶ τὰ μὲν ἐοικότα τοῖς γονεῦσι, θήλεά τε θήλεσι καὶ ἄρρενα ἄρρεσι, τὰ δ᾽ ἀνάπαλιν, θήλεά τε τῷ πατρὶ καὶ ἄρρενα τῇ μητρί, καὶ ὅλως τὰ μὲν τοῖς προγόνοις ἔοικε τὰ δ᾽ οὐθενί, καὶ ταῦτα καὶ καθ᾽ ὅλον τὸ σῶμα καὶ τῶν μορίων ἕκαστον, διώρισται περὶ πάντων.
\n因此,究竟由于什么原因产生雌性和雄性,以及为什么有的像父母(雌性像雌性,雄性像雄性),有的相反(雌性像父亲,雄性像母亲),以及为什么通常有的像祖先,有的谁也不像,并且这些情况既表现在整个身体上也表现在每一个部位上,关于这一切的原因,都已作了规定。

词汇与语法注释

  1. §4.3#2ἅμα κρατεῖν καὶ κρατεῖσθαι — “同时主导并被主导”这一表述看似矛盾,实际上是指在“作为雄性(性别)”和“作为父亲(个体)”这两种不同的能力(δυνάμεις)上,运动可以一方面起主导作用(例如产生雄性),另一方面被主导(例如个体上像母亲)。紧接着的解释“苏格拉底是这样的一位特定男性”说明了这两种属性之间的紧密联系。
  2. §4.3#2ἔξω τοῦ πρώτου — 意为“除了第一推动者以外”。这指的是亚里士多德形而上学和物理学中的“不动的推动者(第一推动者)”。在此应用了一个物理学原则:自然界中除第一推动者外的所有推动者,在对其他事物施加运动的同时,也会受到来自对方的反作用运动(受动)。
  3. §4.3#2σατυριᾶν — 虽然在医学语境中“satyriasis”可指强烈的性冲动,但在这里字面意思是“变得像萨特一样”,指由于面部积聚了大量未熟化的液体或气体,导致面部轮廓变形、酷似萨特(半人半兽的神话生物)的一种生理病症。这被用作物质过量导致形态异常的一个实例。

引用这一段

亚里士多德, 动物的产生 §4.3#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:4.3%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。