Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §9.9#1

幸福的人为何需要朋友

第 107 段,共 123 段 · 希腊语

内容简介

围绕幸福的人是否需要朋友这一问题展开讨论,指出幸福的本质在于活动,而观察朋友的高尚行为能使自身的活动更加持续且快乐,从而论证了真正的幸福离不开朋友。

§9.9#1ἀμφισβητεῖται δὲ καὶ περὶ τὸν εὐδαίμονα, εἰ δεήσεται φίλων ἢ μή.
对于幸福的人是否需要朋友,也有争议。
οὐθὲν γάρ φασι δεῖν φίλων τοῖς μακαρίοις καὶ αὐτάρκεσιν· ὑπάρχειν γὰρ αὐτοῖς τἀγαθά· αὐτάρκεις οὖν ὄντας οὐδενὸς προσδεῖσθαι, τὸν δὲ φίλον, ἕτερον αὐτὸν ὄντα, πορίζειν ἃ διʼ αὑτοῦ ἀδυνατεῖ· ὅθεν " ὅταν ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;
因为人们说,那些幸福且自足的人不需要朋友;因为他们已经拥有了善物;因此,既然他们是自足的,就什么也不再需要,而朋友作为另一个自我,提供了人自己无法提供的东西;因此: “当神赐予福祉时,何需朋友?
" ἔοικε δʼ ἀτόπῳ τὸ πάντʼ ἀπονέμοντας τἀγαθὰ τῷ εὐδαίμονι φίλους μὴ ἀποδιδόναι, ὃ δοκεῖ τῶν ἐκτὸς ἀγαθῶν μέγιστον εἶναι.
” 然而,如果把一切善物都分配给幸福的人,却不把朋友分配给他,这似乎是荒谬的,因为朋友被认为是外部善物中最大的一种。
εἴ τε φίλου μᾶλλόν ἐστι τὸ εὖ ποιεῖν ἢ πάσχειν, καὶ ἔστι τοῦ ἀγαθοῦ καὶ τῆς ἀρετῆς τὸ εὐεργετεῖν, κάλλιον δʼ εὖ ποιεῖν φίλους ὀθνείων, τῶν εὖ πεισομένων δεήσεται ὁ σπουδαῖος.
如果对朋友来说,做好事比接受好事更合适,且行善属于善人和德性,而且对朋友行善比对陌生人行善更高尚,那么优秀的人就会需要那些接受其恩惠的人。
διὸ καὶ ἐπιζητεῖται πότερον ἐν εὐτυχίαις μᾶλλον δεῖ φίλων ἢ ἐν ἀτυχίαις, ὡς καὶ τοῦ ἀτυχοῦντος δεομένου τῶν εὐεργετησόντων καὶ τῶν εὐτυχούντων οὓς εὖ ποιήσουσιν.
因此,人们也探究是在顺境中更需要朋友,还是在逆境中更需要朋友,因为逆境中的人需要行善者,而顺境中的人则需要他们对其行善的对象。
ἄτοπον δʼ ἴσως καὶ τὸ μονώτην ποιεῖν τὸν μακάριον· οὐδεὶς γὰρ ἕλοιτʼ ἂν καθʼ αὑτὸν τὰ πάντʼ ἔχειν ἀγαθά· πολιτικὸν γὰρ ὁ ἄνθρωπος καὶ συζῆν πεφυκός.
此外,把幸福的人变成一个孤独者也许同样是荒谬的;因为没有人会选择独自一人占有一切善物;因为人是天生的政治性动物,注定要与他人共处。
καὶ τῷ εὐδαίμονι δὴ τοῦθʼ ὑπάρχει· τὰ γὰρ τῇ φύσει ἀγαθὰ ἔχει, δῆλον δʼ ὡς μετὰ φίλων καὶ ἐπιεικῶν κρεῖττον ἢ μετʼ ὀθνείων καὶ τῶν τυχόντων συνημερεύειν.
这也确实属于幸福的人;因为他拥有自然合理的善物,显而易见,与朋友和高尚的人一起共度时光,比与陌生人和任意的人在一起要好得多。
δεῖ ἄρα τῷ εὐδαίμονι φίλων.
因此,幸福的人需要朋友。
τί οὖν λέγουσιν οἱ πρῶτοι, καὶ πῇ ἀληθεύουσιν;
那么,第一种人说的是什么,他们在何种意义上说的是真理呢?
ἢ ὅτι οἱ πολλοὶ φίλους οἴονται τοὺς χρησίμους εἶναι;
是不是因为大众认为朋友只是有用的人?
τῶν τοιούτων μὲν οὖν οὐδὲν δεήσεται ὁ μακάριος, ἐπειδὴ τἀγαθὰ ὑπάρχει αὐτῷ· οὐδὲ δὴ τῶν διὰ τὸ ἡδύ, ἢ ἐπὶ μικρόν (ἡδὺς γὰρ ὁ βίος ὢν οὐδὲν δεῖται ἐπεισάκτου ἡδονῆς)· οὐ δεόμενος δὲ τῶν τοιούτων φίλων οὐ δοκεῖ δεῖσθαι φίλων.
对于这种朋友,幸福的人确实不需要,因为善物已经属于他了;他也不需要为了快乐而交的朋友,或者只需要极少(因为他的生活本身就是快乐的,不需要外来的快乐);正是因为不需要这样的朋友,他似乎不需要任何朋友。
τὸ δʼ οὐκ ἔστιν ἴσως ἀληθές.
但这也许不是真的。
ἐν ἀρχῇ γὰρ εἴρηται ὅτι ἡ εὐδαιμονία ἐνέργειά τις ἐστίν, ἡ δʼ ἐνέργεια δῆλον ὅτι γίνεται καὶ οὐχ ὑπάρχει ὥσπερ κτῆμά τι.
因为在开始时已经说过,幸福是一种活动,而活动显然是产生出来的,而不是像财产那样拥有的。
εἰ δὲ τὸ εὐδαιμονεῖν ἐστὶν ἐν τῷ ζῆν καὶ ἐνεργεῖν, τοῦ δʼ ἀγαθοῦ ἡ ἐνέργεια σπουδαία καὶ ἡδεῖα καθʼ αὑτήν, καθάπερ ἐν ἀρχῇ εἴρηται, ἔστι δὲ καὶ τὸ οἰκεῖον τῶν ἡδέων, θεωρεῖν δὲ μᾶλλον τοὺς πέλας δυνάμεθα ἢ ἑαυτοὺς καὶ τὰς ἐκείνων πράξεις ἢ τὰς οἰκείας, αἱ τῶν σπουδαίων δὲ πράξεις φίλων ὄντων ἡδεῖαι τοῖς ἀγαθοῖς ʽἁ̓́μφω γὰρ ἔχουσι τὰ τῇ φύσει ἡδέἀ· ὁ μακάριος δὴ φίλων τοιούτων δεήσεται, εἴπερ θεωρεῖν προαιρεῖται πράξεις ἐπιεικεῖς καὶ οἰκείας, τοιαῦται δʼ αἱ τοῦ ἀγαθοῦ φίλου ὄντος.
如果幸福在于生活和活动,而善人的活动本身就是优秀且快乐的,正如开始时所说的那样,并且自己特有的东西也属于快乐的事物,而且我们能够更清楚地观察邻人而不是自己,观察他们的行为而不是自己特有的行为,且作为朋友的优秀之人的行为对善人来说是快乐的(因为双方都拥有自然合理的快乐);那么幸福的人就会需要这样的朋友,如果他确实选择去观察高尚且属于自己特有的行为,而作为朋友的善人的行为正是如此。
οἴονταί τε δεῖν ἡδέως ζῆν τὸν εὐδαίμονα.
人们也认为幸福的人应当快乐地生活。
μονώτῃ μὲν οὖν χαλεπὸς ὁ βίος· οὐ γὰρ ῥᾴδιον καθʼ αὑτὸν ἐνεργεῖν συνεχῶς, μεθʼ ἑτέρων δὲ καὶ πρὸς ἄλλους ῥᾷον.
那么对于孤独者来说,生活是艰难的;因为仅靠自己一个人持续地活动并不容易,但与他人一起并针对他人则更容易。
ἔσται οὖν ἡ ἐνέργεια συνεχεστέρα, ἡδεῖα οὖσα καθʼ αὑτήν, ὃ δεῖ περὶ τὸν μακάριον εἶναι· ὁ γὰρ σπουδαῖος, ᾗ σπουδαῖος, ταῖς κατʼ ἀρετὴν πράξεσι χαίρει, ταῖς δʼ ἀπὸ κακίας δυσχεραίνει, καθάπερ ὁ μουσικὸς τοῖς καλοῖς μέλεσιν ἥδεται, ἐπὶ δὲ τοῖς φαύλοις λυπεῖται.
因此,活动将更加持续,它本身是快乐的,这正是幸福的人所应当具有的状态;因为优秀的人,作为优秀的人,他因符合德性的行为而快乐,对由于恶劣而产生的行为感到厌恶,就像音乐家因优美的曲调而快乐,因拙劣的曲调而感到痛苦一样。

词汇与语法注释

  1. 1169b5τοῖς μακαρίοις — 在无人称动词 δεῖ(此处为不定式 δεῖν)的句型中,用作表示利益或相关的与格(“对于幸福的人”)。
  2. 1169b8ἕτερον αὐτὸν — 意为“另一个自我”,是亚里士多德定义朋友的经典表达。在“对格加不定式”(A.C.I.)结构中作为 τὸν δὲ φίλον 的同格语。
  3. 1169b13τῶν εὖ πεισομένων — 动词 εὖ πάσχω(接受恩惠、被善待)的将来中动(具有被动意义)分词。因作为动词 δεήσεται(需要)的宾语而采用属格。
  4. 1170a1ʽἁ̓́μφω — 尽管在手稿和校勘本中存在拼写异文,但它指代“双方”(即幸福的人和他的朋友),给出了两者都拥有自然快乐之物的理由。

引用这一段

亚里士多德, 尼各马可伦理学 §9.9#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:9.9%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。