§2.4#3οὐ συμβαινούσης μέντοι τῆς εἰωθυίας γίγνεσθαι τοῖς θήλεσιν ἡδονῆς περὶ τὴν ὁμιλίαν τὴν τοιαύτην συλλαμβάνουσιν, ἂν τύχῃ ὁ τόπος ὀργῶν καὶ καταβεβηκυῖαι αἱ ὑστέραι ἐγγύς.
然而,在这样的交配中,即使雌性没有产生通常会出现的快感,如果该部位刚好处于准备就绪的状态,且子宫下降得较近,她们也能受胎。
ἀλλ’ ὡς ἐπὶ τὸ πολὺ συμβαίνει ἐκείνως διὰ τὸ μὴ συμμεμυκέναι τὸ στόμα γινομένης τῆς ἐκκρίσεως, μεθ’ ἧς εἴωθε γίγνεσθαι καὶ τοῖς ἄρρεσιν ἡ ἡδονὴ καὶ ταῖς γυναιξίν· οὕτω δ’ ἔχοντος εὐοδεῖται μᾶλλον καὶ τῷ τοῦ ἄρρενος σπέρματι.
但在大多数情况下,事情确实是那样发生的,因为在分泌物产生时,子宫口并没有闭合,而这种分泌通常伴随着雄性和女性双方的快感;当处于这种状态时,雄性精液的通道也更加顺畅。
ἡ δ’ ἄφεσις οὐκ ἐντὸς γίγνεται, καθάπερ οἴονταί τινες (στενὸν γὰρ τὸ στόμα τῶν ὑστερῶν), ἀλλ’ εἰς τὸ πρόσθεν, οὗπερ τὸ θῆλυ προΐεται τὴν ἐν ἐνίαις αὐτῶν ἰκμάδα γινομένην, ἐνταῦθα καὶ τὸ ἄρρεν προΐεται, ἐάν τις ἐξικμάσῃ.
另外,排出并不是像某些人所认为的那样发生在子宫内部(因为子宫口很窄),而是发生在其前方,即雌性排出其体内某些部位产生的湿气的地方,如果有什么东西排出的话,雄性也是排在此处。
ὁτὲ μὲν οὖν μένει τοῦτον ἔχοντα τὸν τρόπον, ὁτὲ δέ, ἂν τύχῃ συμμέτρως ἔχουσα καὶ θερμὴ διὰ τὴν κάθαρσιν ἡ ὑστέρα, εἴσω σπᾷ.
因此,有时它就保持这种状态,但有时如果子宫因净化而刚好处于适度且温暖的状态,就会将其吸入内部。
σημεῖον δέ· καὶ γὰρ τὰ πρόσθεν ὑγρὰ προστεθέντα ἀφαιρεῖται ξηρά.
证明在于:即使在前面放上湿润的药剂,取出来时也是干燥的。
ἔτι δὲ ὅσα τῶν ζῴων πρὸς τῷ ὑποζώματι ἔχει τὰς ὑστέρας, καθάπερ ὄρνις καὶ τῶν ἰχθύων οἱ ζῳοτοκοῦντες, ἀδύνατον ἐκεῖ μὴ σπᾶσθαι τὸ σπέρμα, ἀλλ’ ἀφεθὲν ἐλθεῖν.
此外,在那些子宫靠近横隔膜的动物中(如鸟类和胎生鱼类),精液如果不被吸上去,而仅靠排放就到达那里是不可能的。
ἕλκει δὲ τὴν γονὴν ὁ τόπος διὰ τὴν θερμότητα τὴν ὐπάρχουσαν.
而该部位由于其中存在的温度而吸引精液。
καὶ ἡ τῶν καταμηνίων δὲ ἔκκρισις καὶ συνάθροισις ἐμπυρεύει θερμότητα ἐν τῷ μορίῳ τούτῳ, ὥστε καθάπερ τὰ ἀκόνιτα τῶν ἀγγείων, ὅταν θερμῷ διακλυσθῇ, σπᾷ τὸ ὕδωρ εἰς αὑτὰ καταστρεφομένου τοῦ στόματος.
此外,经血的分泌和积聚在这个部位点燃了热量,因此,就像杯子状的器皿用热水冲洗过、口朝下倒置时会将水吸入自身内部一样,子宫也以此方式进行吸入。
καὶ τοῦτον μὲν τὸν τρόπον γίγνεται σπάσις, ὡς δέ τινες λέγουσι, τοῖς ὀργανικοῖς πρὸς τὴν συνουσίαν μορίοις οὐ γίνεται κατ’ οὐθένα τρόπον.
吸引正是以这种方式发生的,而不是像某些人所说的那样,通过用于交配的工具性器官以任何方式发生。
ἀνάπαλιν δὲ συμβαίνει καὶ τοῖς λέγουσι προϊεσθαι καὶ τὴν γυναῖκα σπέρμα.
此外,对于那些声称女性也排出精液的人来说,也会发生相反且矛盾的情况。
προϊεμέναις γὰρ ἔξω συμβαίνει ταῖς ὑστέραις πάλιν εἴσω σπᾶν, εἴπερ μιχθήσεται τῇ γονῇ τῇ τοῦ ἄρρενος.
因为在她们向外排出时,如果这要与雄性的精液相混合,子宫就必须再次将其吸回内部。
τὸ δ᾽ οὕτω γίγνεσθαι περίεργον, ἡ δὲ φύσις οὐδὲν ποιεῖ περίεργον.
但以这种方式发生是多余的,而自然不作任何多余之事。
ὅταν δὲ συστῇ ἡ ἐν ταῖς ὑστέραις ἀπόκρισις τοῦ θήλεος ὑπὸ τῆς τοῦ ἄρρενος γονῆς, παραπλήσιον ποιούσης ὥσπερ ἐπὶ τοῦ γάλακτος τῆς πυετίας·
当子宫中雌性的分泌物被雄性的精液凝结时,其作用非常类似于凝乳酶对牛奶的作用。
καὶ γὰρ ἡ πυετία γάλα ἐστὶ θερμότητα ζωτικὴν ἔχον, ἣ τὸ ὅμοιον εἰς ἓν ἄγει καὶ συνίστησι, καὶ ἡ γονὴ πρὸς τὴν τῶν καταμηνίων φύσιν τοῦτο πέπονθεν· ἡ γὰρ αὐτὴ φύσις ἐστὶ γάλακτος καὶ καταμηνίων.
因为凝乳酶是含有生命热量的牛奶,它将相似的东西聚合在一起并使其凝结,而精液对经血的性质也具有相同的关系;因为牛奶和经血的性质是相同的。
συνιόντος δὲ τοῦ σωματώδους ἐκκρίνεται τὸ ὑγρόν, καὶ περιίστανται κύκλῳ ξηραινομένων τῶν γεηρῶν, ὑμένες, καὶ ἐξ ἀνάγκης καὶ ἕνεκά τινος·
随着实体部分的凝聚,液体被分离出来,而随着泥土性部分的干燥,膜在周围形成,这既出于必然,也为了某种目的。
καὶ γὰρ θερμαινομένων ξηραίνεσθαι ἀναγκαῖον τὰ ἔσχατα καὶ ψυχομένων, καὶ δεῖ μὴ ἐν ὑγρῷ τὸ ζῷον εἶναι ἀλλὰ κεχωρισμένον.
因为随着受热和冷却,其最外层的部分必然会干燥,而且动物不能处于液体中,而必须与之分离。
καλοῦνται δὲ τούτων οἱ μὲν ὑμένες τὰ δὲ χόρια, διαφέροντα τῷ μᾶλλον καὶ ἧττον· ὁμίως δ᾽ ἐνυπάρχουσιν ἔν τε τοῖς ᾠοτόκοις ταῦτα καὶ τοῖς ζῳοτόκοις.
在这些膜中,有些被称为“膜”,有些被称为“胎衣”,它们的区别仅在于程度;而这些结构同样存在于卵生动物和胎生动物中。
ὅταν δὲ συστῇ τὸ κύημα ἤδη, παραπλήσιον ποιεῖ τοῖς σπειρομένοις.
当胚胎已经凝结时,它的行为与播下的种子非常相似。
ἡ μὲν γὰρ ἀρχὴ καὶ ἐν τοῖς σπέρμασιν ἐν αὐτοῖς ἐστὶν ἡ πρώτη· ὅταν δ᾽ αὕτη ἀποκριθῇ ἐνοῦσα δυινάμει πρότερον, ἀπὸ ταύτης ἀφίεται ὅ τε βλαστὸς καὶ ἡ ῥίζα.
因为最初的原理就存在于种子自身内部;当这以前潜能地存在的原理被分化出来时,便从中生发出幼芽和根。
αὕτη δ᾽ ἐστὶν ᾗ τὴν τροφὴν λαμβάνει· δεῖται γὰρ αὐξήσεως τὸ φυτόν.
而根正是它获取营养的途径;因为植物需要生长。
οὕτω καὶ ἐν τῷ κυήματι τρόπον τινὰ πάντων ἐνόντων τῶν μορίων δυνάμει ἡ ἀρχὴ πρὸ ὁδοῦ μάλιστα ἐνυπάρχει.
同样,在胚胎中,虽然在某种意义上所有器官都潜能地存在,但其原理最先起主导作用。
διὸ ἀποκρίνεται πρῶτον ἡ καρδία ἐνεργείᾳ.
因此,心脏首先在现实性中分化出来。
καὶ τοῦτο οὐ μόνον ἐπὶ τῆς αἰσθήσεως δῆλον (συμβαίνει γὰρ οὕτως), ἀλλὰ καὶ ἐπὶ τοῦ λόγου.
这不仅在感觉上是明显的(因为实际情况就是这样发生的),而且在理智上也是明显的。
ὅταν γὰρ ἀπ᾽ ἀμφοῖν ἀποκριθῇ, δεῖ αὐτὸ αὑτὸ διοικεῖν τὸ γενόμενον, καθάπερ ἀποικισθὲν τέκνον ἀπὸ πατρός.
因为当它从父母双方中分离出来时,所产生的新生命必须自我管理,就像一个从父亲那里独立出来的孩子一样。
ὥστε δεῖ ἀρχὴν ἔχειν, ἀφ᾽ ἧς καὶ ὕστερον ἡ διακόσμησις τοῦ σώματος γίνεται τοῖς ζῴοις.
因此,它必须拥有一个原理,动物随后身体的结构化也正是从这个原理出发而进行的。
εἰ γὰρ ἔξωθέν ποτ᾽ ἔσται καὶ ὕστερον ἐνεσομένη, οὐ μόνον διαπορήσειεν ἄν τις τὸ πότε, ἀλλ᾽ ὅτι ἀνάγκη, ὅταν ἕκαστον χωρίζηται τῶν μορίων, ταύτην ὑπάρχειν πρῶτον, ἐξ ἧς καὶ ἡ αὔξησις ὑπάρχει καὶ ἡ χίνησις τοῖς ἄλλοις μορίοις.
因为如果这一原理是在某个时候从外部进入并随后存在于其中的,人们不仅会疑惑这发生于何时,而且也是因为当各个部分分化时,这一原理必然最先存在,其他部分的生长和运动正是源于这一原理。
διόπερ ὅσοι λέγουσιν, ὥσπερ Δημόκριτος, τὰ ἔξω πρῶτον διακρίνεσθαι τῶν ζῴων, ὕστερον δὲ τὰ ἐντός, οὐκ ὁρθῶς λέγουσιν, ὥσπερ ξυλίνων ἢ λιθίνων ζῴων.
因此,那些像德谟克利特那样声称动物的外部器官先分化、内部器官后分化的人,其说法是不正确的,就像在谈论木制或石制的动物模型一样。
τὰ μὲν γὰρ τοιαῦτ᾽ οὐκ ἔχει ἀρχὴν ὅλως, τὰ δὲ ζῷα πάντ᾽ ἔχει καὶ ἐντὸς ἔχει.
因为此类事物根本没有生命的原理,而动物则都有原理,且存在于内部。
διὸ πρῶτον ἡ καρδία φαίνεται διωρισμένη πᾶσι τοῖς ἐναίμοις· ἀρχὴ γὰρ αὕτη καὶ τῶν ὁμοιομερῶν καὶ τῶν ἀνομοιομερῶν.
因此,在所有有血动物中,心脏最先显现出分化;因为它是同质部分和异质部分的共同原理。