Humanitext Reader

亚里士多德 · 动物的产生 §3.5#2

驳鱼类吞精受孕说与鱼类的受精机制

第 51 段,共 93 段 · 希腊语

内容简介

亚里士多德驳斥了关于雌鱼通过吞食精液受孕的俗说(包括希罗多德等人的观点),通过指出雌雄生殖器官发育与释放的同步性,以及消化系统与生殖系统在解剖学结构上的差异,阐明了鱼类的体外受精机制。

§3.5#2διὸ καὶ οἱ λέγοντες τὰς κυήσεις εἶναι ἐκ τοῦ ἀνακάπτειν τὸ σπέρμα τοὺς θήλεις τῶν ἰχθύων, οὐ κατανενοηκότες ἔνια λέγουσιν οὕτως.
因此,那些声称鱼类通过雌鱼吞食精液来受孕的人,也是因为没有理解某些事实才这样说的。
ὑπὸ τὸν αὐτὸν γὰρ καιρὸν οἵ τ᾽ ἄρρενες τὸν θορὸν καὶ αἱ θήειαι τὰ ᾠὰ ἔχουσι, καὶ ὅσῳ ἂν οὖ ἐγγυτέρω ἡ θήλεια τοῦ τίκτειν, τότε πλείων καὶ ὑγρότερος ὁ θορὸς ἐν τῷ ἄρρενι ἐγγίνεται.
因为在同一时期,雄鱼拥有精液,雌鱼拥有卵,而且雌鱼越接近产卵,雄鱼体内产生的精液就越丰富且越呈流体状。
καὶ ὥσπερ ἡ αὔξησις κατὰ τὸν αὐτὸν χρόνον τοῦ θοροῦ ἐν τῷ ἄρρενι καὶ τοῦ ᾠοῦ ἐν τῇ θηλείᾳ, οὕτω καὶ ἡ ἄφεσις συμβαίνει· οὔτε γὰρ αἱ θήλειαι ἀθρόα ἐκτίκτουσιν, ἀλλὰ κατὰ μικρόν, οὔθ᾽ οἱ ἄρρενες ἀθρόον ἀφιᾶσι τὸν θορόν.
正如雄鱼精液的生长与雌鱼卵的生长在同一时间发生一样,其释放也是如此发生的;因为雌鱼并非一次性产下所有的卵,而是逐渐产出,雄鱼也不是一次性释放所有的精液。
καὶ ταῦτα πάντα συμβαίνει κατὰ λόγον.
这一切发生得都非常合乎理路。
ὥσπερ γὰρ καὶ τὸ τῶν ὀρνέων γένος ἐν ἐνίοις ἴσχει μὲν ᾠὰ ἄνευ κυήσεως, ὀλίγα δὲ καὶ ὀλιγάκις, ἀλλ᾽ ἐξ ὀχείας τὰ πολλά, τοῦτ᾽ αὐτὸ συμβαίνει καὶ ἐπὶ τῶν ἰχθύων, ἧττον δέ.
因为正如鸟类在某些情况下也会在没有交配的情况下怀卵,虽然数量稀少且罕见,但大多数还是来自交配,这完全相同的事情也发生在鱼类身上,只是程度较轻。
ἄγονα δὲ καὶ ἀμφοτέροις γίνεται τὰ αὐτόματα, ἑὰν μὴ ἐπιρράνη τὸ ἄρρεν, ἐν ὅσοις γένεσιν αὐτῶν καὶ τὸ ἄρρεν ἐστίν.
而且在这两类动物中,如果没有雄性的洒精,自发产生的卵都会变成不育的,只要该属中存在雄性。
τοῖς μὲν οὖν ὄρνισι, διὰ τὸ τέλεια ἐξιέναι τὰ ᾠά, ἔτι ἐντὸς ὄντων ἀνάγκη τοῦτο συμβῆναι· τοῖς δ᾽ ἰχθύσι διὰ τὸ ἀτελῆ καὶ ἔξω λαμβάνειν τὴν αὔξησιν πᾶσιν, κἂν ἐξ ὀχείας γένηται τὸ ᾠόν, ὅμως τὰ ἔξω ἐπιρραινόμενα σώζεται, καὶ ἐνταῦθα ἀναλίσκεται ὁ θορὸς τοῖς ἄρρεσιν.
因此,在鸟类中,由于卵在排出时已是完全的,这(受精)必须在卵还在体内时发生;而在鱼类中,由于它们排出的都是不完全的卵并在体外继续生长,即使卵是由交配产生的,但在体外被洒上精液的卵仍能存活,此时精液被雄鱼所消耗。
διὸ καὶ συγκαταβαίνει ἐλαττούμενος ἅμα τοῖς ᾠοῖς τοῖς ἐν τοῖς θήλεσιν· ἀεὶ γὰρ τοῖς ἐκτικτομένοις ἐπιρραίνουσι παρακολουθοῦντες.
因此,雄鱼的精液随着雌鱼体内卵的减少而一同减少;因为雄鱼总是跟随着,将精液洒在正产出的卵上。
ὥστε ἄρρενες μὲν καὶ θήλεις εἰσὶ καὶ ὀχεύονται πάντες, εἰ μὴ ἔν τινι γένει ἀδιόριστόν ἐστι τὸ θῆλυ καὶ τὸ ἄρρεν, καὶ ἄνευ τῆς τοῦ ἄρρενος γονῆς οὐ γίνεται τῶν τοιούτων οὐθέν, συμβάλλεται δὲ πρὸς τὴν ἀπάτην αὐτοῖς καὶ τὸ ταχὺν εἶναι τὸν συνδυασμὸν τῶν τοιούτων ἰχθύων, ὥστε πολλοὺς λανθάνειν καὶ τῶν ἁλιέων· οὐθεὶς γὰρ αὐτῶν οὐθὲν τηρεῖ τοιοῦτον τοῦ γνῶναι χάριν.
所以,除非在某些种属中雌雄未分,否则所有鱼类都存在雄性和雌性并且会进行交配,而且没有雄性的精子,此类动物什么也无法产生;但导致他们误解的因素在于,此类鱼的结合非常迅速,以至于许多渔民也未曾注意到;因为他们中没有一个人会为了求知而进行此类观察。
ἀλλ᾽ ὅμως ὠμμένος ὁ συνδυασμός ἐστιν.
然而,这种结合确实曾被目击到。
τὸν αὐτὸν γὰρ τρόπον οἵ τε δελφῖνες ὀχεύονται παραπίπτοντες καὶ οἷ ἰχθύες, ὅσοις ἐμποδίζει τὸ οὐραῖον.
因为正如海豚侧身相贴进行交配一样,那些尾鳍构成阻碍的鱼类也是如此交配的。
ἀλλὰ τῶν μὲν δελφίνων χρονιωτέρα ἡ ἀπόλυσίς ἐστι, τῶν δὲ τοιούτων ἰχθύων ταχεῖα.
但是,海豚的脱离过程较长,而此类鱼的脱离过程则很迅速。
διόπερ ταύτην οὐχ ὁρῶντες, τὰς δ᾽ ἀνακάψεις τοῦ θοροῦ καὶ τῶν ᾠῶν, καὶ οἱ ἁλιεῖς περὶ τῆς κυήσεως τῶν ἰχθύων τὸν εὐήθη λέγουσι λόγον καὶ τεθρυλημένον, ὅνπερ καὶ Ἡρόδοτος ὁ μυθολόγος, ὡς κυϊσκομένων τῶν ἰχθύων ἐκ τοῦ ἀνακάπτειν τὸν θορόν, οὐ συνορῶντες ὅτι τοῦτ᾽ ἐστὶν ἀδύνατον.
因此,渔民们没有看到这种交配,却看到了对精液和卵的吞食,便对鱼类的受孕编造出了那个愚蠢而广为流传的传说——这也是编造故事的希罗多德所说的,即鱼类是通过吞食精液而受孕的,他们没有看出这是不可能的。
ὁ γὰρ πόρος ὁ διὰ τοῦ στόματος εἰσιὼν εἰς τὴν κοιλίαν φέρει, ἀλλ᾽ οὐκ εἰς τὰς ὑστέρας· καὶ τὸ μὲν εἰς τὴν κοιλίαν ἐλθὸν ἀνάγκη τροφὴν γίνεσθαι (καταπέττεται γάρ), αἱ δ᾽ ὑστέραι φαίνονται πλήρεις ᾠῶν, ἃ πόθεν εἰσῆλθεν.
因为通过口腔进入的通道通往胃部,而不是通往子宫;进入胃部的东西必然会成为食物(因为会被消化),而子宫里却被观察到充满了卵,这些卵又是从哪里进去的呢?

词汇与语法注释

  1. §3.5#2τοὺς θήλεις τῶν ἰχθύων — 意为“雌鱼”。虽然 `θήλυς` 是三尾变化形容词,但此处使用阳性宾格复数形式 `τοὺς θήλεις` 以与阳性名词 `ἰχθύς`(鱼)一致,实际上表示“雌鱼”。此外,该短语在介词短语 `ἐκ τοῦ ἀνακάπτειν` 中作为不定式 `ἀνακάπτειν`(吞食)的逻辑宾格主语,而 `τὸ σπέρμα`(精液)则是其直接宾格目的语。
  2. §3.5#2ἀεὶ γὰρ τοῖς ἐκτικτομένοις ἐπιρράνουσι παρακολουθοῦντες — `ἐπιρράνουσι` 与动词 `ἐπιρραίνω`(洒、喷洒)的现在活动语气直陈式第三人称复数形式或阳性/中性与格复数现在活动分词同形,但在此处被解释为以 `οἱ ἄρρενες`(雄性)为主语的直陈式动词(现在时)。主格分词 `παρακολουθοῦντες`(跟随着)修饰该主语。
  3. §3.5#2ὡς κυϊσκομένων τῶν ἰχθύων — 连接词 `ὡς` 与属格绝对结构 `κυϊσκομένων τῶν ἰχθύων` 相结合,表示他人所主张的主观理由或说辞(“以……为由”、“仿佛……似的”)。在此处用于解释希罗多德和渔民们所主张的错误的受精过程。

引用这一段

亚里士多德, 动物的产生 §3.5#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:3.5%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。