Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §7.3#2

实践三段论与由情欲引发的无自制

第 75 段,共 123 段 · 希腊语

内容简介

本节解释了强烈的情欲如何使知识失效,以及在实践三段论中个别前提的不活动如何引发无自制,并说明了这与苏格拉底“美德即知识”观点的契合之处。

§7.3#2ἀλλὰ μὴν οὕτω διατίθενται οἵ γε ἐν τοῖς πάθεσιν ὄντες·
然而,处于情欲之中的人确实就是处于这样的一种状态。
θυμοὶ γὰρ καὶ ἐπιθυμίαι ἀφροδισίων καὶ ἔνια τῶν τοιούτων ἐπιδήλως καὶ τὸ σῶμα μεθιστᾶσιν, ἐνίοις δὲ καὶ μανίας ποιοῦσιν.
因为愤怒、性欲以及某些此类情欲显然也会改变身体,在某些人身上甚至会引起疯狂。
δῆλον οὖν ὅτι ὁμοίως ἔχειν λεκτέον τοὺς ἀκρατεῖς τούτοις.
因此很明显,我们必须说,无自制者的状态与这些人相似。
τὸ δὲ λέγειν τοὺς λόγους τοὺς ἀπὸ τῆς ἐπιστήμης οὐδὲν σημεῖον· καὶ γὰρ οἱ ἐν τοῖς πάθεσι τούτοις ὄντες ἀποδείξεις καὶ ἔπη λέγουσιν Ἐμπεδοκλέους, καὶ οἱ πρῶτον μαθόντες συνείρουσι μὲν τοὺς λόγους, ἴσασι δʼ οὔπω· δεῖ γὰρ συμφυῆναι, τοῦτο δὲ χρόνου δεῖται·
然而,说出源于知识的话语并不能证明什么;因为处于这些情欲中的人也会背诵恩培多克勒的论证和诗句,而那些刚刚开始学习的人,虽然把词句连缀起来,但还没有真正理解它们;因为知识必须融会贯通为自身的一部分,而这需要时间。
ὥστε καθάπερ τοὺς ὑποκρινομένους, οὕτως ὑποληπτέον λέγειν καὶ τοὺς ἀκρατευομένους.
所以,我们必须认为,那些无自制者说话,就像演员背台词一样。
ἔτι καὶ ὧδε φυσικῶς ἄν τις ἐπιβλέψειε τὴν αἰτίαν.
此外,人们也可以像这样从自然的角度来考察其原因。
ἣ μὲν γὰρ καθόλου δόξα, ἡ δʼ ἑτέρα περὶ τῶν καθʼ ἕκαστά ἐστιν, ὧν αἴσθησις ἤδη κυρία·
因为一类是普遍的意见,另一类是关于个别事物的意见,在后一方面,感觉已经起着主导作用。
ὅταν δὲ μία γένηται ἐξ αὐτῶν, ἀνάγκη τὸ συμπερανθὲν ἔνθα μὲν φάναι τὴν ψυχήν, ἐν δὲ ταῖς ποιητικαῖς πράττειν εὐθύς·
当由它们产生出一个单一的结论时,在理论事务中,灵魂必然肯定该结论,而在实践事务中,灵魂则必须立即行动。
οἷον, εἰ παντὸς γλυκέος γεύεσθαι δεῖ, τουτὶ δὲ γλυκὺ ὡς ἕν τι τῶν καθʼ ἕκαστον, ἀνάγκη τὸν δυνάμενον καὶ μὴ κωλυόμενον ἅμα τοῦτο καὶ πράττειν.
例如,如果“一切甜的东西都应当品尝”,而“眼前这个东西作为个别事物之一是甜的”,那么凡有此能力且未受阻碍的人,就必然会同时付诸行动。
ὅταν οὖν ἡ μὲν καθόλου ἐνῇ κωλύουσα γεύεσθαι, ἣ δέ, ὅτι πᾶν γλυκὺ ἡδύ, τουτὶ δὲ γλυκύ (αὕτη δὲ ἐνεργεῖ), τύχῃ δʼ ἐπιθυμία ἐνοῦσα, ἣ μὲν οὖν λέγει φεύγειν τοῦτο, ἡ δʼ ἐπιθυμία ἄγει· κινεῖν γὰρ ἕκαστον δύναται τῶν μορίων·
所以,当那条阻止我们品尝的普遍前提存在于我们心中,而另一条前提说“一切甜的东西都是令人愉快的”,且“眼前这东西是甜的”(而这一前提正在起作用),并且恰好欲望也存在于我们心中时,尽管前一前提告诉我们要避开这东西,欲望却引诱着我们;因为欲望能够移动身体的各个部分。
ὥστε συμβαίνει ὑπὸ λόγου πως καὶ δόξης ἀκρατεύεσθαι, οὐκ ἐναντίας δὲ καθʼ αὑτήν, ἀλλὰ κατὰ συμβεβηκός—ἡ γὰρ ἐπιθυμία ἐναντία, ἀλλʼ οὐχ ἡ δόξα—τῷ ὀρθῷ λόγῳ·
因此,结果是,我们在某种意义上是在理性或意见的影响下做出无自制行为的。 但这种意见本身并不与正确的理性相反,而是偶然相反的——因为与正确理性相反的是欲望,而不是意见。
ὥστε καὶ διὰ τοῦτο τὰ θηρία οὐκ ἀκρατῆ, ὅτι οὐκ ἔχει καθόλου ὑπόληψιν ἀλλὰ τῶν καθʼ ἕκαστα φαντασίαν καὶ μνήμην.
也正因为这个原因,野兽谈不上无自制,因为它们没有普遍的观念,而只有对个别事物的表象和记忆。
πῶς δὲ λύεται ἡ ἄγνοια καὶ πάλιν γίνεται ἐπιστήμων ὁ ἀκρατής, ὁ αὐτὸς λόγος καὶ περὶ οἰνωμένου καὶ καθεύδοντος καὶ οὐκ ἴδιος τούτου τοῦ πάθους, ὃν δεῖ παρὰ τῶν φυσιολόγων ἀκούειν.
无知是如何消除的,无自制者又是如何重新获得知识的,这与对醉酒者或睡眠者的解释是相同的,并不是这种状态所特有的;这一点我们必须听取自然学家的解释。
ἐπεὶ δʼ ἡ τελευταία πρότασις δόξα τε αἰσθητοῦ καὶ κυρία τῶν πράξεων, ταύτην ἢ οὐκ ἔχει ἐν τῷ πάθει ὤν, ἢ οὕτως ἔχει ὡς οὐκ ἦν τὸ ἔχειν ἐπίστασθαι ἀλλὰ λέγειν ὥσπερ ὁ οἰνωμένος τὰ Ἐμπεδοκλέους.
但是,既然最后一个前提是关于可感之物的意见,并且支配着行动,那么处于情欲之中的人,要么不拥有这一前提,要么虽然拥有,但这种“拥有”并不能算是“知道”,而只是像醉汉背诵恩培多克勒的诗句那样在说它。
καὶ διὰ τὸ μὴ καθόλου μηδʼ ἐπιστημονικὸν ὁμοίως εἶναι δοκεῖν τῷ καθόλου τὸν ἔσχατον ὅρον καὶ ἔοικεν ὃ ἐζήτει Σωκράτης συμβαίνειν·
而且,因为最后一项不是普遍的,也不像普遍项那样被认为是科学性的知识,苏格拉底所试图探求的结论似乎就成立了。
οὐ γὰρ τῆς κυρίως ἐπιστήμης εἶναι δοκούσης παρούσης γίνεται τὸ πάθος, οὐδʼ αὕτη περιέλκεται διὰ τὸ πάθος, ἀλλὰ τῆς αἰσθητικῆς.
因为,当真正意义上的知识显现时,情欲并不会随之产生,这种知识也不会被情欲所拖曳,被拖曳的只是感觉的知识。
περὶ μὲν οὖν τοῦ εἰδότα καὶ μή, καὶ πῶς εἰδότα ἐνδέχεται ἀκρατεύεσθαι, τοσαῦτα εἰρήσθω.
因此,关于在知情和不知情的情况下,以及在何种意义上知情的人会做出无自制行为,就谈这么多吧。

词汇与语法注释

  1. 1147a24φυσικῶς — “从自然的角度(基于人性的角度)”。亚里士多德在此不限于纯粹的逻辑分析,而是将焦点转向心理学和生理学的实际心灵活动(实践三段论),以解释无自制行为的产生机制。
  2. 1147a29ὑπὸ λόγου πως καὶ δόξης — “在某种意义上是在理性(理路)或意见的影响下”。无自制行为虽然违背了正确的理性,但因为理性本身并不直接推动行动,而是欲望利用了伴随着它的个别判断(例如“甜物是令人愉快的”),因此亚里士多德加上了限定词“在某种意义上”(πως)。
  3. 1147b9δόξα τε αἰσθητοῦ καὶ κυρία τῶν πράξεων — “关于可感之物的意见,并且支配着行动”。指实践三段论中的个别前提(小前提)。尽管只有当这一前提与具体情境结合并起作用时才会引发行动,但处于情欲控制下的无自制者要么不拥有这一前提,要么仅在言语上背诵它而缺乏实质理解。

引用这一段

亚里士多德, 尼各马可伦理学 §7.3#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:7.3%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。