§1.21περὶ μὲν τούτων διωρίσθω τὸν τρόπον τοῦτον.
\n关于这些问题,且作如是规定。
ἅμα δ᾽ ἐκ τούτων φανερόν, περὶ ὧν ἐχόμενόν ἐστιν ἐπισκέψασθαι, πῶς ποτὲ συμβάλλεται εἰς τὴν γένεσιν τὸ ἄρρεν, καὶ πῶς αἴτιόν ἐστι τοῦ γινομένου τὸ σπέρμα τὸ ἀπὸ τοῦ ἄρρενος, πότερον ὡς ἐνυπάρχον καὶ μόριον ὂν εὐθὺς τοῦ γινομένου σώματος, μιγνύμενον τῇ ὕλῃ τῇ παρὰ τοῦ θήλεος, ἢ τὸ μὲν σῶμα οὐθὲν κοινωνεῖ τοῦ σπέρματος, ἡ δ᾽ ἐν αὐτῷ δύναμις καὶ κίνησις· αὕτη μὲν γάρ ἐστιν ἡ ποιοῦσα, τὸ δὲ συνιστάμενον καὶ λαμβάνον τὴν μορφὴν τὸ τοῦ ἐν τῷ θήλει περιττώματος λοιπόν.
同时,由此也清楚了我们接下来要考察的内容,即雄性究竟如何参与生育,以及来自雄性的精液如何成为所生之物的动因:究竟是作为生出的身体中最初便内在的组成部分、与来自雌性的质料相混合,还是精液的实体本身并不参与,而是其内部的动力与运动在起作用;因为正是后者在发挥主动作动作用,而凝结并接受形式的则是雌性体内余留的残余物。
κατά τε δὴ τὸν λόγον οὕτω φαίνεται καὶ ἐπὶ τῶν ἔργων.
\n从理论上和事实来看,情况似乎都是如此。
καθόλου τε γὰρ ἐπισκοποῦσιν οὐ φαίνεται γιγνόμενον ἓν ἐκ τοῦ παθητικοῦ καὶ τοῦ ποιοῦντος ὡς ἐνυπάρχοντος ἐν τῷ γινομένῳ τοῦ ποιοῦντος, οὐδ᾽ ὅλως δὴ ἐκ τοῦ κινουμένου καὶ κινοῦντος.
因为在一般考察中,由受动者和施动者产生的统一体,并不显得施动者内在其中,动作者与受动者之间也完全不是这样。
ἀλλὰ μὴν τό γε θῆλυ, ᾗ θῆλυ, παθητικόν, τὸ δ᾽ ἄρρεν, ιἧ ἄρρεν, ποιητικὸν καὶ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως.
而且,雌性就其为雌性而言是受动的,而雄性就其为雄性而言是主动作动的,且是运动原理的源泉。
ὥστε ἂν ληφθῇ τὰ ἄκρα ἑκατέρων, ᾗ τὸ μὲν ποιητικὸν καὶ κινοῦν, τὸ δὲ παθητικὸν καὶ κινούμενον, οὐκ ἔστιν ἐκ τούτων τὸ γιγνόμενον ἕν, ἀλλ᾽ ἢ οὕτως ὡς ἐκ τοῦ τέκτονος καὶ ξύλου ἡ κλίνη, ἢ ὡς ἐκ τοῦ κηροῦ καὶ τοῦ εἴδους ἡ σφαῖρα.
因此,如果取两者的两极,即一为主动作动和推动者,另一为受动和被推动者,那么由它们产生的东西,要么就像由木匠和木材产生床,要么就像由蜡和形式产生球体,绝无其他方式。
δῆλον ἄρα ὅτι οὔτ᾽ ἀνάγκη ἀπιέναι τι ἀπὸ τοῦ ἄρρενος, οὔτ᾽ εἴ τι ἀπέρχεται, διὰ τοῦτο ἐκ τούτου ὡς ἐνυπάρχοντος τὸ γιγνόμενόν ἐστιν, ἀλλ᾽ ὡς ἐκ κινήσαντος καὶ τοῦ εἴδους, ὡς καὶ ἀπὸ τῆς ἰατρικῆς ὁ ὑγιασθείς.
可见,雄性既无必要排出任何实体,即使排出,所生之物也并非因此就以其为内在成分而构成,而是如同从推动者和形式中产生一样,恰如从医术中产生痊愈者。
συμβαίνει δ᾽ ὁμολογούμενα τῷ λόγῳ καὶ ἐπὶ τῶν ἔργων.
\n而与理论相一致的情况在事实上也发生了。
διὰ τοῦτο γὰρ ἔνια τῶν ἀρρένων καὶ συνδυαξομένων τοῖς θήλεσιν οὐδὲ μόριον οὐθὲν φαίνεται προϊέμενα εἰς τὸ θῆλυ, ἀλλὰ τοὐναντίον τὸ θῆλυ, εἰς τὸ ἄρρεν, ὃ συμβαίνει ἐνίοις τῶν ἐντόμων.
正是因为这个缘故,某些雄性动物即使在与雌性交配时,也显出没有向雌性体内排出任何身体成分,反而是雌性向雄性排入,这在某些昆虫中发生。
ὃ γὰρ ἐν τοῖς προϊεμένοις ἀπεργάζεται τὸ σπέρμα ἐν τῷ θήλει, τοῦτο ἡ ἐν τῷ ζῴῳ αὐτῷ ὑγρότης καὶ δύναμις ἀπεργάζεται, εἰσ φέροντος τοῦ θήλεος τὸ δεκτικὸν τοῦ περιττώματος μόριον, καὶ διὰ τοῦτο τὰ τοιαῦτα τῶν ζῴων συμπλέκεται μὲν ποοῦν μέχρι ἂν συστήσῃ, ὥσπερ ἡ γονή· διαλυθέντα δὲ προΐεται τὸ κύημα ταχέως.
因为在那些排出精液的动物中,精液在雌性体内所起的作用,在这些昆虫中则是通过雄性自身的湿气和力量来完成的,此时雌性将容纳残余物的器官伸入雄性体内。 由于这个原因,这类动物会持续交尾作动,直到像精液那样使之凝结;一旦分离,它们就会迅速排出胚胎。
γεννᾷ γὰρ ἀτελές· σκωληκοτοκεῖ γὰρ παντα τὰ τοιαῦτα.
因为它们生育的是未完成的东西;所有这类动物都产幼虫。
μέγιστον δὲ σημεῖον τὸ συμβαῖνον. περὶ τοὺς ὄρνιθας καὶ τὸ τῶν ἰχθύων γένος τῶν ᾠοτόκων τοῦ μήτε ἀπὸ πάντων εἶναι τὸ σπέρμα τῶν μορίων, μήτε προΐεσθαι τὸ ἄρρεν τοιοῦτόν τι μόριον ὃ ἔσται ἐνυπάρχον τῷ γεννηθέντι, ἀλλὰ μόνον τῇ δυνάμει τῇ ἐν τῇ γονῇ ζῳοποιεῖν, ὥσπερ εἴπομεν ἐπὶ τῶν ἐντόμων, ἐν οἷς τὸ θῆλυ προΐεται εἰς τὸ ἄρρεν.
\n而在鸟类和卵生鱼类中发生的事实,是表明精液并非来自身体各部分,且雄性并不排出任何会内在于所生之物中的实体,而仅仅通过精液中的力量来赋予生命(正如我们在雌性向雄性排入的昆虫中所说的那样)的最大迹象。
ἐάν τε γὰρ ὑπηνέμια τύχῃ κύουσα ἡ ὄρνις, ἐὰν μετὰ ταῦτα ὀχεύηται μήπω μεταβεβληκότος τοῦ ᾠοῦ ἐκ τοῦ ὠχρὸν ὅλον εἶναι εἰσ τὸ λευκαίνεσθαι, γόνιμα γίνεται ἀντὶ ὑπηνεμίων· ἐάν τε ὑφ᾽ ἑτέρου ὠχευμένη καὶ ἔτι ὠχροῦ ὄντος, κατὰ τὸν ὕστερον ὀχεύσαντα τὸ γένος ἀποβαίνει πᾶν τὸ τῶν νεοττῶν.
因为如果鸟类恰好怀有风卵,此后若在蛋尚未从完全黄色转变为变白之前进行交配,它们就会变成有精蛋而非风卵;而如果在蛋仍为黄色时与另一个雄性交配,雏鸟的品种就会完全取决于后交配的雄性。
διὸ ἔνιος τοῦτον τὸν τρόπον τῶν περὶ τὰς ὄρνιθας τὰς γενναίας σπουδαζόντων ποιοῦσι, μεταβάλλοντες τὰ πρῶτα ὀχεῖα καὶ τὰ ὕστερα, ὡς οὐ συμμιγνύμενον καὶ ἐνυπάρχον, οὐδ᾽ ἀπὸ παντὸς ἐλθὸν τὸ σπέρμα.
因此,一些热心于优良鸟类繁殖的人会采用这种方法,更换先后的配种雄鸟,因为他们知道精液并非混合并内在于其中,也不是来自全身。
ἀπ᾽ ἀμφοῖν γὰρ ἂν ἦλθεν, ὥστ᾽ εἶχεν ἂν δὶς ταὐτὰ μέρη.
因为如果是那样,精液就会来自双方,从而使雏鸟拥有双重的相同部位。
ἀλλὰ τῇ δυνάμει τὸ τοῦ ἄρρενος σπέρμα τὴν ἐν τῷ θήλει ὕλην καὶ τροφὴν ποιάν τινα κατασκευάζει.
相反,雄性的精液是通过力量,将雌性体内的质料和营养塑造成某种特定的品质。
τοῦτο γὰρ ἐνδέχεται ποιεῖν τὸ ὕστερον ἐπεισελθὸν ἐκ τοῦ θερμᾶναι καὶ πέψαι· λαμβάνει γὰρ τροφὴν τὸ ᾠὸν ἕως ἂν αὐξάνηται.
因为后进入的精液可以通过温热和消化来做到这一点;只要蛋在生长,它就会吸收营养。
τὸ δ᾽ αὐτὸ συμβαίνει καὶ περὶ τὴν τῶν ἰχθύων γένεσιν τῶν ᾠοτοκουμένων.
\n同样的情况也发生在卵生鱼类的生育中。
ὅταν γὰρ ἀποτέκῃ τὰ ᾠὰ ἡ θήλεια, ὁ ἄρρην ἐπιρραίνει τὸν θορόν· καὶ ὧν μὲν ἂν ἐφάψηται, γόνιμα ταῦτα γίνεται τὰ ᾠᾴ, ὧν δ᾽ ἂν μή, ἄγονα, ὡς οὐκ εἰς τὸ ποσὸν συμβαλλομένου τοῖς ζῴοις τοῦ ἄρρενος, ἀλλ᾽ εἰς τὸ ποιόν.
因为当雌鱼产下卵时,雄鱼会将鱼白洒在上面;凡是接触到鱼白的卵就变成有精卵,而未接触到的则是无精卵,这表明雄性对动物的贡献不是在数量上,而是在质量上。
Ὅτι μὲν οὖν οὔτ’ ἀπὸ παντὸς ἀπέρχεται τὸ σπέρμα τοῖς προϊεμένοις σπέρμα τῶν ζῴων, οὔτε τὸ θῆλυ πρὸς τὴν γένεσιν οὕτω συμβάλλεται τοῖς συνισταμένοις ὡς τὸ ἄρρεν, ἀλλὰ τὸ μὲν ἄρρεν ἀρχὴν κινήσεως, τὸ δὲ θῆλυ τὴν ὕλην, δῆλον ἐκ τῶν εἰρημένων.
\n因此,在排出精液的动物中,精液并非来自全身,且雌性在生育中并不像雄性那样对构成物做出相同的贡献,而是雄性提供运动的原理,雌性提供质料,这从已说的话中显而易见。
διὰ γὰρ τοῦτο οὔτ᾽ αὐτὸ καθ᾽ αὑτὸ γεννᾷ τὸ θῆλυ· δεῖται γὰρ ἀρχῆς καὶ τοῦ κινήσοντος καὶ διοριοῦντος.
正是由于这个原因,雌性自身不能独立生育;因为她需要一个原理,需要推动并界定它的力量。
ἀλλ᾽ ἐνίοις γε τῶν ζῴων, οἷον τοῖς ὄρνισι, μέχρι τινὸς ἡ φύσις δύναται γεννᾶν· αὗται γὰρ συνιστᾶσι μέν, ἀτελῆ δὲ συνιστᾶσι τὰ καλούμενα ὑπηνέμια ᾠά.
但在某些动物中,例如鸟类,自然在一定程度上能够生育;因为它们虽然能使之构成,但构成的是被称为风卵的未完成物。