§3.8Τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ μαλάκια ποιεῖται τὸν τόκον, οἷον σηπίαι καὶ τὰ τοιαῦτα, καὶ τὰ μαλακόστρακα, οἷον κάραβοι καὶ τὰ συγγενῆ τούτοις· τίκτει γὰρ ἐξ ὀχείας καὶ ταῦτα, καὶ συνδυαζόμενον τὸ ἄρρεν τῷ θήλει πολλάκις ὦπται.
同样地,软体动物(如乌贼及此类动物)以及软甲动物(如龙虾及与其同类的动物)也进行产卵;因为这些动物也是通过交配而生育的,而且常常可以观察到雄性与雌性交配。
διόπερ οὐδ᾽ ἱστορικῶς οὐδὲ ταύτῃ φαίνονται λέγοντες οἱ φάσκοντες τοὺς ἰχθῦς πάντας εἶναι θήλεις καὶ τίκτειν οὐκ ἐξ ὀχείας.
因此,那些声称所有鱼类都是雌性且不通过交配生育的人,无论是在实际观察上还是在这一点上,显然都说得不对。
τὸ γὰρ ταῦτα μὲν ἐξ ὀχείας οἴεσθαι, ἐκεῖνα δὲ μή, θαυμαστόν· εἴ τε τοῦτ᾽ ἐλελήθει, σημεῖον ἀ πειρίας.
因为认为这些动物是通过交配生育,而那些鱼类却不是,这是令人惊异的;如果他们没有注意到这一点,那就是缺乏经验的证据。
γίνεται δὲ ὁ συνδυασμὸς τούτων χρονιώτερος πάντων, ὥσπερ τῶν ἐντόμων, εὐλόγως ἄναιμα γάρ ἐστι, διόπερ ψυχρὰ τὴν φύσιν.
而这些动物的交配是所有动物中最持久的,就像昆虫一样,这是理所当然的;因为它们是无血动物,因此天性寒冷。
ταῖς μὲν οὗν σηπίαις καὶ ταῖς τευθίσι δύο τὰ ᾠὰ φαίνεται διὰ τὸ διηρθρῶσθαι τὴν ὑστέραν καὶ φαίνεσθαι δικρόαν, τὸ δὲ τῶν πολυπόδων ἓν ᾠόν.
因此,在乌贼和鱿鱼中,由于子宫结构清晰且呈现双分叉状,卵块看起来有两个,而章鱼的卵块则只有一个。
αἴτιον δ᾽ ἡ μορφὴ στρογγύλη τὴν ἰδέαν οὖσα καὶ σφαιροειδής· ἡ γὰρ σχίσις ἄδηλος πληρωθείσης ἐστίν.
其原因在于,其形状在外表上是圆而呈球形的;因为当子宫被填满时,其分叉便不明显了。
δικρόα δὲ καὶ ἡ τῶν καράβων ἐστὶν ὑστέρα.
龙虾类的子宫也是双分叉的。
ἀποτίκτουσι δὲ τὸ κύημα ἀτελὲς καὶ ταῦτα πάντα διὰ τὴν αὐτὴν αἰτίαν.
而且所有这些动物也因为同样的原因,在不完全的状态下产下胚胎。
τὰ μὲν οὖν καραβώδη τὰ θήλεα πρὸς αὑτὰ ποιεῖται τὸν τόκον (διόπερ μείζους ἔχει τὰς πλάκας τὰ θήλεα αὐτῶν ἢ τὰ ἄρρενα, φυλακῆς χάριν τῶν ᾠῶν), τὰ δὲ μαλάκια ἔξω.
因此,龙虾类的雌性将卵产在自己身上(为此,雌龙虾拥有比雄龙虾更大的腹部甲片,以保护卵子),而软体动物则产在体外。
καὶ τοῖς μὲν θήλεσι τῶν μαλακίων ἐπιρραίνει ὁ ἄρρην, καθάπερ οἱ ἄρρενες ἰχθύες τοῖς ᾠοῖς, καὶ γίγνεται συνεχὲς καὶ κολλῶδες· τοῖς δὲ καραβώδεσιν οὔτ᾽ ὦπται τοιοῦτον οὔτ᾽ εὔλογον.
对于软体动物的雌性,雄性会向其撒播精液,就像雄鱼对卵子撒播一样,使卵块变得连续且粘稠;但在龙虾类中,既没有观察到这种情况,也不合常理。
ὑπό τε γὰρ τῇ θηλείᾳ τὸ κύημα καὶ σκληρόδερμόν ἐστι, καὶ λαμβάνει αὔξησιν καὶ ταῦτα καὶ τὰ τῶν μαλακίων ἔξω, καθάπερ καὶ τὰ τῶν ἰχθύων, προσπέφυκε δ᾽ ἡ γιγνομένη σηπία τοῖς ᾠοῖς κατὰ τὸ πρόσθιον· ταύτῃ γὰρ ἐνδέχεται μόνον· ἔχει γὰρ μόνον ἐπὶ ταὐτὸ τὸ ὀπίσθιον μέρος καὶ τὸ πρόσθιον.
因为胚胎位于雌性腹下,且胚胎具有坚硬的外皮。 而且这些胚胎以及软体动物的胚胎,都在体外获得生长,就像鱼类的胚胎一样。 此外,正在发育的乌贼在其前端与卵相附着;因为只有在这一部分才有可能附着,因为唯独乌贼将后部和前部置于同一位置。
τὸ δὲ σχῆμα τῆς θέσεως ὃν ἔχει γιγνόμενα τρόπον, δεῖ θεωρεῖν ἐκ τῶν ἱστοριῶν.
至于它们发育时所处位置的形状和方式,必须从观察记录中去考察。