§2.4#1Τῶν δὲ ζῴων τὰ μὲν ἀτελεστέραν ἔχοντα τὴν φύσιν, ὅταν γένηται κύημα τέλειον, ζῷον δὲ μήπω τέλειον θύραζε προΐεται· δι᾽ ἃς δ᾽ αἰτίας εἴρηται πρότερον.
在动物中,那些具有较不完善本性的动物,当完美的胚胎形成时,会产下尚未完善的动物;其原因在前面已经说过。
τέλειον δ᾽ ἤδη τότ᾽ ἐστίν, ὅταν τὸ μὲν ἄρρεν ᾖ τὸ δὲ θῆλυ τῶν κυημάτων, ἐν ὅσοις ἐστὶν αὕτη ἡ διαφορὰ τῶν γινομένων· ἔνια γὰρ οὔτε θῆλυ γενᾷ οὔτ᾽ ἄρρεν, ὅσα μηδ᾽ αὐτὰ γίνεται ἐκ θήλεος καὶ ἄρρενος μηδ᾽ ἐκ ζῴων μιγνυμένων.
而当胚胎中一为雄性、一为雌性时,在那些所产生之物有此区别的动物中,此时胚胎已经完善;因为有些动物既不生育雌性,也不生育雄性,就像它们自身既不产生于雌性和雄性,也不产生于交配的动物一样。
καὶ περὶ μὲν τῆς τούτων γενέσεως ὕστερον ἐροῦμεν·
关于这些动物的产生,我们稍后会讨论。
τὰ δὲ ζῳοτοκοῦντα ἐν αὑτοῖς τὰ τέλεια τῶν ζῴων, μέχρι περ ἂν οὗ γενήσῃ ζῷον καὶ θύραζε ἐκπέμψῃ, ἔχει συμφυὲς ἐν αὑτῷ τὸ γιγνόμενον ζῷον.
而在完美动物中,那些在体内胎生的动物,在它们产生动物并将其排出体外之前,其体内一直保持着与之合为一体的、正在发育的动物。
ὅσα δὲ θύραζε μὲν ζῳοτοκεῖ ἐν αὑτοῖς δ᾽ ᾠοτοκεῖ τὸ πρῶτον, ὅταν γεννήσῃ τὸ ᾠὸν τέλειον, τούτων ἐνίων μὲν ἀπὸλύεται τὸ ᾠὸν ὥσπερ τῶν θύραζε ᾠοτοκούντων, καὶ τὸ ζῷον ἐκ τοῦ ᾠοῦ γίνεται ἐν τῷ θήλει, ἐνίων δ᾽ ὅταν καταναλωθῇ ἡ ἐκ τοῦ ᾠοῦ τροφή, τελειοῦται ἀπὸ τῆς ὑστέρας, καὶ διὰ τοῦτο οὐκ ἀπολύεται τὸ ᾠὸν ἀπὸ τῆς ὑστέρας.
至于那些在体外胎生但首先在体内卵生的动物,当它们产下完美的蛋时,其中一些动物的蛋会脱离,就像在体外卵生的动物一样,而动物在雌性体内由蛋产生;但另一些动物,当蛋中的营养被消耗殆尽时,则由子宫使之完善,因此蛋不会脱离子宫。
ταύτην δ᾽ ἔχουσι τὴν διαφορὰν οἱ σελαχώδεις ἰχθύες, περὶ ὧν ὕστερον καθ᾽ αὑτὰ λεκτέον.
软骨鱼类具有这种区别,关于它们,我们稍后必须单独讨论。
νῦν δ᾽ ἀπὸ τῶν πρώτων ἀρκτέον πρῶτον.
但现在我们必须首先从最先的事物开始。
ἔστι δὲ τὰ τέλεια ζῷα πρῶτα, τοιαῦτα δὲ τὰ ζῳοτοκοῦντα, καὶ τούτων ἄνθρωπος πρῶτον.
而完美的动物是最先的,此类动物是胎生动物,在这些动物中,人是最先的。
ἡ μὲν οὗν ἀπόκρισις γίνεται πᾶσι τοῦ σπέρματος ὥσπερ ἄλλου τινὸς περιττώματος.
精液的排泄在所有人中就像其他任何残渣一样发生。
φέρεται γὰρ ἕκαστον εἰς τὸν οἰκεῖον τόπον οὐθὲν ἀποβιαζομένου τοῦ πνεύματος, οὐδ᾽ ἄλλης αἰτίας τοιαύτης ἀναγκαζούσης, ὥσπερ τινές φασιν, ἕλκειν τὰ αἰδοῖα φάσκοντες ὥσπερ τὰς σικύας, τῷ τε πνεύματι βιαζομένων, ὥσπερ ἐνδεχόμενον ἄλλοθί που πορευθῆναι μὴ βιασαμένων ταύτην τὴν περίττωσιν τὴν τῆς ὑγράς ἢ ξηρᾶς τροφῆς, ὅτι τὰς ἐξόδους αὐτῶν ἠθροισμένῳ τῷ πνεύματι συνεκκρίνουσιν, τοῦνο δὲ κοινὸν κατὰ πάντων ὅσα δεῖ κινῆσαι· διὰ γὰρ τοῦ τὸ πνεῦμα κατασχεῖν ἡ ἰσχὺς ἐγγίνεται, ἐπεὶ καὶ ἄνευ ταύτης τῆς βίας ἐκκρίνεται τὰ περιττώματα καὶ καθεύδουσιν, ἂν ἄνετοί τε καὶ πλήρεις περιττώματος οἱ τόποι τύχωσιν ὄντες.
因为每种残渣都被输送到其适当的部位,而没有普内乌玛的强迫,也没有其他类似原因的逼迫,并不像有些人所说的那样,他们声称生殖器像吸角一样吸引精液,并且用普内乌玛强迫它,仿佛如果他们不强迫,这种湿性或干性食物的残渣就有可能走到其他地方去,因为他们伴随着积聚的普内乌玛一起排出其出口;但这对于所有必须移动的事物都是共同的,因为通过屏住普内乌玛可以产生力量,因为即使没有这种强迫,如果这些部位碰巧松弛且充满残渣,即使在睡眠中,残渣也会被排出。
ὅμοιον δὲ κἂν εἴ τις φαίη τοῖς φυτοῖς ὑπὸ τοῦ πνεύματος ἑκάστοτε τὰ σπέρτὸν καρπόν.
这就像有人如果说植物的种子和果实每次也是由普内乌玛排出一样。
ἀλλὰ τούτου μὲν αἴτιον, ὥσπερ εἴρηται, τὸ πᾶσιν εἶναι μόρια δεκτικὰ τοῖς περιττώμασι, τοῖς τ᾽ ἀχρήστοις, οἷον τῇ τε ξηρᾷ καὶ τῇ ὑγρᾷ, καὶ τῷ αἵματι τὰς καλουμένας φλέβας.
但这其中的原因,如前所述,是因为所有人都有接受残渣的部位,包括无用的残渣,如干的和湿的,而对于血液则是所谓的血管。
τοῖς μὲν οὖν θήλεσι περὶ τὸν τῶν ὑστερῶν τόπον, σχιζομένων ἄνωθεν τῶν δύο φλεβῶν, τῆς τε μεγάλης καὶ τῆς ἀορτῆς, πολλαὶ καὶ λεπταὶ φλέβες τελευτῶσιν εἰς τὰς ὑστέρας, ὧν ὑπερπληρουμένων ἐκ τῆς τροφῆς, καὶ τῆς φύσεως διὰ ψυχρότητα πέττειν οὐ δυναμένης, ἐκκρίνεται διὰ λεπτοτάτων φλεβῶν εἰς τὰς ὑστέρας, οὐ δυναμένων διὰ τὴν στενοχωρίαν δέχεσθαι τὴν ὑπερβολὴν τοῦ πλήθους, καὶ γίνεται τὸ πάθος οἷον αἰμορροΐς.
那么在雌性中,在子宫区域周围,两条血管(大血管和主动脉)从上方分叉,许多细小的血管终止于子宫,当这些血管因食物而过度充盈,且自然因寒冷而无法使其成熟时,它便通过最细的血管排入子宫,因为这些血管由于狭窄而无法承受过多的数量,而这种症状就变得像痔疮一样。
ἀκριβῶς μὲν οὖν ἡ περίοδος οὐ τέτακται ταῖς γυναιξί, βούλεται δὲ φθινόντων γίνεσθαι τῶν μηνῶν εὐλόγως• ψυχρότερα γὰρ τὰ σώματα τῶν ζῴων, ὅταν καὶ τὸ περιέχον συμβαίνῃ γίγνεσθαι τοιοῦτον, αἱ δὲ τῶν μηνῶν σύνοδοι ψυχραὶ διὰ τὴν τῆς σελήνης ἀπόλειψιν, διόπερ καὶ χειμερίους συμβαίνει τὰς συνόδους εἶναι τῶν μηνῶν μᾶλλον ἢ τὰς μεσότητας.
女性的周期并没有精确地固定,但在月亮亏缺时发生是合理的;因为当周围环境也变得寒冷时,动物的身体也会变冷,而由于月光的缺乏(月亮与太阳合相),月的合相期是寒冷的,因此月的合相期往往比月半更具寒意(冬意)。
μεταβεβληκότος μὲν οὗν εἰς αἷμα τοῦ περιττώματος βούλεται γίγνεσθαι τὰ καταμήνια κατὰ τὴν εἰρημένην περίοδον, μὴ πεπεμμένου δὲ κατὰ μικρὸν ἀεί τι ἀποκρίνεται· διὸ τὰ λευκὰ μικροῖς ἔτι καὶ παιδίοις οὗσι γίνεται τοῖς θήλεσιν.
当残渣转化为血液时,经血倾向于在所述周期内发生,但如果未成熟,则总是会一点一点地分泌出一些东西;因此,雌性即使在还小、是儿童时,也会出现白带。
μετριάζουσαι μὲν οὖν ἀμφότεραι αὗται αἱ ἀποκρίσεις τῶν περιττωμάτων τὰ σώματα σώζουσιν, ἅτε γιγνομένης καθάρσεως τῶν περιττωμάτων, ῾ἃ τοῦ νοσεῖν αἴτια τοῖς σώμασιν μὴ γινομένων δὲ ἢ πλειόνων γιγνομἐνων βλάπτει· ποιεῖ γὰρ ἢ νόσους ἢ τῶν σωμάτων καθαίρεσιν, διὸ καὶ τὰ λευκὰ συνεχῶς γινόμενα καὶ πλεονάζοντα τὴν αὔξησιν ἀφαιρεῖται τῶν παιδίων.
这两类残渣的分泌在适度时可以保护身体,因为这起到了清除作为身体致病原因的残渣的净化作用;但如果不发生或发生过多,则会造成危害,因为这会产生疾病或导致身体消耗衰弱,因此白带持续且过量发生会夺走儿童的生长发育。
ἐξ ἀνάγκης μὲν οὖν ἡ περίττωσις αὕτη γίνεται τοῖς θήλεσι διὰ τὰς εἰρημένας αἰτίας· μὴ δυναμένης τε γὰρ πέττειν τῆς φύσεως ἀνάγκη περίττωμα γίγνεσθαι μὴ μόνον τῆς ἀχρήστου τροφῆς, ἀλλὰ καὶ ἐν ταῖς φλεψίν, ὑπερβάλλειν τε πληθύνοντα κατὰ τὰς λεπτστάτας φλέβας.
因此,在雌性中,由于所述原因,这种残渣的产生是必然的;因为既然自然无法使其成熟,不仅无用的食物会产生残渣,血管中也会产生残渣,并且随着其增多,必然会通过最细的血管溢出。
ἕνεκα δὲ τοῦ βελτίονος καὶ τοῦ τέλους ἡ φύσις καταχρῆται πρὸς τὸν τόπον τοῦτον τῆς γενέσεως χάριν, ὅπως οἷον ἔμελλε τοιοῦτον γένηται ἕτερον· ἤδη γὰρ ὑπάρχει δυνάμει γε ὂν τοιοῦτον οἴου πέρ ἐστι σώματος ἀπόκρισις.
然而,为了更好的目的和终点,自然为了生育而在这个部位转用它,以便产生另一个与本应产生的相同的个体;因为由于它是从这样的身体排泄出来的,它在潜能上就已经作为这样的一种身体而存在了。