§1.22ἥ τε γένεσις ἐν τῷ θήλει συμβαίνει τῶν γινομένων, ἀλλ᾽ οὐκ εἰς τὸ ἄρρεν· οὕτ᾽ αὖ τὸ ἄρρεν προΐεται τὴν γονὴν οὔτε τὸ θῆλυ, ἀλλ᾽ ἄμφω εἰς τὸ θῆλυ συμβάλλονται τὸ παρ᾽ αὐτῶν γιγνόμενον, διὰ τὸ ἐν τῷ θήλει εἶναι τὴν ὕλην ἐξ ἧς ἐστὶ τὸ δημιουργούμενον.
而且,所生之物的生育发生在雌性体内,而不是在雄性体内;另一方面,雄性和雌性并不互相排出精液,而是双方都将来自它们自身的东西投入雌性体内,因为被制造之物所由构成的质料存在于雌性体内。
καὶ εὐθὺς τὴν μὲν ἀθρόον ὑπάρχειν ἀναγκαῖον ἐξ ἧς συνίσταται τὸ κύημα τὸ πρῶτον, τὴν δ᾽ ἐπιγίνεσθαι δεῖ τῆς ὕλης ἵν᾽ αὐξάνηται τὸ κυόμενον.
而且,胚胎最初据以构成的这一部分质料必须当即一次性备齐,而另一部分质料则必须随后陆续供给,以便使怀胎之物得以生长。
ὥστ᾽ ἀνάγκη ἐν τῷ θήλει ὑπάρχειν τὸν τόκον· καὶ γὰρ πρὸς τῷ ξύλῳ ὁ τέκτων καὶ πρὸς τῷ πηλῷ ὁ κεραμεύς, καὶ ὅλως πᾶσα ἡ ἐργασία καὶ ἡ κίνησις ἡ ἐσχάτη πρὸς τῇ ὕλῃ, οἷον ἡ οἰκοδόμησις ἐν τοῖς οἰκοδομουμένοις.
因此,孕育必须在雌性体内进行;因为木匠紧挨着木材,陶工紧挨着泥土,总之所有的加工和最终的运动都紧挨着质料,正如建筑活动是在被建造的建筑物中进行一样。
λάβοι δ᾽ ἄν τις ἐκ τούτων καὶ τὸ ἄρρεν πῶς συμβάλλεται πρὸς τὴν γένεσιν·
而人们也可以从这些情况中理解雄性是如何参与生育的。
οὐδὲ γὰρ τὸ ἄρρεν ἅπαν προΐεται σπέρμα, ὅσα τε προΐεται τῶν ἀρρένων, οὐθὲν μόριον τοῦτ᾽ ἐστὶ τοῦ γιγνομένου κυήματος, ὥσπερ οὐδ᾽ ἀπὸ τοῦ τέκτονος πρὸς τὴν τῶν ξύλων ὕλην οὔτ᾽ ἀπέρχεται οὐθέν, οὔτε μόριον οὐθέν ἐστιν ἐν τῷ γιγνομένῳ τῆς τεκτονικῆς, ἀλλ᾽ ἡ μορφὴ καὶ τὸ εἶδος ἀπ᾽ ἐκείνου ἐγγίνεται διὰ τῆς κινήσεως ἐν τῇ ὕλῃ, καὶ ἡ μὲν ψυχὴ ἐν ᾗ τὸ εἶδος καὶ ἡ ἐπιστήμη κινοῦσι τὰς χεῖρας ἤ τι μόριον ἕτερον ποιάν τινα κίνησιν, ἑτέραν μὲν ἀφ᾽ ὧν τὸ γιγνόμενον ἕτερον, τὴν αὐτὴν δὲ ἀφ᾽ ὧν τὸ αὐτό, αἱ δὲ χεῖρες καὶ τὰ ὄργανα τὴν ὕλην.
因为并不是所有的雄性都排出精液,而在那些排出精液的雄性中,这精液也并非所产生的胚胎的任何组成部分,正如木匠身上没有排出任何东西进入作为其质料的木材中,木工手艺的任何部分也不存在于所产生的产品中,相反,形状和形式是通过运动从木匠那里植入质料之中的;而且,包含形式和知识的灵魂以某种特定的运动来活动双手或其它的某个部位(当所产生的产品不同时,运动也不同,当产品相同时,运动也相同),而双手和工具则去活动质料。
ὁμοίως δὲ καὶ ἡ φύσις ἡ ἐν τῷ ἄρρενι τῶν σπέρμα προιϊεμένων χρῆται τῷ σπέρματι ὡς ὀργάνῳ καὶ ἔχοντι κίνησιν ἐνεργείᾳ, ὥσπερ ἐν τοῖς κατὰ τέχνην γινομένοις τὰ ὄργανα κινεῖται· ἐν ἐκείνοις γάρ πως ἡ κίνησις τῆς τέχνης.
同样地,在那些排出精液的动物中,雄性体内的自然也将精液作为工具来使用,并使其具有现实态的运动,正如同在通过技艺制造的东西中工具被活动一样;因为在那些工具中,在某种意义上存在着技艺的运动。
ὅσα μὲν οὗν προΐεται σπέρμα, συμβάλλεται τοῦτον τὸν τρόπον εἰς τὴν γένεσιν· ὅσα δὲ μὴ προΐεται σπέρμα, ἀλλ’ ἐναφίησι τὸ θῆλυ εἰς τὸ ἄρρεν τῶν αὑτοῦ τι μο ρίων, ὅμοιον ἔοικε ποιοῦντι ὥσπερ ἂν εἰ τὴν ὕλην κομίσειε ρένων οὐθὲν δι’ ἑτέρων οἵα τε ποιεῖν ἡ φύσις, ἀλλὰ μόλις αὐτῆς προσεδρευούσης ἰσχύουσιν αἱ κινήσεις, καὶ ἔοικε τοῖς πλάττουσιν, οὐ τοῖς τεκταινομένοις·
因此,那些排出精液的动物便以这种方式参与生育;而那些不排出精液、反而是雌性将自身的某些部位伸入雄性体内的动物,其行为似乎就像是有人运来质料一样。
οὐ γὰρ δι’ ἑτέρου θιγγάνουσα δημιουργεῖ τὸ συνιστάμενον, ἀλλ’ αὐτὴ τοῖς αὑτῆς μορίοις.
因为雄性的自然无法通过媒介工具来制造任何东西,而是只有在她自己亲自陪伴在旁时,这些运动才能发挥效力,这更像是在塑造泥土的人,而不是在做木工的人;因为她并不是通过其它媒介物接触并制造构成物,而是亲自用自己的部位来制造。