§4.1#2λέγοντί τε τὰ μόρια διεσπάσθαι τοῦ γινομένου (τὰ μὲν γὰρ ἐν τῷ ἄρρενί φησιν εἶναι τὰ δ’ ἐν τῷ θήλει, διὸ καὶ τῆς ἀλλήλων ὁμιλίας ἐπιθυμεῖν) ἀναγκαῖον καὶ τῶν τοιούτων διῃρῆσθαι τὸ μέγεθος καὶ γίνεσθαι σύνοδον, ἀλλ’ οὐ διὰ ψύξιν ἢ θερμασίαν.
对于那些主张生成物的各部位是分裂开来的人(因为他说有些在雄性中,有些在雌性中,所以它们才渴望彼此交合),必然也需要这些部位的尺寸被分割并产生结合,而不是由于冷却或加热。
ἀλλὰ περὶ μὲν τῆς τοιαύτης αἰτίας τοῦ σπέρματος τάχ’ ἂν εἴη πολλὰ λέγειν· ὅλως γὰρ ἔοικεν ὁ τρόπος τῆς αἰτίας πλασματώδης εἶναι.
不过,关于精液的这种原因,或许有很多话可以说;因为总的来说,这种解释因果的方式似乎是虚构的。
εἰ δ’ ἔστι περὶ σπέρματος οὕτως ἔχον ὥσπερ τυγχάνομεν εἰρηκότες, καὶ μήτ’ ἀπὸ παντὸς ἀπέρχεται μήθ’ ὅλως τὸ ἀπὸ τοῦ ἄρρενος παρέχει τοῖς γινομένοις ὕλην μηδεμίαν, καὶ πρὸς τοῦτον καὶ πρὸς Δημόκριτον, καὶ εἴ τις ἄλλος οὕτω τυγχάνει λέγων, ὁμοίως ἀπαντητέον οὔτε γὰρ διεσπασμένον ἐνδέχεται τὸ σῶμα τοῦ σπέρματος εἶναι, τὸ μὲν ἐν τῷ θήλει τὸ δ’ ἐν τῷ ἄρρενι, καθάπερ Ἐμπεδοκλῆς φησὶν εἰπὼν "ἀλλὰ διέσπασται μελέων φύσις, ἡ μὲν ἐν ἀνδρός," οὔτ’ ἐξ ἑκατέρου πᾶν ἀποκρινόμενον, τῷ κρατῆσαί τι μέρος ἄλλου μέρους γίνεσθαι τὸ μὲν θῆλυ τὸ δ’ ἄρρεν.
然而,如果关于精液的情况确实如我们所说的那样,它既不是来自全身,而来自雄性的精液也完全不给生成物提供任何物质,那么无论是对这者还是对德谟克利特,或者对任何其他持此种说法的人,我们都必须予以同样的驳斥;因为精液的形体既不可能分裂开来、一者在雌性中而另一者在雄性中,正如恩培多克勒所说“但肢体的自然被分裂了,一部分在男人中……”,也不可能从双方各自完全分离出精液,并由于某个部位压倒另一个部位而一者变成雌性,另一者变成雄性。
ὅλως δὲ τό γε τὴν τοῦ μέρους ὑπεροχὴν κρατήσασαν ποιεῖν θῆλυ βέλτιον μὲν ἢ μηθὲν φροντίσαντα τὸ θερμὸν αἰτιᾶσθαι μόνον, τὸ μέντοι συμβαίνειν ἅμα καὶ τὴν τοῦ αἰδοίου μορφὴν ἑτέραν δεῖται λόγου πρὸς τὸ συνακολουθεῖν ἀεὶ ταῦτ’ ἀλλήλοις.
然而,总的来说,认为某个部位的优势通过占上风而产生雌性,这确实比不加思考而仅归因于热要好;然而,生殖器的形状同时也变得不同,这一点需要解释,以便它们总是彼此相随。
εἰ γὰρ ὅτι σύνεγγυς, καὶ τῶν λοιπῶν ἕκαστον ἔδει μορίων ἀκολουθεῖν.
因为,如果是由于位置临近,那么其余的每个部位也应该随之变化。
ἑτέρῳ γὰρ ἕτερον ἐγγὺς τῶν νικώντων, ὥστε ἅμα θῆλύ τ’ ἂν ἦν καὶ τῇ μητρὶ ἐοικός, ἢ ἄρρεν καὶ τῷ πατρί.
因为在占上风的部位中,一个与另一个临近,结果就会导致它同时既是雌性又像母亲,或者是雄性又像父亲。
ἔτι ἄτοπον καὶ τὸ μόνον ταῦτ’ οἴεσθαι δεῖν γίγνεσθαι τὰ μόρια, καὶ μὴ τὸ σύνολον μεταβεβληκέναι σῶμα, καὶ μάλιστα καὶ πρῶτον τὰς φλέβας, περὶ ἃς ὡς περὶ ὑπογραφὴν τὸ σῶμα περίκειται τὸ τῶν σαρκῶν.
此外,认为应该只有这些部位发生变化,而整个身体没有改变,尤其是首先是血管没有改变,这也是荒谬的,因为肉体就像围绕着草图一样围绕着血管。
ἃς οὐ διὰ τὴν ὑστέραν εὔλογον γενέσθαι ποιάς τινας, ἀλλὰ μᾶλλον δι’ ἐκείνας τὴν ὑστέραν.
认为这些血管由于子宫而具有某种性质是不合理的,相反,子宫由于血管而具有某种性质才是合理的。
ὑποδοχὴ γὰρ αἵματός τινος ἑκάτερον, προτέρα δ’ ἡ τῶν φλεβῶν.
因为这两者中的每一个都是某种血液的容器,但血管的容器是先在的。
τὴν δὲ κινοῦσαν ἀρχὴν ἀναγκαῖον ἀεὶ προτέραν εἶναι καὶ τῆς γενέσεως αἰτίαν τῷ ποιὰν εἶναί τινα.
而动因因其具有某种特定的性质,必然总是先在的,并且是产生的原因。
συμβαίνει μὲν οὖν ἡ διαφορὰ τῶν μερῶν τούτων πρὸς ἄλληλα τοῖς θήλεσι καὶ τοῖς ἄρρεσιν, ἀλλ’ οὐκ ἀρχὴν οἰητέον οὐδ’ αἰτίαν εἶναι ταύτην, ἀλλ’ ἑτέραν, κἂν εἰ μηθὲν ἀποκρίνεται σπέρμα μήτε ἀπὸ τοῦ θήλεος μήτ’ ἀπὸ τοῦ ἄρρενος, ἀλλ’ ὅπως δή ποτε συνίσταται τὸ σπέρμα τὸ γιγνόμενον.
因此,这些部位之间的差异在雌性和雄性身上产生(随之发生),但我们不应认为这种差异是原理或原因,而应是另一个,即使精液既不从雌性也不从雄性中分离出来,或者无论生成的精液是以何种方式结合而成的。
ὁ δ’ αὐτὸς λόγος καὶ πρὸς τοὺς λέγοντας τὸ μὲν ἄρρεν ἀπὸ τῶν δεξιῶν εἶναι τὸ δὲ θῆλυ ἀπὸ τῶν ἀριστερῶν, ὅσπερ καὶ πρὸς Ἐμπεδοκλέα καὶ πρὸς Δημόκριτον.
而对于那些说雄性来自右侧、雌性来自左侧的人,其道理与针对恩培多克勒和德谟克利特的是完全一样的。
εἴτε γὰρ μηδεμίαν ὕλην συμβάλλεται τὸ ἄρρεν, οὐθὲν ἂν λέγοιεν οἱ λέγοντες οὕτως· εἴτε καὶ συμβάλλεται, καθάπερ φασίν, ὁμοίως ἀναγκαῖον ἀπαντᾶν καὶ πρὸς τὸν Ἐμπεδοκλέους λόγον, ὃς διορίζει τὸ θῆλυ πρὸς τὸ ἄρρεν θερμότητι καὶ ψυχρότητι τῆς ὑστέρας.
因为如果雄性不提供任何物质,那些这样说的人就等于什么也没说;而如果它确实如他们所说地提供物质,同样也必然要对恩培多克勒的论点进行驳斥,因为他是用子宫的温热和寒冷来区分雌雄的。
οἱ δὲ τὸ αὐτὸ ποιοῦσι, τοῖς δεξιοῖς καὶ τοῖς ἀριστεροῖς ὁρίζοντες, ὁρῶντες διαφέροντα τὸ θῆλυ καὶ τὸ ἄρρεν καὶ μορίοις ὅλοις, ὧν διὰ τίν’ αἰτίαν ὑπάρξει τοῖς ἐκ τῶν ἀριστερῶν, τοῖς δ’ ἐκ τῶν δεξιῶν οὐχ ὑπάρξει τὸ σῶμα τὸ τῆς ὑστέρας;
而他们做的是同样的事,用右侧和左侧来界定,尽管他们看到雌性和雄性在整个部位上也是不同的;在这些部位中,究竟由于什么原因,子宫的形体属于来自左侧的,而不属于来自右侧的呢?
ἂν γὰρ ἔλθῃ μὲν μὴ σχῇ δὲ τοῦτο τὸ μόριον, ἔσται θῆλυ οὐκ ἔχον ὑστέραν καὶ ἄρρεν ἔχον, ἂν τύχῃ.
因为如果精液来自左侧却没有这个部位,那么如果碰巧的话,就会有不带子宫的雌性和带有子宫的雄性。
ἔτι δ’ ὅπερ εἴρηται καὶ πρότερον, ὦπται καὶ θῆλυ ἐν τῷ δεξιῷ μέρει τῆς ὑστέρας καὶ ἄρρεν ἐν τῷ ἀριστερῷ καὶ ἄμφω ἐν τῷ αὐτῷ μέρει, καὶ τοῦτ’ οὐχ ὅτι ἅπαξ ἀλλὰ πλεονάκις, ἢ τὸ ἄρρεν μὲν ἐν τοῖς δεξιοῖς, τὸ θῆλυ δ’ ἐν τοῖς ἀριστεροῖς· οὐχ ἧττον δὲ ἀμφότερα γίνεται ἐν τοῖς δεξιοῖς.
此外,正如先前所说,我们也看到过雌性在子宫的右侧,雄性在左侧,以及两者都在同一侧,这不仅是一次,而是多次;或者,虽然雄性在右侧,雌性在左侧,但两方同样多地在右侧产生。