§7.6ὅτι δὲ καὶ ἧττον αἰσχρὰ ἀκρασία ἡ τοῦ θυμοῦ ἢ ἡ τῶν ἐπιθυμιῶν, θεωρήσωμεν.
接下来,让我们考察一下,愤怒方面的无自制比欲望方面的无自制较不那么可耻。
ἔοικε γὰρ ὁ θυμὸς ἀκούειν μέν τι τοῦ λόγου, παρακούειν δέ, καθάπερ οἱ ταχεῖς τῶν διακόνων, οἳ πρὶν ἀκοῦσαι πᾶν τὸ λεγόμενον ἐκθέουσιν, εἶτα ἁμαρτάνουσι τῆς προστάξεως, καὶ οἱ κύνες, πρὶν σκέψασθαι εἰ φίλος, ἂν μόνον ψοφήσῃ, ὑλακτοῦσιν·
因为愤怒似乎在某种程度上听从理性,但又听错了,就像那些急躁的仆人,还没听完所有的话就跑出去,结果领会错了命令;又像狗,一听到声音就吠叫,而不先看清楚是否是朋友。
οὕτως ὁ θυμὸς διὰ θερμότητα καὶ ταχυτῆτα τῆς φύσεως ἀκούσας μέν, οὐκ ἐπίταγμα δʼ ἀκούσας, ὁρμᾷ πρὸς τὴν τιμωρίαν.
同样,愤怒由于其天性的炽热和敏捷,虽然听到了,但由于没有听到具体的命令,就冲向报复。
ὁ μὲν γὰρ λόγος ἢ ἡ φαντασία ὅτι ὕβρις ἢ ὀλιγωρία ἐδήλωσεν, ὃ δʼ ὥσπερ συλλογισάμενος ὅτι δεῖ τῷ τοιούτῳ πολεμεῖν χαλεπαίνει δὴ εὐθύς·
因为当理性或表象表明存在着侮辱或轻蔑时,愤怒就像作出了三段论推导,认定必须与这样的人斗争,便立即发怒了。
ἡ δʼ ἐπιθυμία, ἐὰν μόνον εἴπῃ ὅτι ἡδὺ ὁ λόγος ἢ ἡ αἴσθησις, ὁρμᾷ πρὸς τὴν ἀπόλαυσιν.
而欲望,只要理性或感觉说那是快乐的,就冲向享乐。
ὥσθʼ ὁ μὲν θυμὸς ἀκολουθεῖ τῷ λόγῳ πως, ἡ δʼ ἐπιθυμία οὔ.
因此,愤怒在某种意义上顺从理性,而欲望则不然。
αἰσχίων οὖν· ὁ μὲν γὰρ τοῦ θυμοῦ ἀκρατὴς τοῦ λόγου πως ἡττᾶται, ὃ δὲ τῆς ἐπιθυμίας καὶ οὐ τοῦ λόγου.
所以,欲望的无自制更可耻;因为在愤怒上无自制的人在某种意义上是被理性击败的,而后者则是被欲望击败,而不是被理性击败。
ἔτι ταῖς φυσικαῖς μᾶλλον συγγνώμη ἀκολουθεῖν ὀρέξεσιν, ἐπεὶ καὶ ἐπιθυμίαις ταῖς τοιαύταις μᾶλλον ὅσαι κοιναὶ πᾶσι, καὶ ἐφʼ ὅσον κοιναί·
此外,顺从自然本性的追求更易得到原谅,因为我们也更容易原谅那些所有人共有的、且在共有程度上的欲望。
ὁ δὲ θυμὸς φυσικώτερον καὶ ἡ χαλεπότης τῶν ἐπιθυμιῶν τῶν τῆς ὑπερβολῆς καὶ τῶν μὴ ἀναγκαίων, ὥσπερ ὁ ἀπολογούμενος ὅτι τὸν πατέρα τύπτοι
"καὶ γὰρ οὗτος"
ἔφη
"τὸν ἑαυτοῦ κἀκεῖνος τὸν ἄνωθεν,"
καὶ τὸ παιδίον δείξας
"καὶ οὗτος ἐμέ"
ἔφη,
"ὅταν ἀνὴρ γένηται·
而愤怒和脾气暴躁,比起那些过度的、非必要的欲望,更具有自然本性。 正如那个为自己殴打父亲辩护的人所说: “因为他打过他自己的父亲,而那个人也打过再上一辈的父亲,” 并且指着自己的小孩说: “等他长成大人,他也会打我,因为这是我们家族遗传的。
συγγενὲς γὰρ ἡμῖν· "
καὶ ὁ ἑλκόμενος ὑπὸ τοῦ υἱοῦ παύεσθαι ἐκέλευε πρὸς ταῖς θύραις· καὶ γὰρ αὐτὸς ἑλκύσαι τὸν πατέρα μέχρις ἐνταῦθα.
” 又如那个被儿子拖拽着的父亲,命令儿子到门口就停下,因为他自己当年也曾把父亲拖到这里。
ἔτι ἀδικώτεροι οἱ ἐπιβουλότεροι.
此外,越是暗中策划的人越不公正。
ὁ μὲν οὖν θυμώδης οὐκ ἐπίβουλος, οὐδʼ ὁ θυμός, ἀλλὰ φανερός· ἡ δʼ ἐπιθυμία, καθάπερ τὴν Ἀφροδίτην φασίν·
然而,易怒的人并不是暗中策划的,愤怒也不是,而是公开的;但欲望却是如此,正如人们对阿佛洛狄忒的评价: “编织诡计的塞浦路斯出生的女神。
"
δολοπλόκου γὰρ κυπρογενοῦς· "
καὶ τὸν κεστὸν ἱμάντα Ὅμηρος· "
πάρφασις, ἥ τʼ ἔκλεψε νόον πύκα περ φρονέοντος.
” 荷马在谈到她的绣花带时也说: “说服,它甚至能偷走极聪明者的心。
"
ὥστʼ εἴπερ ἀδικωτέρα καὶ αἰσχίων ἡ ἀκρασία αὕτη τῆς περὶ τὸν θυμόν ἐστι, καὶ ἁπλῶς ἀκρασία καὶ κακία πως.
” 因此,如果这种无自制比关于愤怒的无自制更不公正也更可耻,那么它就是端意义上的无自制,且在某种意义上是一种恶德。
ἔτι οὐδεὶς ὑβρίζει λυπούμενος, ὁ δʼ ὀργῇ ποιῶν πᾶς ποιεῖ λυπούμενος, ὁ δʼ ὑβρίζων μεθʼ ἡδονῆς.
此外,没有人会在感到痛苦的同时去侮辱人,但凡因愤怒而行动的人都是在感到痛苦中行动,而进行侮辱的人则是伴随着快乐。
εἰ οὖν οἷς ὀργίζεσθαι μάλιστα δίκαιον, ταῦτα ἀδικώτερα, καὶ ἡ ἀκρασία ἡ διʼ ἐπιθυμίαν· οὐ γάρ ἐστιν ἐν θυμῷ ὕβρις.
因此,如果那些最理所当然令人愤怒的事物是不公正的,那么因欲望而产生的无自制也更不公正,因为愤怒中没有侮辱。
ὡς μὲν τοίνυν αἰσχίων ἡ περὶ ἐπιθυμίας ἀκρασία τῆς περὶ τὸν θυμόν, καὶ ὅτι ἔστιν ἐγκράτεια καὶ ἡ ἀκρασία περὶ ἐπιθυμίας καὶ ἡδονὰς σωματικάς, δῆλον·
因此,关于欲望的无自制比关于愤怒的无自制更可耻,以及自制和无自制确实是关涉到肉体的欲望和快乐,这是显而易见的。
αὐτῶν δὲ τούτων τὰς διαφορὰς ληπτέον.
但我们必须把握这些事物本身的区别。
ὥσπερ γὰρ εἴρηται κατʼ ἀρχάς, αἳ μὲν ἀνθρώπιναί εἰσι καὶ φυσικαὶ καὶ τῷ γένει καὶ τῷ μεγέθει, αἳ δὲ θηριώδεις, αἳ δὲ διὰ πηρώσεις καὶ νοσήματα.
因为正如开头所说,有些欲望在种类和程度上都是属于人类且符合自然本性的,另一些是兽性的,还有一些则是由于残障和疾病产生的。
τούτων δὲ περὶ τὰς πρώτας σωφροσύνη καὶ ἀκολασία μόνον ἐστίν·
在这些欲望中,节制和放纵仅关涉到第一种。
διὸ καὶ τὰ θηρία οὔτε σώφρονα οὔτʼ ἀκόλαστα λέγομεν ἀλλʼ ἢ κατὰ μεταφορὰν καὶ εἴ τινι ὅλως ἄλλο πρὸς ἄλλο διαφέρει γένος τῶν ζῴων ὕβρει καὶ σιναμωρίᾳ καὶ τῷ παμφάγον εἶναι·
因此,我们既不称野兽为节制的,也不称它们为放纵的,除非是在比喻的意义上,或者是在某种动物整体上因其侮辱、残害和贪食而在很大程度上不同于其他物种的情况下。
οὐ γὰρ ἔχει προαίρεσιν οὐδὲ λογισμόν, ἀλλʼ ἐξέστηκε τῆς φύσεως, ὥσπερ οἱ μαινόμενοι τῶν ἀνθρώπων.
因为它们没有选择也没有理性的算计,而是脱离了其本性,就像人类中的疯子一样。
ἔλαττον δὲ θηριότης κακίας, φοβερώτερον δέ· οὐ γὰρ διέφθαρται τὸ βέλτιον, ὥσπερ ἐν τῷ ἀνθρώπῳ, ἀλλʼ οὐκ ἔχει.
野兽性虽不如恶德那般坏,却更令人恐惧;因为最优秀的部分并非像在人类中那样被败坏了,而是它根本就不拥有这一部分。
ὅμοιον οὖν ὥσπερ ἄψυχον συμβάλλειν πρὸς ἔμψυχον, πότερον κάκιον· ἀσινεστέρα γὰρ ἡ φαυλότης ἀεὶ ἡ τοῦ μὴ ἔχοντος ἀρχήν, ὁ δὲ νοῦς ἀρχή.
因此,这就像比较无生命物与有生命物哪个更坏一样;因为没有支配原理之物的恶劣总是危害较小,而理智就是这一原理。
παραπλήσιον οὖν τὸ συμβάλλειν ἀδικίαν πρὸς ἄνθρωπον ἄδικον. ἔστι γὰρ ὡς ἑκάτερον κάκιον·
因此,这类似于比较不公正本身与一个不公正的人。
μυριοπλάσια γὰρ ἂν κακὰ ποιήσειεν ἄνθρωπος κακὸς θηρίου.
因为从某种意义上说,两者各有其更坏的一面;因为一个坏人所能做出的坏事,比野兽要多出千万倍。