§1.18#3μέγιστον δὲ τούτων τεκμήριον τεθεωρήκαμεν ἱκανῶς ἐπὶ τῶν ἐντόμων.
我们在昆虫中已经充分观察到了这些事情的最大证据。
καὶ γὰρ εἰ μὴ ἐν πᾶσιν, ἀλλ᾽ ἐπὶ τῶν πλείστων ἐν τῇ ὀχείᾳ τὸ θῆλυ εἰς τὸ ἄρρεν μέρος τι αὑτοῦ ἀποτείνει.
因为即使不是在所有的昆虫中,至少在绝大多数昆虫交配时,雌性也会将自身的某一部分伸入雄性体内。
διὸ καὶ τὴν ὀχείαν, καθάπερ εἴπομεν πρότερον, οὕτω ποιοῦνται· τὰ γὰρ κάτωθεν εἰς τὰ ἄνω φαίνεται ἐναφιέντα, οὐκ ἐν πᾶσιν, ἀλλ᾽ ἐν τοῖς πλείστοις τῶν τεθεωρημένων.
因此,正如我们以前所说,它们也是这样进行交配的:因为下部的部分似乎将[某物]插入上部的部分,虽非在所有昆虫中,但在绝大多数被观察到的昆虫中都是如此。
ὥστε φανερὸν ἂν εἴη ὅτι οὐδ᾽ ὅσα προΐεται γονὴν τῶν ἀρρένων, οὐ τὸ ἀπὸ παντὸς ἀπιέναι τῆς γενέσεως αἴτιόν ἐστιν, ἀλλ᾽ ἄλλον τινὰ τρόπον, περὶ οὗ σκεπτέον ὕστερον.
因此,显而易见,即使在那些排放精液的雄性中,也绝非来自全身的流出构成了生成的起因,而是通过另一种方式,这必须在以后予以考察。
καὶ γὰρ εἴπερ τὸ ἀπὸ παντὸς ἀπιέναι συνέβαινεν, ὥσπερ φασίν, οὐθὲν ἔδει ἀπὸ πάντων ἀξιοῦν ἀπιέναι, ἀλλὰ μόνον ἀπὸ τοῦ δημιουργοῦντος, οἷον ἀπὸ τοῦ τέκτονος ἀλλὰ μὴ ἀπὸ τῆς ὕλης.
因为即使像他们所说的那样,确实发生了来自全身的流出,也完全没有必要主张它必须来自所有的部分,而只需来自那进行塑造的部分,例如来自木匠,而不是来自原材料。
νῦν δ᾽ ὅμοιον λέγουσιν ὥσπερ κἂν εἰ ἀπὸ τῶν ὑποδημάτων· σχεδὸν γὰρ ὅμοιός τις υἱὸς τῷ πατρὶ ὅμοια φορεῖ.
但如今,他们的说法就像是说它也来自鞋子一样;因为一个相似的儿子几乎穿着和父亲相似的鞋子。
ὅτι δ᾽ ἡδονὴ σφοδρὰ γίνεται ἐν τῇ ὁμιλίᾳ τῇ τῶν ἀφροδισίων, οὐ τὸ ἀπὸ παντὸς ἀπιέναι αἴτιον, ἀλλ᾽ ὅτι κνησμός ἐστιν ἰσχυρός· διὸ καὶ εἰ πολλάκις συμβαίνει ἡ ὁμιλία αὕτη, ἧττον γίνεται τὸ χαίρειν τοῖς πλησιάζουσιν.
至于在性交中产生强烈的快乐,其原因并不在于来自全身的流出,而是在于存在强烈的瘙痒;因此,如果这种性交频繁发生,交合者的快乐就会减少。
ἔτι πρὸς τῷ τέλει ἡ χαρά· ἔδει δὲ ἐν ἑκάστῳ τῶν μορίων, καὶ μὴ ἅμα, ἀλλ᾽ ἐν μὲν τοῖς πρότερον ἐν δὲ τοῖς ὕστερον.
此外,快乐发生在结束时;然而,它本应发生在每个部位,且非同时,而是在某些部位较早,在另一些部位较迟。
τοῦ δ᾽ ἐκ κολοβῶν γίνεσθαι κολοβὰ ἡ αὐτὴ αἰτία καὶ διὰ τί ὅμοια τοῖς γονεῦσιν.
至于残疾的父母生出残疾的后代,其原因与为什么后代会相似于父母的原因相同。
γίνεται δὲ καὶ οὐ κολοβὰ ἐκ κολοβῶν, ὥσπερ καὶ ἀνόμοια τοῖς τεκνώσασιν· περὶ ὧν ὕστερον τὴν αἰτίαν θεωρητέον· τὸ γὰρ πρόβλημα τοῦτ᾽ ἐκείνοις ταὐτόν ἐστιν.
但残疾的父母也会生出不残疾的后代,正如也会生出不相似于生育者的后代一样;这些事情的原因必须在以后予以考察,因为这个问题对他们来说是相同的。
ἔτι εἰ τὸ θῆλυ μὴ προΐεται σπέρμα, τοῦ αὐτοῦ λόγου μηδ᾽ ἀπὸ παντὸς ἀπιέναι.
此外,如果雌性不排放精液,根据同样的论点,它也不会来自全身。
κἂν εἰ μὴ ἀπὸ παντὸς ἀπέρχεται, οὐθὲν ἄλογον τὸ μήδ’ ἀπὸ τοῦ θήλεος, ἀλλ᾽ ἄλλον τινὰ τρόπον αἴτιον εἶναι τὸ θῆλυ τῆς γενέσεως.
即使它不来自全身,雌性不排放精液,以及雌性以另一种方式成为生成的起因,也完全没有不合情理之处。
περὶ οὗ δὴ ἐχόμενόν ἐστιν ἐπισκέψασθαι, ἐπειδὴ φανερὸν ὅτι οὐκ ἀπὸ πάντων ἀποκρίνεται τὸ σπέρμα τῶν μορίων.
既然精液显然不是从所有部位分泌出来的,那么这正是我们紧接着需要考察的内容。
Ἀρχὴ δὲ καὶ ταύτης τῆς σκέψεως καὶ τῶν ἑπομένων πρῶτον λαβεῖν περὶ σπέρματος τί ἐστιν· οὕτω γὰρ καὶ περὶ τῶν ἔργῶν αὐτοῦ καὶ τῶν περὶ αὐτὸ συμβαινόντων ἔσται μᾶλλον εὐθεώρητον.
这一考察及后续考察的起点,首先是把握精液是什么;因为这样一来,关于它的功能和发生在其周围的事情将更容易被考察。
βούλεται δὲ τοιοῦτον τὴν φύσιν εἶναι τὸ σπέρμα, ἐξ οὗ τὰ κατὰ φύσιν συνιστάμενα γίνεται πρώτου, οὐ τῷ ἐξ ἐκείνου τι εἶναι τὸ ποιοῦν, οἷον τοῦ ἀνθρώπου· γίγνεται γὰρ ἐκ τούτου, ὅτι τοῦτό ἐστι τὸ σπέρμα.
精液的本性据称是这样的:依自然而构成的东西首先从中产生,但这并非因为有什么制作性的东西来自其中(例如人是由它产生的,因为这就是精液)。
ἐπεὶ δὲ πολλαχῶς γίγνεται ἄλλο ἐξ ἄλλου· ἕτερον γὰρ τρόπον, ὡς ἐξ ἡμέρας φαμὲν νὺξ γίγνεται καὶ ἐκ παιδὸς ἀνήρ, ὅτι τόδε μετὰ τόδε ἄλλον δὲ τρόπον, ὡς ἐκ χαλκοῦ ἀνδριὰς καὶ ἐκ ζύλου κλίνη, καὶ τἆλλα ὅσα ὡς ἐξ ὕλης γίγνεσθαι τὰ γιγνόμενα λέγομεν, ἔκ τινος ἐνυπάρχοντος καὶ σχηματισθέντος τὸ ὅλον ἐστίν.
但是,既然一物从另一物产生有多种方式:一种方式是,正如我们说夜从昼来,人从孩童而来,因为这是在那是之后;另一种方式是,如铜像源于青铜,床源于木材,以及其他所有我们说作为材料而产生的事物,整体是由某种内在并被赋形的东西构成的。
ἕτερον δὲ τρόπον ὡς ἐκ μουσικοῦ ἄμουσος καὶ ὡς ἐξ ὑγιοῦς κάμνων, καὶ ὅλως ὡς τὸ ἐναντίον ἐκ τοῦ ἐναντίου.
另一种方式是,如不通音律者源于通音律者,病者源于健康者,总之是相反者源于相反者。
ἔτι δὲ παρὰ ταῦτα, ὡς Ἐπίχαρμος ποιεῖ τὴν ἐποικοδόμησιν, ἐκ τῆς διαβολῆς ἡ λοιδορία, ἐκ δὲ ταύτης ἡ μάχη, ταῦτα δὲ πάντα ἔκ τινος ἡ ἀρχὴ τῆς κινήσεως.
而在这些之外,正如伊皮哈玛斯所作的递进:由诽谤产生辱骂,由辱骂产生搏斗,而在所有这些中,运动的起点都是源于某物。
τῶν δὲ τοιούτων ἐνίων μὲν ἐν αὐτοῖς ἡ ἀρχὴ τῆς κινήσεώς ἐστιν, οἷον καὶ ἐν τοῖς νῦν εἰρημένοις (μέρος γάρ τι ἡ διαβολὴ τῆς πάσης ταραχῆς ἐστίν), ἐνίων δ᾽ ἔξω, οἷον αἱ τέχναι τῶν δημιουργουμένων καὶ ὁ λύχνος τῆς καιομένης οἰκίας.
在这些事物中,有的运动起点在于其自身内部,正如刚才提到的那些例子(因为诽谤是整个混乱的一部分),而有的则在外部,如技术之于被制作物,灯火之于被烧毁的房屋。
τὸ δὲ σπέρμα φανερὸν ὅτι δυοῖν τούτοιν ἐν θατέρῳ ἐστίν· ἢ γὰρ ὡς ἐξ ὕλης αὐτοῦ ἢ ὡς ἐκ πρώτου χινήσαντός τὸ γινόμενον οὐ γὰρ δὴ ὡς τόδε μετὰ τόδε, οἷον ἐκ τῶν Παναθηναίων ὁ πλοῦς, οὐδ’ ὡς ἐξ ἐναντίου·
显然,精液属于这两种情况之一:因为生成之物要么将其作为材料,要么将其作为最初的推动者。
φθειρομένου τε γὰρ γίγνεται τὸ ἐναντίον ἐκ τοῦ ἐναντίου, καὶ ἕτερόν τι δεῖ ὑποκεῖσθαι ἐξ οὗ ἔσται πρώτου ἐνυπάρχοντος.
因为它当然不是以“在此之后”的方式(例如泛雅典娜节之后的航行),也不是源于相反者;因为相反者是在消灭时从相反者产生的,且必须有某种作为最初内在物的其他基质存在,以便从中产生。