§1.20#1ὃ δ’ οἴονταί τινες σπέρμα συμβάλλεσθαι ἐν τῇ συνουσίᾳ τὸ θῆλυ διὰ τὸ γίνεσθαι παραπλησίαν τε χαρὰν ἐνίοτε αὐταῖς τῇ τῶν ἀρρένων καὶ ἅμα ὑγρὰν ἀπόκρισιν, οὐκ ἔστιν ἡ ὑγρασία αὕτη σπερματικὴ ἀλλὰ τοῦ τόπου ἴδιος ἑκάσταις.
至于某些人认为雌性在交配中也贡献精液,因为她们有时也会产生与雄性非常相似的快乐,并同时排出液体分泌物,这种水分并不是精液性的,而是每个个体在该部位所特有的。
ἔστι γὰρ τῶν ὑστερῶν ἔκκρισις, καὶ ταῖς μὲν γίγνεται ταῖς δ’ οὔ.
因为它是子宫的分泌物,有些人有,有些人则没有。
γίγνεται μὲν ταῖς λευκοχρόοις καὶ θηλυκαῖς ὡς ἐπὶ τὸ πολὺ εἰπεῖν, οὐ γίνεται δὲ ταῖς μελαίναις καὶ ἀρρενωποῖς.
大体上说,它产生于肤色白皙、具有女性特征的雌性,而不产生于肤色黝黑、具有男性特征的雌性。
τὸ δὲ πλῆθος, αἷς γίγνεται, ἐνίοτε οὐ κατὰ σπέρματος πρόεσίν ἐστιν, ἀλλὰ πολὺ ὑπερβάλλει.
而且在产生这种分泌物的雌性中,其数量有时与精液的排出不成比例,而是大大超过它。
ἔτι δὲ καὶ ἐδέσματα ἕτερα ἑτέρων ποιεῖ πολλὴν διαφορὰν τοῦ γίγνεσθαι τὴν ἔκκρισιν ἢ ἐλάττω ἢ πλείω τὴν τοιαύτην, οἷον ἔνια τῶν δριμέων ἐπίδηλον ποιεῖ εἰς πλῆθος τὴν ἀπόκρισιν.
此外,不同的食物对产生这种分泌物的多寡也有很大影响,例如某些辛辣的食物会使分泌物明显增多。
τὸ δὲ συμβαίνειν ἡδονὴν ἐν τῇ συνουσίᾳ οὐ μόνον τοῦ σπέρματος προϊεμένου ἐστίν, ἀλλὰ καὶ πνεύματος, ἐξ οὗ συνισταμένου ἀποσπερματίζει.
而在交配中产生快乐不仅是由于精液的排出,也是由于气(普内乌玛)的排出,正是由于气的凝聚才完成了排精。
δῆλον δ’ ἐπὶ τῶν παίδων τῶν μήπω δυναμένων προΐεσθαι, ἐγγὺς δὲ τῆς ἡλικίας ὄντων, καὶ τῶν ἀγόνων ἀνδρῶν· γίνεται γὰρ πᾶσι τούτοις ἡδονὴ ξυομένοις.
这在那些还不能排出精液但已接近该年龄的男孩以及不育的男性身上是显而易见的;因为所有这些人在受到摩擦时都会产生快乐。
καὶ τοῖς γε διεφθαρμένοις τὴν γένεσιν ἔστιν ὅτε ἀναλύονται αἱ κοιλίαι διὰ τὸ ἀποκρίνεσθαι περίττωμα εἰς τὴν κοιλίαν οὐ δυνάμενον πεφθῆναι καὶ γενέσθαι σπέρμα.
甚至在那些生殖能力被破坏的人身上,有时肠胃会变得松弛,因为无法被消化并转化为精液的残余物被排到了肠胃中。
ἔοικε δὲ καὶ τὴν μορφὴν γυνὴ καὶ παῖς, καὶ ἔστιν ἡ γυνὴ ὥσπερ ἄρρεν ἄγονον.
女性在形态上与儿童相似,女性就像是一个不育的雄性。
ἀδυναμίᾳ γάρ τινι τὸ θῆλύ ἐστι, τῷ μὴ δύνασθαι πέττειν ἐκ τῆς τροφῆς σπέρμα τῆς ὑστάτης.
因为雌性之所以为雌性是由于某种无能力,即由于不能从最终的营养中消化出精液。
τοῦτο δ’ ἐστὶν ἢ αἷμα ἢ τὸ ἀνάλογον ἐν τοῖς ἀναίμοις διὰ ψυχρότητα τῆς φύσεως.
由于其本性的寒冷,这种最终营养或者是血液,或者是无血动物中相当于血液的东西。
ὥσπερ οὖν ἐν ταῖς κοιλίαις διὰ τὴν ἀπεψίαν γίνεται διάρροια, οὕτως ἐν ταῖς φλεψὶν αἵ τ’ ἄλλαι αἱμορροΐδες καὶ αἱ τῶν καταμηνίων· καὶ γὰρ αὕτη αἱμορροΐς ἐστιν, ἀλλ’ ἐκεῖναι μὲν διὰ νόσον, αὕτη δὲ φυσική.
因此,正如由于消化不良在肠胃中会引起腹泻一样,在血管中也会引起其他出血和月经;因为后者也是一种出血,但前者是由于疾病,而后者是自然发生的。
ὥστε φανερὸν ὅτι εὐλόγως γίνεται ἐκ τούτου ἡ γένεσις.
所以显然,生育合理地由此产生。
ἔστι γὰρ τὰ καταμήνια σπέρμα οὐ καθαρὸν ἀλλὰ δεόμενον ἐργασίας, ὥσπερ ἐν τῇ περὶ τοὺς καρποὺς γενέσει, ὅταν ᾖ μήπω διῃτημένη, ἔνεστι μὲν ἡ τροφή, δεῖται δ’ ἐργασίας πρὸς τὴν κάθαρσιν.
因为月经是不纯净但需要加工的精液,正如在果实的形成中,当它尚未经过整理时,营养已经存在,但为了纯化而需要加工。
διὸ καὶ μιγνυμένη ἐκείνη μὲν τῇ γονῇ, αὕτη δὲ καθαρᾷ τροφῇ, ἡ μὲν γεννᾷ, ἡ δὲ τρέφει.
因此,当那一方与精液混合,而这一方与纯净的营养混合时,一方便生育,另一方便滋养。
σημεῖον δὲ τοῦ τὸ θῆλυ μὴ προΐεσθαι σπέρμα καὶ τὸ γίνεσθαι ἐν τῇ ὁμιλίᾳ τὴν ἡδονὴν τῇ ἀφῇ κατὰ τὸν αὐτὸν τόπον τοῖς ἄρρεσιν· καίτοι οὐ προΐενται τὴν ἰκμάδα ταύτην ἐντεῦθεν.
雌性不排出精液的另一个迹象是,交配中的快乐是通过接触与雄性相同的部位而产生的;然而她们并不从那里排出这种水分。
ἔτι δ’ οὐ πᾶσι γίνεται τοῖς θήλεσιν αὕτη ἡ ἔκκρισις, ἀλλὰ τοῖς αἱματικοῖς, καὶ οὐδὲ τούτοις πᾶσιν, ἀλλ’ ὅσων αἱ ὑστέραι μὴ πρὸς τῷ ὑποζώματί εἰσι μηδ’ ᾠοτοκοῦσιν, ἔτι δ’ οὐδὲ τοῖς αἷμα μὴ ἔχουσιν ἀλλὰ τὸ ἀνάλογον· ὅπερ γὰρ ἐνίοις τὸ αἷμα, ἐν τούτοις ἑτέρα ὑπάρχει σύγκρισις.
此外,这种分泌物并不发生在所有的雌性身上,而是发生在有血动物身上,而且也不是发生在所有这些动物身上,而只是发生在那些子宫不在横隔膜附近且非卵生的动物身上,更不发生在那些没有血液而只有其相当物的动物身上;因为对某些动物来说是血液的东西,在这些动物中存在着另一种混合物。
τοῦ δὲ μήτε τούτοις γίγνεσθαι κάθαρσιν μήτε τῶν αἷμα ἐχόντων τοῖς εἰρημένοις, τοῖς κάτω ἔχουσι καὶ μὴ ᾠοτακοῦσιν, αἰτία ἡ ξηρότης τῶν σωμάτων, ὀλίγον λείπουσα τὸ περίττωμα, καὶ τοσοῦτον ὅσον εἰς τὴν γένεσιν ἱκανὸν μόνον, ἔξω δὲ μὴ προΐεσθαι.
至于这些动物以及上述有血动物中子宫在下方且非卵生的动物不产生月经的原因,在于它们身体的干燥,这使得残余物很少,仅够生育之用,因而不向体外排出。
ὅσα δὲ ζῳοτόκα ἄνευ ᾠοτοκίας (ταῦτα δ’ ἐστὶν ἄνθρωπος καὶ τῶν τετραπόδων ὅσα κάμπτει τὰ ὀπίσθια σκέλη ἐντός· ταῦτα μὲν γὰρ πάντα ζῳοτοκεῖ ἄνευ ᾠοτοκίας) τούτοις δὲ γίγνεται μὲν πᾶσιν, πλὴν εἴ τι πεπήρωται ἐν τῇ γενέσει, οἷον ὀρεύς, οὐ μὴν ἐπιπολάζουσί γε αἱ καθάρσεις ὥσπερ ἀνθρώποις.
而所有那些非卵生的胎生动物(这些是人,以及后腿向内弯曲的四足动物;因为所有这些动物都是非卵生的胎生动物),在所有这些动物中都会产生,除非在生育中出现了某种畸形,比如骡子,但它们的月经并不像人类那样显露于体表。
δι’ ἀκριβείας δέ, πῶς συμβαίνει ταῦτα περὶ ἕκαστον τῶν ζῴων, γέγραπται ἐν ταῖς περὶ τὰ ζῷα ἱστορίαις.
关于这些事情在每种动物中是如何精确发生的,已在《动物志》中有所记载。
πλείστη δὲ γίνεται κάθαρσις τῶν ζῴων ταῖς γυναιξί, καὶ τοῖς ἄρρεσι πλείστη τοῦ σπέρματος πρόεσις κατὰ λόγον τοῦ μεγέθους.
在所有动物中,女性产生的月经最多,而就体型比例而言,雄性排出的精液最多。