§3.6Ὁμοίως δὲ καὶ περὶ τὴν τῶν ὀρνίθων γένεσιν ἔχει.
鸟类的发生也是同样的情况。
εἰσὶ γάρ τινες οἳ λέγουσι κατὰ τὸ στόμα μίγνυσθαι τούς τε κόρακας καὶ τὴν ἶβιν, καὶ τῶν τετραπόδων τίκτειν κατὰ τὸ στόμα τὴν γαλῆν.
因为有些人声称乌鸦和鹮是通过口部进行交配的,而且在四足动物中,鼬是通过口部生产的。
ταῦτα γὰρ καὶ Αναξαγόρας καὶ τῶν ἄλλων τινὲς φυσικῶν λέγουσι, λίαν ἀπλῶς καὶ ἀσκέπτως λέγοντες, περὶ μὲν οὖν τῶν ὀρνίθων ἐκ συλλογισμοῦ διαψευδόμενοι τῷ τὴν μὲν ὀχείαν ὀλιγάκις ὁρᾶσθαι τὴν τῶν κοράκων, τὴν δὲ τοῖς ῥύγχεσι πρὸς ἄλληλα κοινωνίαν πολλάκις, ἣν πάντα ποιεῖται τὰ κορακώδη τῶν ὀρνέων· δῆλον δὲ τοῦτο ἐπὶ τῶν τιθασευομένων κολοιῶν.
因为这些话连阿那克萨哥拉以及其他一些自然哲学家也这么说,他们说得过于简单且不加思考。 关于鸟类,他们是因为推论而产生误解,因为乌鸦的交配极少被看到,而它们用喙部互相交流却经常被看到,所有乌鸦类的鸟都会这样做;这在驯养的寒鸦身上是很明显的。
τὸ δ᾽ αὐτὸ τοῦτο ποιεῖ καὶ τὸ τῶν περιστερῶν γένος· ἀλλὰ διὰ τὸ καὶ ὀχευόμενα φαίνεσθαι, διὰ τοῦτο ταύτης οὐ τετυχήκασι τῆς φήμης.
而鸽子类也会做这完全相同的事;但由于它们交配的情景也会被看到,因此它们没有落得这种传言。
τὸ δὲ κορακῶδες γένος οὐκ ἔστιν ἀφροδισιαστικόν (ἔστι γὰρ τῶν ὀλιγογόνων), ἐπεὶ ὦπταί γ᾽ ἤδη καὶ τοῦτο ὀχευόμενον.
然而乌鸦类并不好色(因为它是产仔少的动物之一),因为实际上这已被目击到进行交配。
τὸ δὲ δὴ μὴ συλλογίζεσθαι πῶς εἰς τὰς ὑστέρας ἀφικνεῖται τὸ σπέρμα διὰ τῆς κοιλίας πεττούσης ἀεὶ τὸ ἐγγινόμενον, καθάπερ τὴν τροφήν, ἄτοπον.
而且,竟然不去推思考虑,既然胃部总是像消化食物一样消化进入其中的东西,精子又是如何通过胃部到达子宫的,这是极其荒谬的。
ὑστέρας δ᾽ ἔχουσι καὶ ταῦτα τὰ ὄρνεα, καὶ ᾠὰ φαίνεται πρὸς τοῖς ὑποζώμασιν.
这些鸟类也拥有子宫,且在横膈膜附近可以看到卵。
καὶ ἡ γαλῆ, καθάπερ τἆλλα τετράποδα, τὸν αὐτὸν τρόπον ἔχει ἐκείνοις τὰς ὑστέρας· ἐξ ὧν εἰς τὸ στόμα πῇ βαδιεῖται τὸ ἔμβρυον ἀλλὰ διὰ τὸ τίκτειν πάμπαν μικρὰ τὴν γαλῆν, καθάπερ καὶ τἆλλα τὰ σχιζόποδα, περὶ ὦν ὕστερον ἐροῦμεν, τῷ δὲ στόματι πολλάκις μεταφέρειν τοὺς νεοττούς, ταύτην πεποίηκε τὴν δόξαν.
而鼬就像其他四足动物一样,以相同的方式拥有子宫;胚胎又怎能从子宫走向口部呢? 但是,由于鼬产下的幼崽极其微小,就像其他我们稍后会谈到的裂脚类动物一样,并且经常用口部搬运幼崽,这便产生了这种看法。
εὐηθικῶς δὲ καὶ λίαν διεψευσμένοι καὶ οἱ περὶ τρόχου καὶ ὑαίνης λέγοντες.
而那些谈论特罗克斯和鬣狗的人,其说法也极其愚蠢且深受误导。
φασὶ γὰρ τὴν μὲν ὕαιναν πολλοί, τὸν δὲ τρόχον Ἡρόδωρος ὁ Ηρακλεώτης, δύο αἰδοῖα ἔχειν, ἄρρενος καὶ θήλεος, καὶ τὸν μὲν τρόχον αὐτὸν αὐτὸν ὀχεύειν, τὴν δ᾽ ὕαιναν ὀχεύειν καὶ ὀχεύεσθαι παρ᾽ ἕτος.
因为许多人声称鬣狗,而赫拉克利亚的赫罗多洛斯声称特罗克斯,拥有雄性和雌性两个生殖器,且特罗克斯自己与自己交配,而鬣狗则逐年轮流进行交配(交替扮演雄性和雌性)。
ὦπται γὰρ ἡ ὕαινα ἓν ἔχουσα αἰδοῖον· ἐν ἐνίοις γὰρ τόποις οὐ σπάνις τῆς θεωρίας· ἀλλ᾽ ἔχουσιν αἱ ὕαιναι ὑπὸ τὴν κέρκον ὁμοίαν γραμμὴν τῷ τοῦ θήλεος αἰδοίῳ.
因为鬣狗已被目击到只拥有一个生殖器;因为在某些地方观察它并不罕见;但鬣狗在尾巴下方有一条类似于雌性生殖器的纹路。
ἔχουσι μὲν οὖν καὶ οἱ ἄρρενες καὶ αἱ θήλειαι τὸ τοιοῦτον σημεῖον, ἀλλ᾽ ἁλίσκονται οἱ ἄρρενες μᾶλλον· διὸ τοῖς ἐκ παρόδου θεωροῦσι ταύτην ἐποίησε τὴν δόξαν.
因此,雄性和雌性都有这样的标记,但雄性更容易被捕获;所以这给那些顺便观察的人造成了这种看法。
ἀλλὰ περὶ μὲν τούτων ἅλις τὰ εἰρημένα.
关于这些事情,说这么多就足够了。