§1.19#1μετὰ δὲ ταῦτα διοριστέον περίττωμά τε ποίας τροφῆς, καὶ περὶ καταμηνίων· γίγνεται γάρ τισι καταμήνια τῶν ζῳοτόκων.
在这些之后,我们必须规定精液是何种营养的残余物,并且也必须讨论月经;因为在某些胎生动物中会产生月经。
διὰ τούτων γὰρ φανερὸν ἔσται καὶ περὶ τοῦ θήλεος, πότερον προΐεται σπέρμα ὥσπερ τὸ ἄρρεν καὶ ἔστιν ἓν μῖγμα τὸ γινόμενον ἐκ δυοῖν σπερμάτοιν, ἢ οὐθὲν σπέρμα ἀποκρίνεται ἀπὸ τοῦ θήλεος· καὶ εἰ μηθέν, πότερον οὐδὲ ἄλλο οὐθὲν συμβάλλεται εἰς τὴν γένεσιν ἀλλὰ μόνον παρέχει τόπον, ἢ συμβάλλεταί τι, καὶ τοῦτο πῶς καὶ τίνα τρόπον.
因为通过这些,关于雌性也将会变得清晰:她是否像雄性一样排出精液,且产生的东西是由两种精液混合而成的单一混合物,还是雌性根本不分泌精液;如果是后者,她是否对生育完全没有其他任何贡献而仅提供场所,或者她确实有所贡献,若是如此,又是如何以及以何种方式贡献的。
ὅτι μὲν οὖν ἐστὶν ἐσχάτη τροφὴ τὸ αἷμα τοῖς ἐναίμοις, τοῖς δ᾽ ἀναίμοις τὸ ἀνάλογον, εἴρηται πρότερον· ἐπεὶ δὲ καὶ ἡ γονὴ περίττωμά ἐστι τροφῆς καὶ τῆς ἐσχάτης, ἤτοι αἷμα ἂν εἴη ἢ τὸ ἀνάλογον ἢ ἐκ τούτων τι.
那么,对于有血动物来说血液是最后一阶段的营养,而对于无血动物来说则是其对应物,这在前面已经说过;既然精液也是营养的残余物,而且是最后一阶段营养的残余物,那么它要么是血液,要么是其对应物,要么是源于这些的某种东西。
ἐπεὶ δ᾽ ἐκ τοῦ αἵματος πεττομένου καὶ μεριζομένου πως γίνεται τῶν μορίων ἕκαστον, τὸ δὲ σπέρμα πεφθὲν μὲν ἀλλοιότερον ἀποκρίνεται τοῦ αἵματος, ἄπεπτον δ᾽ ὄν, καὶ ὅταν τις προσβιάζηται πλεονάκις χρώμενος τῷ ἀφροδισιάζειν, ἐνίοις αἱματῶδες ἤδη προελήλυθεν, φανερὸν ὅτι τῆς αἱματικῆς ἂν εἴη περίττωμα τροφῆς τὸ σπέρμα, τῆς εἰς τὰ μέρη διαδιδομένης τελευταίας.
既然各个器官是通过血液被消化并以某种方式分配而产生的,而精液在被消化时,是以不同于血液的形式被分泌出来的,但在未被消化时——以及当有人因过度频繁地进行性交而勉强自己时,在某些人中排出的便已经是带血的物质——显然,精液应当是血液性营养的残余物,即最后分配到各个器官的营养。
καὶ διὰ τοῦτο μεγάλην ἔχει δύναμιν· καὶ γὰρ ἡ τοῦ καθαροῦ καὶ ὑγιεινοῦ αἵματος ἀποχώρηρησις ἐκλυτικόν· καὶ τὸ ὅμοια γίγνεσθαι τὰ ἔκγονα τοῖς γεννήσασιν εὔλογον· ὅμοιον γὰρ τὸ προσελθὸν πρὸς τὰ μέρη τῷ ὑπολειφθέντι.
由于这个原因,它具有巨大的力量;因为即使是流失纯净且健康的血液也是令人疲惫的;而且,后代变得像其生育者也是合乎情理的;因为加入到各个器官中的营养,与留下来(作为精液)的营养是相似的。
ὥστε τὸ σπέρμα ἐστὶ τὸ τῆς χειρὸς ἢ τὸ τοῦ προσώπου ἢ ὅλου τοῦ ζῴου ἀδιορίστως χεὶρ ἢ πρόσωπον ἢ ὅλον ζῷον· καὶ οἷον ἐκείνων ἕκαστον ἐνεργείᾳ, τοιοῦτον τὸ σπέρμα δυνάμει, ἢ κατὰ τὸν ὄγκον τὸν ἑαυτοῦ, ἢ ἔχει τινὰ δύναμιν ἐν ἑαυτῷ.
因此,精液就是手、脸或整个动物在未规定状态下的手、脸或整个动物;它们中的每一个在现实中是怎样的,精液在潜能中就是怎样的,这要么是就其自身的体量而言,要么是因为它自身具有某种力量。
τοῦτο γὰρ οὔπω δῆλον ἡμῖν ἐκ τῶν διωρισμένων, πότερον τὸ σῶμα τοῦ σπέρματός ἐστι τὸ αἴτιον τῆς γενέσεως, ἢ ἔχει τινὰ ἕξιν καὶ ἀρχὴν κινήσεως γεννητικήν· οὐδὲ γὰρ ἡ χεὶρ οὐδ᾽ ἄλλο τῶν μορίων οὐδὲν ἄνευ ψυχῆς ἢ ἄλλης τινὸς δυνάμεώς ἐστι χεὶρ οὐδὲ μόριον οὐθέν, ἀλλὰ μόνον ὁμώνυμον.
因为这从目前已规定的内容来看对我们还不清晰:究竟是精液的身体(物质)是生育的原因,还是它具有某种产生生育的状况和运动原理;因为确实,如果没有灵魂或某种其他力量,手或任何其他器官都不是手或任何器官,而仅仅是在名称上相同而已。
φανερὸν δὲ καὶ ὅτι ὅσοις σύντηξις γίνετο σπερματική, καὶ τοῦτο περίττωμά ἐστιν.
同样显然的是,在那些产生精液性熔解物的人中,这(熔解物)也是一种残余物。
συμβαίνει δὲ τοῦτο ὅταν ἀναλύηται εἰς τὸ προσελθόν, ὥσπερ ὅταν ἀποπέσῃ τὸ ἐναλειφθὲν τοῦ κονιάματος εὐθύς· ταὐτὸν γάρ ἐστι τὸ ἀπελθὸν τῷ πρώτῳ προστεθέντι.
而这种情况发生在其被分解为加入的营养时,就像涂抹上的灰泥立即脱落一样;因为脱落的东西与最初加入的东西是相同的。
τὸν αὐτὸν τρόπον καὶ τὸ τελευταῖον περίττωμα τῷ πρώτῳ συντήγματι ταὐτόν ἐστιν.
以同样的方式,最后的残余物也与最初的熔解物是相同的。
καὶ περὶ μὲν τούτων διωρίσθω τὸν τρόπον τοῦτον.
关于这些事情,就以此种方式进行规定。
ἐπεὶ δ᾽ ἀναγκαῖον καὶ τῷ ἀσθενεστέρῳ γίγνεσθαι περίττωμα πλεῖον καὶ ἧττον πεπεμμένον, τοιοῦτον δ᾽ ὂν ἀναγκαῖον εἶναι αἱματώδους ὑγρότητος πλῆθος, ἀσθενέστερον δὲ τὸ ἐλάττονος θερμότητος κοινωνοῦν κατὰ φύσιν, τὸ δὲ θῆλυ ὅτι τοιοῦτον εἴρηται πρότερον, ἀναγκαῖον καὶ τὴν ἐν τῷ θήλει γινομένην αἱματώδη ἀπόκρισιν περίττωμα εἶναι.
然而,既然较弱的个体必然会产生更多且消化较少的残余物,而这种残余物必然是大量的血液性液体,且在自然中分得较少热量的个体是较弱的,而雌性是属于这种个体在前面已经说过,那么在雌性体内产生的血液性分泌物也必然是一种残余物。
γίνεται δὲ τοιαύτη ἡ τῶν καλουμένων καταμηνίων ἔκκρισις.
而所谓的月经的排出正是这种分泌物。
ὅτι μὲν οὖν ἐστὶ τὰ καταμήνια περίττωμα, καὶ ὅτι ἀνάλογον ὡς τοῖς ἄρρεσιν ἡ γονὴ οὕτω τοῖς θήλεσι τὰ καταμήνια, φανερόν.
因此,月经是一种残余物,且雌性的月经与雄性的精液相对应,这是显然的。
ὅτι δ᾽ ὀρθῶς εἴρηται, σημεῖα τὰ συμβαίνοντα περὶ αὐτά.
而这一说法是正确的,关于它们所发生的事情便是证据。
κατὰ γὰρ τὴν αὐτὴν ἡλικίαν τοῖς μὲν ἄρρεσιν ἄρχεται ἐγγίνεσθαι γονὴ καὶ ἀποκρίνεται, τοῖς δὲ θήλεσι ῥήγνυται τὰ καταμήνια καὶ φωνήν τε μεταβάλλουσι καὶ ἐπισημαίνει τὰ περὶ τοὺς μαστούς.
因为在相同的年龄,雄性开始产生并分泌精液,而雌性则月经来潮,且声音发生改变,乳房周围也显现出迹象。
καὶ παύεται τῆς ἡλικίας ληγούσης τοῖς μὲν τὸ δύνασθαι γεννᾶν, ταῖς δὲ τὰ καταμήνια.
当年龄衰退时,雄性停止了生育能力,雌性则停止了月经。
ἔτι δὲ καὶ τὰ τοιάδε σημεῖα ὅτι περίττωμά ἐστιν αὕτη ἡ ἔκκρισις τοῖς θήλεσιν.
此外,还有以下迹象表明雌性的这种排出物是一种残余物。
ὡς γὰρ ἐπὶ τὸ πολὺ οὔθ’ αἱμορροΐδες γίνονται ταῖς γυναιξὶν οὔτ᾽ ἐκ τῶν ῥινῶν ῥύσις αἵματος οὔτε τι ἄλλο μὴ τῶν καταμηνίων ἱσταμένων· ἐάν τε συμβῇ τι τούτων, χείρους γίγνονται αἱ καθάρσεὶς ὡς ἀναλισκομένης εἰς ταῦτα τῆς ἀποχρίσεως.
因为大体而言,只要月经没有停止,女性既不会患痔疮,也不会鼻出血,更不会有其他任何出血;如果发生了这些情况中的任何一种,净化(月经排出)就会变差,因为分泌物被消耗在了这些事情上。