§1.18#4τοῖν δυοῖν δὴ ληπτέον ἐν ποτέρῳ θετέον τὸ σπέρμα, πότερον ὡς ὕλην καὶ πάσχον ἢ ὡς εἶδός τι καὶ ποιοῦν, ἢ καὶ ἄμφω ἅμα γὰρ ἴσως δῆλον ἔσται καὶ πῶς ἐξ ἐναντίων γένεσις ὑπάρχει πᾶσι τοῖς ἐκ τοῦ σπέρματος· φυσικὴ γὰρ καὶ ἡ ἐκ τῶν ἐναντίων γένεσις·
在这两者中,我们必须把握应该将精液归于哪一类:是作为材料和受动者,还是作为某种形相和能动者,或者两者皆是。 因为与此同时,或许也会弄清楚,对于所有由精液产生的事物来说,相反者之中的生成是如何存在的;因为源于相反者的生成也是合乎自然的。
τὰ μὲν γὰρ ἐξ ἐναντίων γίγνεται, ἄρρενος καὶ θήλεος, τὰ δ’ ἐξ ἑνὸς μόνου, οἷον τά τε φυτὰ καὶ τῶν ζῴων ἔνια, ἐν ὅσοις μή ἐστι διωρισμένον τὸ ἄρρεν καὶ τὸ θῆλυ χωρίς.
因为有些事物是从相反者(即雄性和雌性)中产生的,而另一些则仅从一个单一者中产生,例如植物和某些动物,在这些事物中,雄性和雌性并没有被分开区别开来。
γονὴ μὲν οὖν τὸ ἀπὸ τοῦ γεννῶντος καλεῖται αἴτιον, ὅσα συνδυάζεσθαι πέφυκε, τὸ πρῶτον ἔχον ἀρχὴν γενέσεως, σπέρμα δὲ τὸ ἐξ ἀμφοτέρων τὰς ἀρχὰς ἔχον τῶν συνδυασθέντων, οἷον τά τε τῶν φυτῶν καὶ ἐνίων ζῴων, ἐν οἷς μὴ κεχώρισται τὸ θῆλυ καὶ τὸ ἄρρεν, ὥσπερ τὸ γιγνόμενον ἐκ θήλεος καὶ ἄρρενος πρῶτον μῖγμα οἷον κύημά τι ὂν ἢ ζῷον· καὶ γὰρ ταῦτα ἤδη ἔχει τὸ ἐξ ἀμφοῖν.
因此,在具有交配本性的生物中,那源自生育者、包含生成之最初起因的部分被称为“配子”(gone);而“种子”(sperma)则是包含来自交配双方起因的部分,例如植物和某些未分雌雄的动物的种子,就像由雌雄双方产生的第一种混合物,比如胚胎或动物;因为这些已经包含了两者的成分。
σπέρμα δὲ καὶ καρπὸς διαφέρει τῷ ὕστερον καὶ πρότερον· καρπὸς μὲν γὰρ τῷ ἐξ ἄλλου εἶναι, σπέρμα δὲ τῷ ἐκ τούτου ἄλλο, ἐπεὶ ἄμφω γε ταὐτόν ἐστιν.
种子和果实的不同在于后者和前者(先后)的关系:因为果实是因为“由他物产生”而被称为果实,而种子则是因为“由其产生他物”而被叫做种子,尽管两者实际上是相同的东西。
ἡ δὲ τοῦ λεγομένου σπέρματος φύσις, ἡ πρώτη, πάλιν λεκτέα τίς ἐστιν, ἀνάγκη δὴ πᾶν, ὃ ἂν λαμβάνωμεν ἐν τῷ σώματι, ἢ μέρος εἶναι τῶν κατὰ φύσιν, καὶ τοῦτο ἢ τῶν ἀνομοιομερῶν ἢ τῶν ὁμοιομερῶν, ἢ τῶν παρὰ φύσιν, οἷον φῦμα, ἢ περίττωμα ἢ σύντηγμα ἢ τροφήν.
因此,我们必须再次阐明所谓精液的最初本性是什么。 因为我们在身体中发现的一切,必然要么是合乎自然的部分(这或者是异质部分,或者是同质部分),要么是违背自然的东西(例如肿瘤),要么是残余物,要么是熔解物,要么是营养。
λέγω δὲ περίττωμα μὲν τὸ τῆς τροφῆς ὑπόλειμμα, σύντηγμα δὲ τὸ ἀποκριθὲν ἐκ τοῦ αὐξήματος ὑπὸ τῆς παρὰ φύσιν ἀναλύσεως.
我所说的残余物是指营养的残留,而熔解物是指由于违背自然的分解而从生长物中分离出来的东西。
ὅτι μὲν οὖν οὐκ ἂν εἴη, μέρος, φανερόν.
因此,它不可能是“部分”,这是显而易见的。
ὁμοιομερὲς μὲν γάρ ἐστιν, ἐκ δὲ τούτου οὐθὲν σύγκειται, ὥσπερ ἐκ νεύρου καὶ σαρκός.
因为它是同质部分,但并没有什么东西是由它构成的,就像由腱和肉构成那样。
ἔτι δὲ οὐδὲ κεχωρισμένον, τὰ δ’ ἄλλα πάντα μέρη.
此外,它是分离的,而其他所有部分都不是。
ἀλλὰ μὴν οὐδὲ παρὰ φύσιν, οὐδὲ πήρωμα· ἐν ἅπασί τε γὰρ ὑπάρχει, καὶ ἡ φύσις ἐκ τούτου γίγνεται.
但它也绝非违背自然的,也不是缺陷;因为它存在于所有个体中,且自然之物是由此产生的。
ἡ δὲ τροφὴ φανερῶς ἐπείσακτον, ὥστ’ ἀνάγκη ἢ σύντηγμα ἢ περίττωμα εἶναι.
而营养显然是外来的,因此它必然要么是熔解物,要么是残余物。
οἱ μὲν οὖν ἀρχαῖοι ἐοίκασιν οἰομένοις εἶναι σύντηγμα· τὸ γὰρ ἀπὸ παντὸς ἀπιέναι φάναι διὰ τὴν θερμότητα τὴν ἀπὸ τῆς κινήσεως συντήγματος ἔχει δύναμιν.
因此,古人似乎认为它是熔解物;因为主张由于运动产生的热量而使其从全身流出,这具有熔解物的特征。
τὰ δὲ συντήγματα τῶν παρὰ φύσιν τι, ἐκ δὲ τῶν παρὰ φύσιν οὐθὲν γίνεται τῶν κατὰ φύσιν.
但熔解物是违背自然之物,而从违背自然之物中,无法产生任何合乎自然之物。
ἀνάγκη ἄρα περίττωμα εἶναι.
因此,它必然是残余物。
ἀλλὰ μὴν περίττωμά γε πᾶν ἢ ἀχρήστου τροφῆς ἐστὶν ἢ χρησίμης.
然而,一切残余物要么是无用营养的残余,要么是有用营养的残余。
ἄχρηστον μὲν οὖν λέγω ἀφ’ ἧς μηθὲν ἔτι συντελεῖται εἰς τὴν φύσιν, ἀλλ’ ἀναλισκομένου πλέονος μάλιστα κακοῦται, τὴν δὲ χρησίμην τὴν ἐναντίαν.
我所说的无用是指无法再对身体自然有所贡献,相反,若消耗过多则会极大地损害身体的那种营养;而有用则是指相反的那种。
ὅτι μὲν δὴ τοιοῦτον περίττωμα οὐκ ἂν εἴη, φανερόν· τοῖς γὰρ κάκιστα διακειμένοις δι’ ἡλικίαν ἢ νόσον πλεῖστον ὑπάρχει τοιοῦτον, σπέρμα δὲ ἥκιστα·
因此,它显然不可能是这种残余物;因为那些因年龄或疾病而处于最差状态的人,这种残余物最多,而精液最少。
ἢ γὰρ ὅλως οὐκ ἔχουσιν ἢ οὐ γόνιμον διὰ τὸ μίγνυσθαι ἄχρηστον περίττωμα καὶ νοσηματικόν.
因为他们要么完全没有,要么由于混入了无用且病态的残余物而无法生育。
χρησίμου ἄρα περιττώματος μέρος τι ἐστὶ τὸ σπέρμα.
所以精液是有用残余物的一部分。
χρησιμώτατον δὲ τὸ ἔσχατον καὶ ἐξ οὗ ἤδη γίνεται ἕκαστον τῶν μορίων.
而最有用的是最后阶段的残余物,即各部分直接从中产生的那种。
ἔστι γὰρ τὸ μὲν πρότερον τὸ δ’ ὕστερον.
因为残余物中有较早的,也有较晚的。
τῆς μὲν οὖν πρώτης τροφῆς περίττωμα φλέγμα καὶ εἴ τι ἄλλο τοιοῦτον.
因此,最初营养的残余物是粘液以及其他此类物质。
καὶ γὰρ τὸ φλέγμα τῆς χρησίμου τροφῆς περίττωμά ἐστιν· σημεῖον δ’ ὅτι μιγνύμενον τροφῇ καθαρᾷ τρέφει καὶ πονοῦσι καταναλίσκεται.
因为粘液也是有用营养的残余物;证据是,当它与纯净的营养混合时能够滋养身体,并且在虚弱的人体内会被消耗掉。
τὸ δὲ τελευταῖον ἐκ πλείστης τροφῆς ὀλίγιστον.
而最后阶段的残余物,是从最多数量的营养中产生出的最少数量的部分。
ἐννοεῖν δὲ δεῖ ὅτι μικρῷ αὐξάνεται τὰ ζῷα καὶ τὰ φυτὰ τὸ καθ’ ἡμέραν πᾶν· μικροῦ γὰρ ἂν προστιθεμένου τοῦ αὐτοῦ ὑπερέβαλε τὸ μέγεθος.
我们必须考虑到,动物和植物每天增长的幅度都极小;因为即使每天只增加一点点相同的东西,它们的分量也会超出限度。
τοὐναντίον ἄρα ἢ οἱ ἀρχαῖοι ἔλεγον λεκτέον.
因此,我们必须说出与古人相反的话。
οἱ μὲν γὰρ τὸ ἀπὸ παντὸς ἀπιόν, ἡμεῖς δὲ τὸ πρὸς ἅπαν ἰέναι πεφυκὸς σπέρμα ἐροῦμεν, καὶ οἱ μὲν σύντηγμα, φαίνεται δὲ περίττωμα μᾶλλον.
因为他们说精液是“从全身流出的东西”,而我们要说它是“在本性上流向全身的东西”;他们称之为熔解物,而它显然更像是残余物。
εὐλογώτερον γὰρ ὅμοιον εἶναι τὸ προσιὸν ἔσχατον καὶ τὸ περιττὸν γινόμενον τοῦ τοιούτου, οἷον τοῖς γραφεῦσι τοῦ ἀνδρεικέλου πολλάκις περιγίνεται ὅμοιον τῷ ἀναλωθέντι.
因为最合理的是,最后增补上去的东西和由此产生的残余物是相似的,正如画家的肤色颜料,往往会剩下与用掉的颜料相似的部分。
συντηκόμενον δὲ φθείρεται πᾶν καὶ ἐξίσταται τῆς φύσεως.
相反,所有发生熔解的东西都会消灭,并偏离其本性。
τεκμήριον δὲ τοῦ μὴ σύντηγμα εἶναι, ἀλλὰ περίττωμα μᾶλλον, τὸ τὰ μεγάλα τῶν ζῴων ὀλιγοτόκα εἶναι, τὰ δὲ μικρὰ πολύγονα.
而精液不是熔解物、更像是残余物的证据在于,大型动物生育较少,而小型动物则多产。
σύντηγμα μὲν γὰρ πλέον ἀναγκαῖον εἶναι τοῖς μεγάλοις, περίττωμα δ’ ἔλαττον· εἰς γὰρ τὸ σῶμα μέγα ὂν ἀναλίσκεται τὸ πλεῖστον τῆς τροφῆς, ὥστ’ ὀλίγον γίνεται τὸ περίττωμα.
因为对于大型动物来说,熔解物理应更多,而残余物理应更少;因为它们的身体庞大,大部分营养都被消耗在身体上,结果残余物就变得很少。