§4.1#3παραπλησίως δέ τινες πεπεισμένοι τούτοις εἰσὶ καὶ λέγουσιν ὡς τὸν δεξιὸν ὄρχιν ἀποδουμένοις ἢ τὸν ἀριστερὸν συμβαίνει τοῖς ὀχεύουσιν ἀρρενοτοκεῖν ἢ θηλυτοκεῖν· οὕτω γὰρ καὶ Λεωφάνης ἔλεγεν.
与这些人相似,有些人深信并主张,交配者如果结扎右侧或左侧的睾丸,就会导致生雄性或生雌性;因为莱奥凡内斯也是这样说的。
ἐπί τε τῶν ἐκτεμνομένων τὸν ἕτερον ὄρχιν τὸ αὐτὸ τοῦτο συμβαίνειν τινές φασιν, οὐκ ἀληθῆ λέγοντες, ἀλλὰ μαντευόμενοι τὸ συμβησόμενον ἐκ τῶν εἰκότων, καὶ προλαμβάνοντες ὡς οὕτως ἔχον πρὶν γινόμενον οὕτως ἰδεῖν, ἔτι δ’ ἀγνοῦντες ὡς οὐθὲν συμβάλλεται πρὸς τὴν γένεσιν τῆς ἀρρενογονίας καὶ θηλυγονίας τὰ μόρια ταῦτα τοῖς ζῴοις.
而且关于被切除其中一个睾丸的动物,也有人说会发生这完全相同的事,他们说的并不属实,而只是根据可能性来推测将会发生的事,并在看到事情实际发生之前就预先假设它是这样的,而且他们还不知道这些部位对于动物产生雄性和雌性毫无贡献。
τούτου δὲ δημεῖον ὅτι πολλὰ τῶν ζῴων αὐτά τε θήλεα καὶ ἄρρενά ἐστι, καὶ γεννᾷ τὰ μὲν θήλεα τὰ δ’ ἄρρενα, ὄρχεις οὐκ ἔχοντα, καθάπερ τὰ μὴ ἔχοντα πόδας, οἷον τό τε τῶν ἰχθύων γένος καὶ τὸ τῶν ὄφεων.
这方面的一个证据是,许多动物本身既有雌性也有雄性,并且有的生雌性,有的生雄性,但它们并没有睾丸,就像没有脚的动物一样,例如鱼类和蛇类。
τὸ μὲν οὖν θερμότητα καὶ ψυχρότητα αἰτίαν οἴεσθαι τοῦ ἄρρενος καὶ τοῦ θήλεος, καὶ τὸ τὴν ἀπόκρισιν ἀπὸ τῶν δεξιῶν γίνεσθαι ἢ τῶν ἀριστερῶν, ἔχει τινὰ λόγον· θερμότερα γὰρ τὰ δεξιὰ τοῦ σώματος τῶν ἀριστερῶν, καὶ τὸ σπέρμα τὸ πεπεμμιένον θερμότερον, τοιοῦτον δὲ τὸ συνεστός, γονιμώτερον δὲ τὸ συνεστὸς μᾶλλον.
现在,认为冷和热是雄性和雌性的原因,以及认为分离来自右侧或左侧,这在一定程度上是有道理的;因为身体的右侧比左侧更温暖,被成熟消化了的精液更温暖,而凝聚的精液正是这样的性质,且更凝聚的精液更具生育力。
ἀλλὰ λίαν τὸ λέγειν οὕτω πόρρωθέν ἐστιν ἅπτεσθαι τῆς αἰτίας, δεῖ δ’ ὅτι μάλιστα προσάγειν ἐκ τῶν ἐνδεχομένων ἐγγὺς τῶν πρώτων αἰτίων.
但是,这样说实在是从太远的地方去触及原因了;我们应当尽可能从可能的情况中,引入最接近第一原因的解释。
περὶ μὲν οὖν ὅλου τοῦ σώματος καὶ τῶν μορίων, τί τε ἕκαστόν ἐστι καὶ διὰ τίν’ αἰτίαν, εἴρηται πρότερον ἐν ἑτέροις.
关于整个身体和各个部位,每一个是什么以及由于什么原因,先前已在其他著作中讨论过。
ἀλλ’ ἐπεὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ διώρισται δυνάμει τινὶ καὶ ἀδυναμίᾳ τὸ μὲν γὰρ δυνάμενον πέττειν καὶ συνιστάναι τε καὶ ἐκκρίνειν σπέρμα ἔχον τὴν ἀρχὴν τοῦ εἴδους ἄρρεν· λέγω δ’ ἀρχὴν οὐ τὴν τοιαύτην ἐξ ἧς ὥσπερ ὕλης γίνεται τοιοῦτον οἷον τὸ γεννῶν, ἀλλὰ τὴν κινοῦσαν πρώτην, ἐάν τ’ ἐν αὐτῷ ἐάν τ’ ἐν ἄλλῳ τοῦτο δύνηται ποιεῖν· τὸ δὲ δεχόμενον μὲν ἀδυνατοῦν δὲ συνιστάναι καὶ ἐκκρίνειν θῆλυ) ἔτι εἰ πᾶσα πέψις ἐργάζεται θερμῷ, ἀνάγκη καὶ τῶν ζῴων τὰ ἄρρενα τῶν θηλέων θερμότερα εἶναι.
但是,既然雄性和雌性是由某种能力和无能力来定义的(因为能够成熟消化、凝聚并排出含有形式原理之精液的是雄性;我所说的原理,不是指像物质那样从中产生出像生育者一样的原理,而是指第一动因原理,无论它是在自身内还是在其他个体中能够做到这一点;而接受但无法凝聚和排出的是雌性),此外,如果所有的成熟消化都是通过热来完成的,那么动物中的雄性必然比雌性更温暖。
διὰ γὰρ ψυχρότητα καὶ ἀδυναμίαν πολυαιμεῖ κατὰ τόπους τινὰς τὸ θῆλυ μᾶλλον· καὶ ἔστιν αὐτὸ τοὐναντίον σημεῖον ἢ δι’ ἥνπερ αἰτίαν οἴονταί τινες τὸ θῆλυ θερμότερον εἶναι τοῦ ἄρρενος, διὰ τὴν τῶν καταμηνίων πρόεσιν.
因为由于寒冷和无能力,雌性在某些部位更加多血;而这本身正是一个相反的证据,反驳了某些人因为月经的排出而认为雌性比雄性更温暖的原因。
τὸ μὲν γὰρ αἷμα θερμόν, τὸ δὲ πλεῖον ἔχον μᾶλλον.
因为血液是温热的,拥有更多血液的就更温暖。
ὑπολαμβάνουσι δὲ τοῦτο γίνεσθαι τὸ πάθος δι’ ὑπερβολὴν αἵματος καὶ θερμότητος, ὥσπερ ἐνδεχόμενον αἷμα εἶναι πᾶν ὁμοίως, ἄνπερ μόνον ὑγρὸν ᾖ καὶ τὴν χρόαν αἱματῶδες, καὶ οὐκ ἔλαττον γινόμενον καὶ καθαρώτερον τοῖς εὐτροφοῦσιν.
他们假设这种现象是因为血液和热的过剩而发生的,仿佛只要是液态且颜色呈血色,所有的血液就都是一样的,而不是对于营养充足者来说其血液量更少且更纯净。
οἱ δ’ ὥσπερ τὸ κατὰ τὴν κοιλίαν περίττωμα, τὸ πλεῖον τοῦ ἐλάττονος οἴονται σημεῖον εἶναι θερμῆς φύσεως μᾶλλον.
他们就像对待腹部的排泄物一样,认为较多的量比较少的量更代表温暖的本性。
καίτοι τοὐναντίον ἐστίν.
然而事实恰恰相反。
ὥσπερ γὰρ καὶ ἐκ τῆς πρώτης τροφῆς ἐκ πολλῆς ὀλίγον ἀποκρίνεται τὸ χρήσιμον ἐν ταῖς περὶ τοὺς καρποὺς ἐργασίαις, καὶ τέλος οὐθὲν μέρος τὸ ἔσχατον πρὸς τὸ πρῶτον πλῆθός ἐστιν, οὕτω πάλιν καὶ ἐν τῷ σώματι διαδεχόμενα τὰ μέρη ταῖς ἐργασίαις, τὸ τελευταῖον πάμπαν μικρὸν ἐξ ἀπάσης γίνεται τῆς τροφῆς.
因为正如在关于果实的加工中,从大量的最初食物中分离出少量的有用部分,并且最终的部分与最初的数量相比微不足道,同样在身体里,各个部位在加工中依次交接,最末端的部分从所有的食物中变得极其微小。
τοῦτο δὲ ἐν μέν τισιν αἷμά ἐστιν, ἐν δέ τισι τὸ ἀνάλογον.
在某些动物中这是血液,而在另一些动物中则是其类似物。
ἐπεὶ δὲ τὸ μὲν δύναται τὸ δ’ ἀδυνατεῖ ἐκκρῖναι τὸ περίττωμα καθαρόν, ἁπάσῃ δὲ δυνάμει ὄργανόν τί ἐστι, καὶ τῇ χεῖρον ἀποτελούσῃ ταὐτὸ καὶ τῇ βέλτιον, τὸ δὲ θῆλυ καὶ τὸ ἄρρεν, πλεοναχῶς λεγρμένου τοῦ δυνατοῦ καὶ τοῦ ἀδυνάτου, τοῦτον ἀντίκειται τὸν τρόπον, ἀνάγκη γὰρ καὶ τῷ θήλει καὶ τῷ ἄρρενι εἶναι ὄργανα, τῷ μὲν οὖν ἡ ὑστέρα τῷ δ’ ὁ περίνεός ἐστιν.
既然一者能够而另一者不能够排出纯净的排泄物,而对于每一种能力都有某种器官存在,无论是对于以较差方式完成相同工作的能力,还是以较好方式完成相同工作的能力,且由于“能够”和“不能够”有多种含义,雌性和雄性正是以此种方式对立的,那么雌性和雄性必然都拥有器官,对于前者是子宫,而对于后者则是会阴。
ἅμα δ’ ἡ φύσις τήν τε δύναμιν ἀποδίδωσιν ἑκάστῳ καὶ τὸ ὄργανον· βέλτιον γὰρ οὕτως.
同时,自然将能力和器官都赋予了每一者;因为这样更好。