Humanitext Reader

亚里士多德 · 动物的产生 §3.11#1

有壳类的中间本性及其发生方式

第 58 段,共 93 段 · 希腊语

内容简介

结束关于昆虫产生的讨论,开始探讨有壳类的产生。作者指出有壳类具有介于动物和植物之间的中间本性,解释了它们的栖息环境及多样形态如何与四种原素的构成比例相联系,并通过将它们的繁殖方式与植物的各种繁殖方式进行类比来分类。

§3.11#1Καὶ περὶ μὲν τῶν ἐντόμων τῆς γενέσεως εἴρηται πάντων, περὶ δὲ τῶν ὀστρακοδέρμων λεκτέον.
关于所有昆虫的产生已经谈过,接下来必须谈谈有壳类。
ἔχει δὲ καὶ τούτων τὰ περὶ τὴν γένεσιν τῇ μὲν ὁμοίως τῇ δ’ οὐχ ὁμοίως τοῖς ἄλλοις.
它们的产生情况在某些方面与其他的相似,在另一些方面则不相似。
καὶ τοῦτ’ εὐλόγως συμβαίνει.
而这是合理地发生的。
πρὸς μὲν γὰρ τὰ ζῷα φυτοῖς ἐοίκασι, πρὸς δὲ τὰ φυτὰ ζῴοις, ὥστε τρόπον μέν τινα ἀπὸ σπέρματος φαίνεσθαι γινόμενα, τρόπον δ’ ἄλλον οὐκ ἀπὸ σπέρματος, καὶ τῇ μὲν αὐτόματα τῇ δ’ ἀφ’ αὑτῶν, ἢ τὰ μὲν οὕτως τὰ δ’ ἐκείνως.
因为相对于动物而言,它们像植物,而相对于植物而言,它们像动物,以至于在某种程度上它们显得是从种子产生的,但在另一种程度上又不是从种子产生的,而且在某些方面是自然发生的,在另一些方面是由自身产生的,或者有些是这样,有些是那样。
διὰ δὲ τὸ τοῖς φυτοῖς ἀντίστροφον ἔχειν τὴν φύσιν, διὰ τοῦτο ἐν μὲν τῇ γῇ τῶν ὀστρακοδέρμων οὐθὲν ἢ μικρόν τι γίγνεται γένος, οἷον τὸ τῶν κοχλιῶν κἂν ᾖ τι τοιοῦτον ἕτερον μὲν σπάνιον δέ, ἐν δὲ τῇ θαλάττῃ καὶ τοῖς ὁμοίοις ὑγροῖς πολλὰ καὶ παντοδαπὴν ἔχοντα μορφήν.
由于它们具有与植物相反的本性,因此在陆地上几乎没有或只有极少种类的有壳类产生,例如蜗牛之类,如果有其他类似的也是罕见的;而在海洋及类似的液体中,则有许多且具有各种各样形态的有壳类。
τὸ δὲ τῶν φυτῶν γένος ἐν μὲν τῇ θαλάττῃ καὶ τοῖς τοιούτοις μικρὸν καὶ πάμπαν ὡς εἰπεῖν οὐθέν, ἐν δὲ τῇ γῇ τὰ τοιαῦτα γίνεται πάντα.
相反,植物的种类在海洋和此类地方极少,几乎可以说完全没有,而在陆地上,这类植物则全部产生。
τὴν γὰρ φύσιν ἀνάλογον ἔχει καὶ διέστηκεν, ὅσῳ ζωτικώτερον τὸ ὑγρὸν τοῦ ξηροῦ καὶ γῆς ὕδωρ, τοσοῦτον ἡ τῶν ὀστρακοδέρμων φύσις τῆς τῶν φυτῶν, ἐπεὶ βούλεταί γε ὡς τὰ φυτὰ πρὸς τὴν γῆν, οὕτως ἔχειν τὰ ὀστρακόδερμα πρὸς τὸ ὑγρόν, ὡς ὄντα τὰ μὲν φυτὰ ὡσπερανεὶ ὄστρεα χερσαῖα, τὰ δὲ ὄστρεα ὡσπερανεὶ φυτὰ ἔνυδρα.
因为自然将它们的关系成比例地配置并隔开:正如液体比干燥之物、水比土地更具生命力一样,有壳类的本性与植物的本性的隔开程度也是如此。 因为自然希望,正如植物对于土地的关系一样,有壳类对于液体也有着同样的关系,仿佛植物是陆生的贝类,而贝类则是水生的植物。
διὰ τοιαύτην δ’ αἰτίαν καὶ πολύμορφα τὰ ἐν τῷ ὑγρῷ μᾶλλόν ἐστι τῶν ἐν τῇ γῇ.
由于这样的原因,液体中的东西比陆地上的东西更具多样性。
τό τε γὰρ ὑγρὸν εὐπλαστοτέραν ἔχει τὴν φύσιν τῆς γῆς καὶ σωματικὴν οὐ πολλῷ ἧττον, καὶ μάλιστα τὰ ἐν τῇ θαλάττῃ τοιαῦτα.
因为液体比土地具有更易塑的本性,且在物质性上也不遑多让,尤其是海洋中的东西。
τὸ μὲν γὰρ πότιμον γλυκὺ μὲν καὶ τρόφιμον, ἧττον δὲ σωματῶδες καὶ ψυχρόν ἐστιν.
因为淡水虽甘甜且有营养,但物质性较少且寒冷。
διόπερ ὅσα ἄναιμα καὶ μὴ θερμὰ τὴν φύσιν, οὐ γίνεται ἐν ταῖς λίμναις οὐδὲ τῶν ἁλμυρῶν ἐν τοῖς ποτιμωτέροις, ἀλλ’ ἧττον, οἷον τὰ ὀστρακόδερμα καὶ τὰ μαλάκια καὶ τὰ μαλακόστρακα (πάντα γὰρ ἄναιμα καὶ ψυχρὰ ταῦτα τὴν φύσιν ἐστίν), ἐν δὲ ταῖς λιμνοθαλάτταις καὶ πρὸς ταῖς ἐκβολαῖς τῶν ποταμῶν γίνονται.
因此,那些本性上无血且不温热的生物,并不产生于湖泊中,也不产生于咸水中较淡的地方,或者说产生得较少,如有壳类、软体类和甲壳类(因为这些生物本性上都是无血且寒冷的),但它们产生于潟湖和河口附近。
ζητοῦσι γὰρ ἅμα τήν τ’ ἀλέαν καὶ τὴν τροφήν, ἡ δὲ θάλαττα ὑγρά τε καὶ σωματώδης πολλῷ μᾶλλον τοῦ ποτίμου καὶ θερμὴ τὴν φύσιν ἐστί, καὶ κεκοινώνηκε πάντων τῶν μορίων, ὑγροῦ καὶ πνεύματος καὶ γῆς, ὥστε καὶ πάντων μετέχειν τῶν καθ’ ἕκαστον γινομένων ἐν τοῖς τόποις ζῴων.
因为它们同时寻求温暖和食物;而海洋比淡水要湿润和具物质性得多,且本性温热,并分享了所有的要素,即液体、气吹和土地,以至于它也分享了在各个地方产生的所有动物的特征。
τὰ μὲν γὰρ φυτὰ θείη τις ἂν γῆς, ὕδατος δὲ τὰ ἔνυδρα, τὰ δὲ πεζὰ ἀέρος· τὸ δὲ μᾶλλον καὶ ἧττον καὶ ἐγγύτερον καὶ πορρώτερον πολλὴν ποιεῖ καὶ θαυμαστὴν διαφοράν.
因为有人可能会将植物归于土地,水生之物归于水,陆生之物归于空气;但“更多”与“更少”、“更近”与“更远”,造成了巨大而令人惊叹的差异。
τὸ δὲ τέταρτον γένος οὐκ ἐπὶ τούτων τῶν τόπων δεῖ ζητεῖν· καίτοι βούλεταί γέ τι κατὰ τὴν τοῦ πυρὸς εἶναι τάξιν· τοῦτο γὰρ τέταρτον ἀριθμεῖται τῶν σωμάτων.
然而,第四个种类不应当在这些地方寻找;尽管自然确实希望有某种符合火之秩序的东西存在,因为火被列为物体的第四种。
ἀλλὰ τὸ μὲν πῦρ ἀεὶ φαίνεται τὴν μορφὴν οὐκ ἰδίαν ἔχον, ἀλλ’ ἐν ἑτέρῳ τῶν σωμάτων· ἢ γὰρ ἀὴρ ἢ καπνὸς ἢ γῆ φαίνεται τὸ πεπυρωμένον.
但是,火似乎总是没有自己固有的形态,而是存在于其他物体之中;因为燃烧着的东西显得是空气、烟或土地。
ἀλλὰ δεῖ τὸ τοιοῦτον γένος ζητεῖν ἐπὶ τῆς σελήνης· αὕτη γὰρ φαίνεται κοινωνοῦσα τῆς τετάρτης ἀποστάσεως.
但我们应当在月球上寻找这样的种类;因为月球似乎分享了第四个距离。
ἀλλὰ περὶ μὲν τούτων ἄλλος ἂν εἴν λόγος·
不过关于这些问题应当是另外的讨论了。
ἡ δὲ τῶν ὀστρακοδέρμων συνίσταται φύσις τῶν μὲν αὐτομάτως, ἐνίων δὲ προϊεμένων τινὰ δύναμιν ἀφ’ αὑτῶν, πολλάκις δὲ γινομένων καὶ τούτων ἀπὸ συστάσεως αὐτομάτης.
而有壳类的自然,有些是自然发生的,有些是自身放出某种能力,而且这些也经常是从自然发生的结合中产生的。
δεῖ δὲ λαβεῖν τὰς γενέσεις τὰς τῶν φυτῶν.
这里应当以植物的产生为例。
τούτων γὰρ γίνεται τὰ μὲν ἀπὸ σπέρματος, τὰ δ’ ἀπὸ σπαραγμάτων ἀποφυτευομένων, ἔνια δὲ τῷ παραβλαστάνειν, οἷον τὸ τῶν κρομμύων γένος.
在这些植物中,有些是从种子产生的,有些是从折下种植的插条中产生的,有些是通过在侧面发芽而产生的,例如洋葱类。
τοῦτον μὲν οὖν οἱ μύες γίνονται τὸν τρόπον· παραφύονται γὰρ ἐλάττους ἀεὶ παρὰ τὴν ἀρχήν·
因此,贻贝就是以这种方式产生的;因为它们总是作为较小的个体在起点的近旁侧向生长。
κήρυκες δὲ καὶ πορφύραι καὶ τὰ λεγόμενα κηριάζειν οἷον ἀπὸ σπερματικῆς φύσεως προΐενται μυξώδεις ὑγρότητας.
而织纹螺、紫色贝以及被称为“筑巢”的生物,则从类似种子的本性中放出黏液状的液体。
σπέρμα δ’ οὐθὲν τούτων δεῖ νομίζειν, ἀλλὰ κατὰ τὸν εἰρημένον τρόπον μετέχειν τῆς ὁμοιότητος τοῖς φυτοῖς.
然而,绝不能将这些视为种子,而应当认为它们是以所述的方式分享了与植物的相似性。

词汇与语法注释

  1. §3.11#1τῇ μὲν ὁμοίως τῇ δ’ οὐχ ὁμοίως τοῖς ἄλλοις — “τῇ μὲν... τῇ δέ” 是阴性单数与格形式的副词性用法,意为“在某些方面……,在另一些方面……”。“τοῖς ἄλλοις” 是受 “ὁμοίως” 支配的比较与格,指代“其他动物”。这一句法体现了有壳类介于动物和植物之间的过渡性质。
  2. §3.11#1ὅσῳ ζωτικώτερον... τοσοῦτον ἡ τῶν ὀστρακοδέρμων φύσις τῆς τῶν φυτῶν — 关系结构“ὅσῳ... τοσοῦτον”表示“正如……同等程度地……”(表示程度差异的与格)。在后半句中,省略了动词“διέστηκεν”,应理解为“有壳类的本性与植物的本性(相隔绝)”。“τῆς τῶν φυτῶν”是省略了“φύσεως”的比较属格。
  3. §3.11#1μύες — “μῦς”(意为老鼠、肌肉或贻贝)的复数形式。在此处讨论有壳类产生并与洋葱侧向发芽(παραβλαστάνειν)进行类比的语境下,该词毫无疑问是指附着丛生的“贻贝(或双壳类)”,而非陆生啮齿动物“老鼠”。

引用这一段

亚里士多德, 动物的产生 §3.11#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:3.11%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。