§9.8#2καὶ ἐγκρατὴς δὲ καὶ ἀκρατὴς λέγεται τῷ κρατεῖν τὸν νοῦν ἢ μή, ὡς τούτου ἑκάστου ὄντος·
此外,一个人被称为自制者还是无自制力者,取决于其理智起主导作用还是不起作用,这表明理智就是每个人自身。
καὶ πεπραγέναι δοκοῦσιν αὐτοὶ καὶ ἑκουσίως τὰ μετὰ λόγου μάλιστα.
并且,人们最认为自己所做的、以及自愿做出的行为,是那些伴随着理性的行为。
ὅτι μὲν οὖν τοῦθʼ ἕκαστός ἐστιν ἢ μάλιστα, οὐκ ἄδηλον, καὶ ὅτι ὁ ἐπιεικὴς μάλιστα τοῦτʼ ἀγαπᾷ.
因此,每个人最主要的正是这一部分,并且高尚的人最爱这一部分,这是显而易见。
διὸ φίλαυτος μάλιστʼ ἂν εἴη, καθʼ ἕτερον εἶδος τοῦ ὀνειδιζομένου, καὶ διαφέρων τοσοῦτον ὅσον τὸ κατὰ λόγον ζῆν τοῦ κατὰ πάθος, καὶ ὀρέγεσθαι ἢ τοῦ καλοῦ ἢ τοῦ δοκοῦντος συμφέρειν.
所以,他将成为最真实的爱己者,但这与那种受人贬低的类型不同,其差别就像依理性生活与依情感生活之间的差别,以及追求高尚与追求看似有利之物之间的差别一样大。
τοὺς μὲν οὖν περὶ τὰς καλὰς πράξεις διαφερόντως σπουδάζοντας πάντες ἀποδέχονται καὶ ἐπαινοῦσιν·
因此,对于那些在实践高尚行为上表现出超凡热忱的人,所有人都予以赞同和赞扬。
πάντων δὲ ἁμιλλωμένων πρὸς τὸ καλὸν καὶ διατεινομένων τὰ κάλλιστα πράττειν κοινῇ τʼ ἂν πάντʼ εἴη τὰ δέοντα καὶ ἰδίᾳ ἑκάστῳ τὰ μέγιστα τῶν ἀγαθῶν, εἴπερ ἡ ἀρετὴ τοιοῦτόν ἐστιν.
如果所有人都竞相追求高尚,并尽最大努力去实践最高尚的行为,那么在公共方面,所需的一切都会齐备,而在个人方面,每个人都将获得最大的善,如果德性确实具有这样的性质。
ὥστε τὸν μὲν ἀγαθὸν δεῖ φίλαυτον εἶναι (καὶ γὰρ αὐτὸς ὀνήσεται τὰ καλὰ πράττων καὶ τοὺς ἄλλους ὠφελήσει), τὸν δὲ μοχθηρὸν οὐ δεῖ· βλάψει γὰρ καὶ ἑαυτὸν καὶ τοὺς πέλας, φαύλοις πάθεσιν ἑπόμενος.
因此,善人应当是爱己者(因为他自己会通过实践高尚的行为而获益,同时也会帮助他人),而卑劣的人则不应当是;因为由于顺从恶劣的情感,他既会伤害自己,也会伤害邻人。
τῷ μοχθηρῷ μὲν οὖν διαφωνεῖ ἃ δεῖ πράττειν καὶ ἃ πράττει· ὁ δʼ ἐπιεικής, ἃ δεῖ, ταῦτα καὶ πράττει· πᾶς γὰρ νοῦς αἱρεῖται τὸ βέλτιστον ἑαυτῷ, ὁ δʼ ἐπιεικὴς πειθαρχεῖ τῷ νῷ.
对于卑劣的人来说,他应当做的事与他实际做的事是相互冲突的;而高尚的人则确实会做他应当做的事,因为凡是理智都会为自己选择最好的东西,而高尚的人则顺从其理智。
ἀληθὲς δὲ περὶ τοῦ σπουδαίου καὶ τὸ τῶν φίλων ἕνεκα πολλὰ πράττειν καὶ τῆς πατρίδος, κἂν δέῃ ὑπεραποθνήσκειν·
对于优秀的人来说,为了朋友和祖国的缘故而做许多事情,甚至在必要时为之牺牲生命,也是真实的。
προήσεται γὰρ καὶ χρήματα καὶ τιμὰς καὶ ὅλως τὰ περιμάχητα ἀγαθά, περιποιούμενος ἑαυτῷ τὸ καλόν·
因为他会放弃金钱、荣誉以及总体上人们所争夺的一切善物,为自己获取高尚。
ὀλίγον γὰρ χρόνον ἡσθῆναι σφόδρα μᾶλλον ἕλοιτʼ ἂν ἢ πολὺν ἠρέμα, καὶ βιῶσαι καλῶς ἐνιαυτὸν ἢ πόλλʼ ἔτη τυχόντως, καὶ μίαν πρᾶξιν καλὴν καὶ μεγάλην ἢ πολλὰς καὶ μικράς.
因为他宁愿在短时间内享受强烈的快乐,也不愿在长时间内享受温和的快乐;宁愿高尚地生活一年,也不愿随波逐流地生活许多年;宁愿实践一次高尚而伟大的行为,也不愿实践多次而渺小的行为。
τοῖς δʼ ὑπεραποθνήσκουσι τοῦτʼ ἴσως συμβαίνει· αἱροῦνται δὴ μέγα καλὸν ἑαυτοῖς.
而对于那些为他人牺牲的人,情况大概正是如此;他们确实为自己选择了一件伟大的高尚之事。
καὶ χρήματα προοῖντʼ ἂν ἐφʼ ᾧ πλείονα λήψονται οἱ φίλοι· γίνεται γὰρ τῷ μὲν φίλῳ χρήματα, αὐτῷ δὲ τὸ καλόν· τὸ δὴ μεῖζον ἀγαθὸν ἑαυτῷ ἀπονέμει.
他们也会在朋友能获得更多的前提下放弃金钱;因为朋友得到了金钱,而他得到了高尚,因此他实际上把更大的善分给了自己。
καὶ περὶ τιμὰς δὲ καὶ ἀρχὰς ὁ αὐτὸς τρόπος· πάντα γὰρ τῷ φίλῳ ταῦτα προήσεται· καλὸν γὰρ αὐτῷ τοῦτο καὶ ἐπαινετόν.
在荣誉和官职方面,也是同样的道理;因为他会把所有这些都让给朋友,因为这对他来说是高尚且值得赞扬的。
εἰκότως δὴ δοκεῖ σπουδαῖος εἶναι, ἀντὶ πάντων αἱρούμενος τὸ καλόν.
因此,他自然被认为是优秀的,因为他选择高尚来代替一切。
ἐνδέχεται δὲ καὶ πράξεις τῷ φίλῳ προΐεσθαι, καὶ εἶναι κάλλιον τοῦ αὐτὸν πρᾶξαι τὸ αἴτιον τῷ φίλῳ γενέσθαι.
他甚至也有可能把行为的机会让给朋友,比起亲自实践,成为朋友实践的起因可能更为高尚。
ἐν πᾶσι δὴ τοῖς ἐπαινετοῖς ὁ σπουδαῖος φαίνεται ἑαυτῷ τοῦ καλοῦ πλέον νέμων.
在一切值得赞扬的事情中,优秀的人显然都把更多的高尚分配给自己。
οὕτω μὲν οὖν φίλαυτον εἶναι δεῖ, καθάπερ εἴρηται· ὡς δʼ οἱ πολλοί, οὐ χρή.
因此,正如所说,人应当以这种方式成为爱己者;但绝不应当像大众那样。