Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §5.4

纠正性正义与算术比例的均等恢复

第 54 段,共 123 段 · 希腊语

内容简介

与基于几何比例的分配正义相反,本段论述了基于算术比例的交易中纠正性正义,说明裁判官如何作为中立的均等者,恢复利益与损失之间的“中间”状态。

§5.4τὸ δὲ λοιπὸν ἓν τὸ διορθωτικόν, ὃ γίνεται ἐν τοῖς συναλλάγμασι καὶ τοῖς ἑκουσίοις καὶ τοῖς ἀκουσίοις.
剩下的另一种正义是纠正性的正义,它存在于交易中,无论是自愿的还是非自愿的交易。
τοῦτο δὲ τὸ δίκαιον ἄλλο εἶδος ἔχει τοῦ πρότερον.
这种正义具有与前一种不同的形式。
τὸ μὲν γὰρ διανεμητικὸν δίκαιον τῶν κοινῶν ἀεὶ κατὰ τὴν ἀναλογίαν ἐστὶ τὴν εἰρημένην· καὶ γὰρ ἀπὸ χρημάτων κοινῶν ἐὰν γίνηται ἡ διανομή, ἔσται κατὰ τὸν λόγον τὸν αὐτὸν ὅνπερ ἔχουσι πρὸς ἄλληλα τὰ εἰσενεχθέντα·
因为分配公共财产的正义总是根据前述的比例来进行的;事实上,即使分配是从共同资金中进行的,也将根据各人出资之间相互的相同比率来进行。
καὶ τὸ ἄδικον τὸ ἀντικείμενον τῷ δικαίῳ τούτῳ τὸ παρὰ τὸ ἀνάλογόν ἐστιν.
而与这种正义相反的不正义,就是违反比例。
τὸ δʼ ἐν τοῖς συναλλάγμασι δίκαιον ἐστὶ μὲν ἴσον τι, καὶ τὸ ἄδικον ἄνισον, ἀλλʼ οὐ κατὰ τὴν ἀναλογίαν ἐκείνην ἀλλὰ κατὰ τὴν ἀριθμητικήν.
但是,在交易中的正义虽然也是某种平等,不正义是不平等,但这并非根据那一种比例,而是根据算术比例。
οὐδὲν γὰρ διαφέρει, εἰ ἐπιεικὴς φαῦλον ἀπεστέρησεν ἢ φαῦλος ἐπιεικῆ, οὐδʼ εἰ ἐμοίχευσεν ἐπιεικὴς ἢ φαῦλος· ἀλλὰ πρὸς τοῦ βλάβους τὴν διαφορὰν μόνον βλέπει ὁ νόμος, καὶ χρῆται ὡς ἴσοις, εἰ ὃ μὲν ἀδικεῖ ὃ δʼ ἀδικεῖται, καὶ εἰ ἔβλαψεν ὃ δὲ βέβλαπται.
因为无论是好人剥夺了坏人,还是坏人剥夺了好人,都没有任何区别,好人通奸还是坏人通奸也没有区别;法律仅仅关注损害的差异,并将双方视为平等的,如果一者行不义而另一者受损害,一者造成伤害而另一者受到伤害。
ὥστε τὸ ἄδικον τοῦτο ἄνισον ὂν ἰσάζειν πειρᾶται ὁ δικαστής· καὶ γὰρ ὅταν ὃ μὲν πληγῇ ὃ δὲ πατάξῃ, ἢ καὶ κτείνῃ ὃ δʼ ἀποθάνῃ, διῄρηται τὸ πάθος καὶ ἡ πρᾶξις εἰς ἄνισα· ἀλλὰ πειρᾶται τῇ ζημίᾳ ἰσάζειν, ἀφαιρῶν τοῦ κέρδους.
因此,由于这种不正义是不平等的,裁判官试图使其恢复平等;因为即使当一者被殴打而另一者殴打,或者一者杀人而另一者被杀,承受和行为也被划分成了不平等的两部分;但他试图通过惩罚来使其平等,从而剥夺其利益。
λέγεται γὰρ ὡς ἁπλῶς εἰπεῖν ἐπὶ τοῖς τοιούτοις, κἂν εἰ μή τισιν οἰκεῖον ὄνομα εἴη, τὸ κέρδος, οἷον τῷ πατάξαντι, καὶ ἡ ζημία τῷ παθόντι· ἀλλʼ ὅταν γε μετρηθῇ τὸ πάθος, καλεῖται τὸ μὲν ζημία τὸ δὲ κέρδος.
因为粗略地来说,在这类情况下,即使对某些情况而言它并不是一个贴切的名称,人们也称其为“利益”,例如对殴打者而言,而“损失”则是对承受者而言;但当承受的痛苦被衡量时,一者被称为损失,另一者被称为利益。
ὥστε τοῦ μὲν πλείονος καὶ ἐλάττονος τὸ ἴσον μέσον, τὸ δὲ κέρδος καὶ ἡ ζημία τὸ μὲν πλέον τὸ δʼ ἔλαττον ἐναντίως, τὸ μὲν τοῦ ἀγαθοῦ πλέον τοῦ κακοῦ δʼ ἔλαττον κέρδος, τὸ δʼ ἐναντίον ζημία· ὧν ἦν μέσον τὸ ἴσον, ὃ λέγομεν εἶναι δίκαιον· ὥστε τὸ ἐπανορθωτικὸν δίκαιον ἂν εἴη τὸ μέσον ζημίας καὶ κέρδους.
因此,在多与少之间,平等是中间,而利益和损失分别是以相反方式的多和少(占有善的多而恶的少是利益,相反则是损失);而它们中间的正是平等,也就是我们所说的正义;因此,纠正性的正义就是损失和利益之间的中间。
διὸ καὶ ὅταν ἀμφισβητῶσιν, ἐπὶ τὸν δικαστὴν καταφεύγουσιν· τὸ δʼ ἐπὶ τὸν δικαστὴν ἰέναι ἰέναι ἐστὶν ἐπὶ τὸ δίκαιον· ὁ γὰρ δικαστὴς βούλεται εἶναι οἷον δίκαιον ἔμψυχον· καὶ ζητοῦσι δικαστὴν μέσον, καὶ καλοῦσιν ἔνιοι μεσιδίους, ὡς ἐὰν τοῦ μέσου τύχωσι, τοῦ δικαίου τευξόμενοι.
所以,当人们发生争执时,他们会求助于裁判官;而求助于裁判官就是求助于正义;因为裁判官被期望成为仿佛“活着的正义”;人们寻找裁判官作为中间人,有些人称其为中立的仲裁者,认为如果他们得到了中间,他们就会得到正义。
μέσον ἄρα τι τὸ δίκαιον, εἴπερ καὶ ὁ δικαστής.
因此,正义是一种中间,既然裁判官确实是中间。
ὁ δὲ δικαστὴς ἐπανισοῖ, καὶ ὥσπερ γραμμῆς εἰς ἄνισα τετμημένης, ᾧ τὸ μεῖζον τμῆμα τῆς ἡμισείας ὑπερέχει, τοῦτʼ ἀφεῖλε καὶ τῷ ἐλάττονι τμήματι προσέθηκεν.
而裁判官使之恢复平等,这就像一条被切成不平等的线段,较大的一段超过一半的部分,他将其切下并加到较小的一段上。
ὅταν δὲ δίχα διαιρεθῇ τὸ ὅλον, τότε φασὶν ἔχειν τὸ αὑτοῦ ὅταν λάβωσι τὸ ἴσον.
当整体被一分为二时,人们在得到平等的一份时就会说他们得到了自己应得的东西。
τὸ δʼ ἴσον μέσον ἐστὶ τῆς μείζονος καὶ ἐλάττονος κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν.
而这个平等的部分,在算术比例中,就是较大和较小之间的中间。
διὰ τοῦτο καὶ ὀνομάζεται δίκαιον, ὅτι δίχα ἐστίν, ὥσπερ ἂν εἴ τις εἴποι δίχαιον, καὶ ὁ δικαστὴς διχαστής.
由于这个原因,它被称为“正义”(dikaion),因为它是二等分(dicha)的,这就好比人们说“二等分的东西”(dichaion),而裁判官(dikastes)就是“二等分者”(dichastes)。
ἐπὰν γὰρ δύο ἴσων ἀφαιρεθῇ ἀπὸ θατέρου, πρὸς θάτερον δὲ προστεθῇ, δυσὶ τούτοις ὑπερέχει θάτερον·
因为当从两个平等的事物中的一个拿走一部分,并加到另一个上时,后者就会超过前者这两个部分;因为如果只是被拿走,而没有被加过去,它就只会超过一个部分。
εἰ γὰρ ἀφῃρέθη μέν, μὴ προσετέθη δέ, ἑνὶ ἂν μόνον ὑπερεῖχεν. τοῦ μέσου ἄρα ἑνί, καὶ τὸ μέσον, ἀφʼ οὗ ἀφῃρέθη, ἑνί.
因此,它超过中间一个部分,而中间又超过被拿走的那方一个部分。
τούτῳ ἄρα γνωριοῦμεν τί τε ἀφελεῖν δεῖ ἀπὸ τοῦ πλέον ἔχοντος, καὶ τί προσθεῖναι τῷ ἔλαττον ἔχοντι· ᾧ μὲν γὰρ τὸ μέσον ὑπερέχει, τοῦτο προσθεῖναι δεῖ τῷ ἔλαττον ἔχοντι, ᾧ δʼ ὑπερέχεται, ἀφελεῖν ἀπὸ τοῦ μεγίστου.
因此,通过这一点,我们将知道既应该从多得者那里拿走什么,也应该给少得者加上什么;因为中间所超过的,就应该加给少得者,而被中间所超过的部分,就应该从最大的那部分里拿走。
ἴσαι αἱ ἐφʼ ὧν αα ββ γγ ἀλλήλαις· ἀπὸ τῆς αα ἀφῃρήσθω τὸ αε, καὶ προσκείσθω τῇ γγ τὸ ἐφʼ ᾧ γδ, ὥστε ὅλη ἡ δγγ τῆς εα ὑπερέχει τῷ γδ καὶ τῷ γζ· τῆς ἄρα ββ τῷ γδ.
设线段 aa、ββ、γγ 彼此相等;从 aa 中减去 ae,并在 γγ 上加上 γδ,这样整个 δγγ 就超过 εα 达 γδ 和 γζ 那么多;因此它超过 ββ 达 γδ 那么多。
ἐλήλυθε δὲ τὰ ὀνόματα ταῦτα, ἥ τε ζημία καὶ τὸ κέρδος, ἐκ τῆς ἑκουσίου ἀλλαγῆς·
而损失和利益这些名称,是来自于自愿的交易。
τὸ μὲν γὰρ πλέον ἔχειν ἢ τὰ αὑτοῦ κερδαίνειν λέγεται, τὸ δʼ ἔλαττον τῶν ἐξ ἀρχῆς ζημιοῦσθαι, οἷον ἐν τῷ ὠνεῖσθαι καὶ πωλεῖν καὶ ἐν ὅσοις ἄλλοις ἄδειαν δέδωκεν ὁ νόμος·
因为拥有比自己原有的更多的东西被称为赚取,而拥有比最初更少的东西则是蒙受损失,例如在买卖中,以及法律给予自由保证的其他一切交易中。
ὅταν δὲ μήτε πλέον μήτʼ ἔλαττον ἀλλʼ αὐτὰ τὰ διʼ αὐτῶν γένηται, τὰ αὑτῶν φασὶν ἔχειν καὶ οὔτε ζημιοῦσθαι οὔτε κερδαίνειν.
但是,当他们既没有多得也没有少得,而是恰好得到了他们自己原本所具有的东西时,他们就说他们拥有了自己应得的,既没有蒙受损失也没有赚取利益。
ὥστε κέρδους τινὸς καὶ ζημίας μέσον τὸ δίκαιόν ἐστι τῶν παρὰ τὸ ἑκούσιον, τὸ ἴσον ἔχειν καὶ πρότερον καὶ ὕστερον.
因此,正义在违背自愿的交易中是某种利益和损失的中间,即在交易之前和之后都拥有相等的东西。

词汇与语法注释

  1. 1132a2οὐδὲν γὰρ διαφέρει, εἰ ἐπιεικὴς φαῦλον ἀπεστέρησεν — 条件从句 εἰ 中使用了直陈语气不定过去时。这表示对过去可能发生之事的具体假设(“如果一个好人剥夺了……”),而非虚拟条件(反事实假设)。
  2. 1132a6τὸ ἄδικον τοῦτο ἄνισον ὂν — 分词 ὄν(中性单数宾格)是与不定式 ἰσάζειν 的宾语 τὸ ἄδικον τοῦτο 一致的叙述性分词。在此用作原因(“因为这种不正义是不平等的”),强调裁判官试图使其平等的、不正义行为的不平等本质。
  3. 1132a26ᾧ τὸ μεῖζον τμῆμα τῆς ἡμισείας ὑπερέχει — 关系代词 ᾧ 是表示程度差异的与格,与动词 ὑπερέχει 连用表示“超出(多少度)”。主句中的指示代词 τοῦτο 是其先行词;整句意为“(裁判官)切下较大线段超过一半的‘那部分’”。
  4. 1132b8τῆς ἄρα ββ τῷ γδ. — 此处省略了前句中的动词 ὑπερέχει(超出)。属格 τῆς ββ 是比较属格,整句意为“因此(整个 DCC)超出 BB 达 CD 那么多”。

引用这一段

亚里士多德, 尼各马可伦理学 §5.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:5.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。