§2.1#4οὐθὲν ἄρα οἶον τε μόριον ὑπάρχειν.
因此,任何部分都不可能(从一开始就)预先存在。
οὐκ ἄρα ἔχει τὸ ποιοῦν τὰ μόρια ἐν αὐτῷ.
因此,精液内部并没有制造这些部分的东西。
ἀλλὰ μὴν οὐδ’ ἔξω· ἀνάγκη δὲ τούτων εἶναι θάτερον, πειρατέον δὴ ταῦτα λύειν·
然而,外部也没有;而在这两者之间必然是其中之一,我们必须尝试解决这些困难。
ἴσως γάρ τι τῶν εἰρημένων ἐστὶν οὐχ ἁπλοῦν, οἷον πῶς ποτὲ ὑπὸ τοῦ ἔξω οὐκ ἐνδέχεται γίνεσθαι.
因为也许所说的某些事情并不是简单的,例如,为什么说它绝不可能由外部的某种东西产生。
ἔστι μὲν γὰρ ὡς ἐνδέχεται, ἔστι δ’ ὡς οὔ.
因为在某种意义上是可能的,而在另一种意义上则是不可能的。
τὸ μὲν οὖν τὸ σπέρμα λέγειν ἢ ἀφ’ οὗ τὸ σπέρμα οὐθὲν διαφέρει ᾗ ἔχει τὴν κίνησιν ἐν ἑαυτῷ, ἣν ἐκεῖνο ἐκίνει.
现在,说“种子”或“产生种子之物”是没有区别的,因为种子内部保留着那个东西所启动的运动。
ἐνδέχεται δὲ τόδε μὲν τόδε κινῆσαι, τόδε δὲ τόδε, καὶ εἶναι οἷον τὰ αὐτόματα τῶν θαυμάτων.
而这一个动这一个,这一个又动那一个,这是可能的,这就像奇妙的自动装置。
ἔχοντα γάρ πως ὑπάρχει δύναμιν τὰ μόρια ἠρεμοῦντα· ὧν τὸ πρῶτον ὅταν τι κινήσῃ τῶν ἔξωθεν, εὐθὺς τὸ ἐχόμενον γίγνεται ἐνεργείᾳ.
因为这些部分在静止时,以某种方式作为具有某种潜在能力而存在;当外部的某种东西移动了它们之中的第一个时,紧接着的那个部分立刻就变成现实态。
ὥσπερ οὖν ἐν τοῖς αὐτομάτοις, τρόπον μέν τινα ἐκεῖνο κινεῖ οὐχ ἁπτόμενον νῦν οὐθενός, ἁψάμενον μέντοι· ὁμοίως δὲ καὶ ἀφ’ οὗ τὸ σπέρμα ἢ τὸ ποιῆσαν τὸ σπέρμα, ἁψάμενον μέν τινος, οὐχ ἁπτόμενον δ’ ἔτι·
就像在自动装置中一样,在某种意义上,那个东西现在虽然没有接触任何东西,但由于曾经接触过,所以能够移动它;同样,产生种子之物或制造种子之物,也曾经接触过某物,但现在不再接触了。
τρόπον δέ τινα ἡ ἐνοῦσα κίνησις, ὥσπερ ἡ οἰκοδόμησις τὴν οἰκίαν.
但在某种意义上,内部的运动在进行制造,正如建筑技术制造房屋一样。
ὅτι μὲν οὗν ἔστι τι ὃ ποιεῖ, οὐχ οὕτως δὲ ὡς τόδε τι, οὐδ’ ἐνυπάρχει ὡς τετελεσμένον τὸ πρῶτον, δῆλον·
因此,显而易见,存在着某种进行制造的东西,但它并不是作为一个个别的实体,它也不是作为一个已经完成的东西在最初就预先存在。
πῶς δέ ποτε ἕκαστον γίγνεται, ἐντεῦθεν δεῖ λαβεῖν, ἀρχὴν ποιησαμένους πρῶτον μὲν ὅτι ὅσα φύσει γίγνεται ἢ τέχνη, ὑπ’ ἐνεργείᾳ ὄντος γίνεται ἐκ τοῦ δυνάμει τοιούτου.
但是,每个部分究竟是如何产生的,必须从这里来理解,首先要把这作为出发点:凡是通过自然或技术产生的事物,都是由现实存在之物从潜在具有此类性质之物中产生的。
τὸ μὲν οὖν σπέρμα τοιοῦτον, καὶ ἔχει κίνησιν καὶ ἀρχὴν τοιαύτην, ὥστε παυομένης τῆς κινήσεως γίνεσθαι ἕκαστον τῶν μορίων καὶ ἔμψυχον.
因此,种子就是这样的东西,并且具有这样的运动和原理,以至于当运动停止时,每个部分就会产生并具有魂。
οὐ γάρ ἐστι πρόσωπον μὴ ἔχον ψυχήν, οὐδὲ σάρξ, ἀλλὰ φθαρέντα ὁμωνύμως λεχθήσεται τὸ μὲν εἶναι πρόσωπον τὸ δὲ σάρξ, ὥσπερ κἂν εἰ ἐγίγνετο λίθινα ἢ ξύλινα.
因为不存在不具有魂的脸,也不存在没有魂的肉,而是当它们腐坏时,一个被称为脸,另一个被称为肉,都只是同名异义地(名义上)说的,就像它们是由石头或木头做成的一样。
ἅμα δὲ τὰ ὁμοιομερῆ γίνεται καὶ τὰ ὀργανικά·
同时,同质部分和器官部分也是一起产生的。
καὶ ὥσπερ οὐδ’ ἂν πέλεκυν οὐδ’ ἄλλο ὄργανον φήσαιμεν ἂν ποιῆσαι τὸ πῦρ μόνον, οὕτως οὐδὲ πόδα οὐδὲ χεῖρα.
正如我们不能说单凭火就能制造出斧头或任何其他工具一样,单凭火也不能制造出脚或手。
τὸν αὐτὸν δὲ τρόπον οὐδὲ σάρκα· καὶ γὰρ ταύτης ἔργόν τι ἐστίν.
同样,它也不能制造出肉;因为肉也有其某种功能。
σκληρὰ μὲν οὖν καὶ μαλακὰ καὶ γλίσχρα καὶ κραῦρα, καὶ ὅσα ἄλλα πάθη ὑπάρχει τοῖς ἐμψύχοις μορίοις, θερμότης καὶ ψυχρότης ποιήσειεν ἄν, τὸν δὲ λόγον ᾧ ἤδη τὸ μὲν σὰρξ τὸ δ’ ὀστοῦν, οὐκέτι, ἀλλ ἡ κίνησις ἡ ἀπὸ τοῦ γεννήσαντος τοῦ ἐντελεχείια ὄντος ὅ ἐστι δυνάμει ἡ ἐξ οὗ γίνεται, ὥσπερ καὶ ἐπὶ τῶν γινομένων κατὰ τέχνην.
因此,硬、软、粘、脆以及有魂部分所具有的各种其他性质,热和冷或许能够制造,但使一个已经成为肉、另一个已经成为骨的那个比例(逻各斯),热和冷就无法再制造了,而必须是由现实存在着的生育者所传来的运动来制造,这运动作用于作为其产生源泉的、潜在存在着的质料,正如在通过技术产生的事物中一样。
σκληρὸν μὲν γὰρ καὶ μαλακὸν τὸν σίδηρον ποιεῖ τὸ θερμὸν καὶ τὸ ψυχρόν, ἀλλὰ ξίφος ἡ κίνησις ἡ τῶν ὀργάνων ἔχουσα λόγον τὸν τῆς τέχνης.
因为热和冷使铁变硬和变软,但制造剑的是具有技术比例(逻各斯)的工具的运动。
ἡ γὰρ τέχνη ἀρχὴ καὶ εἶδος τοῦ γινομένου, ἀλλ’ ἐν ἑτέριω· ἡ δὲ τῆς φύσεως κίνησις ἐν αὐτῷ ἀφ’ ἑτέρας οὖσα φύσεως τῆς ἐχούσης τὸ εἶδος ἐνεργέια.
因为技术是产生之物的原理和形相,但在另一个东西之中;而自然的运动在它自身之中,它来自于另一个现实地具有该形相的自然。
πότερον δ’ ἔχει ψυχὴν τὸ σπέρμα ἢ οὕ;
那么,种子是否有魂呢?
ὁ αὐτὸς λόγος καὶ περὶ τῶν μορίων· οὔτε γὰρ ψυχὴ ἐν ἄλλιω οὐδεμία ἔσται πλὴν ἐν ἐκείνῳ οὗ γ’ ἐστίν, οὔτε μόριον ἔσται μὴ μετέχον ἀλλ’ ἢ ὁμωνύμως, ὥσπερ τεθνεῶτος ὀφθαλμός.
对于各部分也可以用同样的道理来解释:因为任何魂都不会存在于它所属的那个具体事物之外的任何其他东西中,而不分享魂的部分,除了同名异义之外,也是无法存在的,就像死人的眼睛一样。
δῆλον οὖν ὅτι καὶ ἔχει καὶ ἔστι δυνάμει.
因此,显然它既具有魂,又是潜在地具有。
ἐγγυτέρω δὲ καὶ πορρωτέρω αὐτὸ αὑτοῦ ἐνδέχεται εἶναι δυνάμει, ὥσπερ ὁ καθεύδων γεωμέτρης τοῦ ἐγρηγορότος πορρωτέρω, καὶ οὗτος τοῦ θεωροῦντος.
而且,它潜在地处于离自身较近和较远的状态是可能的,就像睡着的几何学家比醒着的几何学家离观照更远,而醒着的几何学家又比正在进行观照的几何学家更远一样。
ταύτης μὲν οὖν οὐθὲν μόριον αἴτιον τῆς γενέσεως, ἀλλὰ τὸ πρῶτον κινῆσαν ἔξωθεν.
因此,这个产生的原因不是胚胎的任何部分,而是来自外部的最初推动者。
οὐθὲν γὰρ αὐτὸ ἑαυτὸ γεννιᾶ· ὅταν δὲ γένηται, αὔξει ἤδη αὐτὸ ἑαυτό.
因为没有任何东西能自我产生;但一旦产生,它就已经自我生长。
διόπερ πρῶτόν τι γίγνεται, καὶ οὐχ ἅμα πάντα.
因此,是某一个最先的部分产生,而不是所有的部分同时产生。
τοῦτο δὲ γίγνεσθαι ἀνάγκη πρῶτον, ὃ αὐξήσεως ἀρχὴν ἔχει· εἴτε γὰρ φυτὸν εἴτε ζῷον, ὁμοίως τοῦτο πᾶσιν ὑπάρχει τὸ θρεπτικόν.
而最先产生的那部分,必然是具有生长原理的部分;因为无论是植物还是动物,营养能力都同样存在于所有事物中。
τοῦτο δ’ ἔστι τὸ γεννητικὸν ἑτέρου οἷον αὐτό· τοῦτο γὰρ παντὸς φύσει τελείου ἔργον καὶ ζῴου καὶ φυτοῦ.
而这就是产生像它自己一样的另一个东西的能力;因为这是每个自然完成之物(无论是动物还是植物)的功能。
ἀνάγκη δὲ διὰ τόδε, ὅτι ὅταν τι γένηται, αὐξάνεσθαι ἀνάγκη.
而这是必然的,原因在于:一旦某物产生,它就必须生长。
ἐγέννησε μὲν τοίνυν τὸ συνώνυμον, οἷον ἄνθρωπος ἄνθρωπον, αὔξεται δὲ δι’ ἑαυτοῦ.
现在,同名者产生了它,例如人产生人,但它是通过自身生长的。
αὐτὸ ἄρα τι ὂν αὔξει.
因此,它作为一个存在物自我生长。
εἰ δὴ ἕν τι καὶ τοῦτο πρῶτον, τοῦτο ἀνάγκη γίγνεσθαι πρῶτον.
如果确实这最先的部分是某一个单一的东西,那么这部分必然最先产生。
ὥστ’ εἰ ἡ καρδία πρῶτον ἔν τισι ζῴοις γίγνεται, ἐν δὲ τοῖς μὴ ἔχουσι καρδίαν τὸ ταύτῃ ἀνάλογον, ἐκ ταύτης ἄν εἴη ἡ ἀρχὴ τοῖς ἔχουσι, τοῖς δ’ ἄλλοις ἐκ τοῦ ἀνάλογον.
所以,如果在某些动物中,心脏是最先产生的,而在没有心脏的动物中,则是与其类似的部分最先产生,那么对于有心脏的动物,原理将来自于它,而对于其他动物,则来自于该类似部分。
Τί μὲν οὖν ἐστὶν αἴτιον ὡς ἀρχὴ τῆς περὶ ἕκαστον γενέσεως, κινοῦν πρῶτον καὶ δημιουργοῦν, εἴρηται πρὸς τὰ διαπορηθέντα πρότερον·
因此,作为每个事物产生的原理、最先推动并塑造的原因是什么,已经针对之前讨论过的困难作出了说明。