§9.8#1ἀπορεῖται δὲ καὶ πότερον δεῖ φιλεῖν ἑαυτὸν μάλιστα ἢ ἄλλον τινά.
此外,人应当最爱自己还是最爱他人,也是一个引起争论的问题。
ἐπιτιμῶσι γὰρ τοῖς ἑαυτοὺς μάλιστʼ ἀγαπῶσι, καὶ ὡς ἐν αἰσχρῷ φιλαύτους ἀποκαλοῦσι, δοκεῖ τε ὁ μὲν φαῦλος ἑαυτοῦ χάριν πάντα πράττειν, καὶ ὅσῳ ἂν μοχθηρότερος ᾖ, τοσούτῳ μᾶλλον—ἐγκαλοῦσι δὴ αὐτῷ οἷον ὅτι οὐδὲν ἀφʼ ἑαυτοῦ πράττει—ὁ δʼ ἐπιεικὴς διὰ τὸ καλόν, καὶ ὅσῳ ἂν βελτίων ᾖ, μᾶλλον διὰ τὸ καλόν, καὶ φίλου ἕνεκα, τὸ δʼ αὑτοῦ παρίησιν.
因为人们谴责那些最爱自己的人,并贬称他们为“爱己者”(自私自利者),视之为可耻的事。 卑劣的人似乎一切都是为了自己而做,他越是邪恶,就越是如此——事实上,人们指责他,例如说他凡事不从自身出发。 而高尚的人则是为了高尚而行动,他越是优秀,就越是为了高尚而行动,也是为了朋友而行动,却置自己的利益于不顾。
τοῖς λόγοις δὲ τούτοις τὰ ἔργα διαφωνεῖ, οὐκ ἀλόγως.
然而,实际的事实却与这些言论不相吻合,而这也是不无道理的。
φασὶ γὰρ δεῖν φιλεῖν μάλιστα τὸν μάλιστα φίλον, φίλος δὲ μάλιστα ὁ βουλόμενος ᾧ βούλεται τἀγαθὰ ἐκείνου ἕνεκα, καὶ εἰ μηδεὶς εἴσεται·
因为人们说,最应当爱的就是最真正的朋友,而最真正的朋友,就是那些为了对方的缘故而祝愿其得享美好的人,即便没有任何人会知道这一点。
ταῦτα δʼ ὑπάρχει μάλιστʼ αὐτῷ πρὸς αὑτόν, καὶ τὰ λοιπὰ δὴ πάνθʼ οἷς ὁ φίλος ὁρίζεται·
而这些特征最主要地存在于一个人对自己中,其他一切用来定义朋友的特征也是如此。
εἴρηται γὰρ ὅτι ἀπʼ αὐτοῦ πάντα τὰ φιλικὰ καὶ πρὸς τοὺς ἄλλους διήκει.
因为先前已经说过,所有友爱的态度都是从自身出发,并延伸到他人的。
καὶ αἱ παροιμίαι δὲ πᾶσαι ὁμογνωμονοῦσιν, οἷον τὸ
"μία ψυχή"
καὶ
"κοινὰ τὰ φίλων"
καὶ
"ἰσότης φιλότης"
καὶ
"γόνυ κνήμης ἔγγιον·
所有的谚语也都异口同声,例如“一个灵魂”、“朋友之物皆共享”、“平等即友爱”以及“膝盖比小腿更近”。
"
πάντα γὰρ ταῦτα πρὸς αὑτὸν μάλιστʼ ἂν ὑπάρχοι·
因为所有这些最能存在于一个人对自己中。
μάλιστα γὰρ φίλος αὑτῷ·
因为人对自己才是最真的朋友。
καὶ φιλητέον δὴ μάλισθʼ ἑαυτόν.
因此,最应当爱的就是自己。
ἀπορεῖται δὴ εἰκότως ποτέροις χρεὼν ἕπεσθαι, ἀμφοῖν ἐχόντοιν τὸ πιστόν.
因此,既然两边都具有可信性,究竟应该遵循哪一方,自然就成了一个疑问。
ἴσως οὖν τοὺς τοιούτους δεῖ τῶν λόγων διαιρεῖν καὶ διορίζειν ἐφʼ ὅσον ἑκάτεροι καὶ πῇ ἀληθεύουσιν.
因此,也许应该对这类言论进行区分与界定,看看它们各自在何种程度上、在何种意义上是真实的。
εἰ δὴ λάβοιμεν τὸ φίλαυτον πῶς ἑκάτεροι λέγουσιν, τάχʼ ἂν γένοιτο δῆλον.
如果我们弄清楚双方是在何种意义上使用“爱己者”这一词的,事情或许就会明晰了。
οἱ μὲν οὖν εἰς ὄνειδος ἄγοντες αὐτὸ φιλαύτους καλοῦσι τοὺς ἑαυτοῖς ἀπονέμοντας τὸ πλεῖον ἐν χρήμασι καὶ τιμαῖς καὶ ἡδοναῖς ταῖς σωματικαῖς· τούτων γὰρ οἱ πολλοὶ ὀρέγονται, καὶ ἐσπουδάκασι περὶ αὐτὰ ὡς ἄριστα ὄντα, διὸ καὶ περιμάχητά ἐστιν.
那些把它当作贬义词来使用的人,将那些在金钱、荣誉和肉体快乐中给自己分得更多份额的人称为“爱己者”;因为大众渴望这些,并热衷于这些,视其为最好的东西,因此这些事物也成了争夺的对象。
οἱ δὴ περὶ ταῦτα πλεονέκται χαρίζονται ταῖς ἐπιθυμίαις καὶ ὅλως τοῖς πάθεσι καὶ τῷ ἀλόγῳ τῆς ψυχῆς· τοιοῦτοι δʼ εἰσὶν οἱ πολλοί·
而在这些事上贪得无厌的人,迎合了自己的欲望,以及整个情感和灵魂的无理性部分;而大众正是这样的人。
διὸ καὶ ἡ προσηγορία γεγένηται ἀπὸ τοῦ πολλοῦ φαύλου ὄντος·
因此,这一称呼也是从大众是卑劣的这一事实中产生的。
δικαίως δὴ τοῖς οὕτω φιλαύτοις ὀνειδίζεται.
所以,对这种意义上的“爱己者”给予指责是完全正当的。
ὅτι δὲ τοὺς τὰ τοιαῦθʼ αὑτοῖς ἀπονέμοντας εἰώθασι λέγειν οἱ πολλοὶ φιλαύτους, οὐκ ἄδηλον· εἰ γάρ τις ἀεὶ σπουδάζοι τὰ δίκαια πράττειν αὐτὸς μάλιστα πάντων ἢ τὰ σώφρονα ἢ ὁποιαοῦν ἄλλα τῶν κατὰ τὰς ἀρετάς, καὶ ὅλως ἀεὶ τὸ καλὸν ἑαυτῷ περιποιοῖτο, οὐδεὶς ἐρεῖ τοῦτον φίλαυτον οὐδὲ ψέξει.
而大众习惯于将那些把这类东西分给自己的人称为“爱己者”,这是显而易见的;因为,如果有人始终比所有人更热切地亲自去实践公正、节制或任何其他合乎美德的行为,并且总是在总体上为自己获取高尚,那么没有人会称这样的人为“爱己者”,也不会指责他。
δόξειε δʼ ἂν ὁ τοιοῦτος μᾶλλον εἶναι φίλαυτος·
然而,这样的人反而似乎更是一个“爱己者”。
ἀπονέμει γοῦν ἑαυτῷ τὰ κάλλιστα καὶ μάλιστʼ ἀγαθά, καὶ χαρίζεται ἑαυτοῦ τῷ κυριωτάτῳ, καὶ πάντα τούτῳ πείθεται·
至少,他把最高尚且最美好的事物分给了自己,并取悦了自己身上最主导的部分,且在一切事上顺从它。
ὥσπερ δὲ καὶ πόλις τὸ κυριώτατον μάλιστʼ εἶναι δοκεῖ καὶ πᾶν ἄλλο σύστημα, οὕτω καὶ ἄνθρωπος·
正如一个城邦或任何其他系统最主要地似乎就是其最主导的部分一样,人也是如此。
καὶ φίλαυτος δὴ μάλιστα ὁ τοῦτο ἀγαπῶν καὶ τούτῳ χαριζόμενος.
因此,最爱这个部分并取悦它的人,才最真实地是“爱己者”。