§4.4ἔοικε δὲ καὶ περὶ ταύτην εἶναι ἀρετή τις, καθάπερ ἐν τοῖς πρώτοις ἐλέχθη, ἣ δόξειεν ἂν παραπλησίως ἔχειν πρὸς τὴν μεγαλοψυχίαν ὥσπερ καὶ ἡ ἐλευθεριότης πρὸς τὴν μεγαλοπρέπειαν.
看来正如在最初部分所说,关于名誉也存在着某种德性,它与大器量的关系,似乎就像慷慨与大方的关系一样。
ἄμφω γὰρ αὗται τοῦ μὲν μεγάλου ἀφεστᾶσι, περὶ δὲ τὰ μέτρια καὶ μικρὰ διατιθέασιν ἡμᾶς ὡς δεῖ·
因为这两者都远离伟大的事物,并在适度或微小的事物上使我们处于应有的适宜状态。
ὥσπερ δʼ ἐν λήψει καὶ δόσει χρημάτων μεσότης ἔστι καὶ ὑπερβολή τε καὶ ἔλλειψις, οὕτω καὶ ἐν τιμῆς ὀρέξει τὸ μᾶλλον ἢ δεῖ καὶ ἧττον, καὶ τὸ ὅθεν δεῖ καὶ ὡς δεῖ.
正如在财物的获取和给予中存在着中庸、过度与不足一样,在对名誉的追求中也存在着超过应有程度和不及应有程度,以及在应有的源泉和以应有的方式。
τόν τε γὰρ φιλότιμον ψέγομεν ὡς μᾶλλον ἢ δεῖ καὶ ὅθεν οὐ δεῖ τῆς τιμῆς ἐφιέμενον, τόν τε ἀφιλότιμον ὡς οὐδʼ ἐπὶ τοῖς καλοῖς προαιρούμενον τιμᾶσθαι.
因为我们既非难爱荣誉者,认为他超出了应有的程度且从不当的源泉去追求名誉;也非难不爱荣誉者,认为他即使因高尚的事物也不选择接受荣誉。
ἔστι δʼ ὅτε τὸν φιλότιμον ἐπαινοῦμεν ὡς ἀνδρώδη καὶ φιλόκαλον, τὸν δʼ ἀφιλότιμον ὡς μέτριον καὶ σώφρονα, ὥσπερ καὶ ἐν τοῖς πρώτοις εἴπομεν.
但有时我们也赞美爱荣誉者是勇敢的、爱美的事物的人,而赞美不爱荣誉者是适度且节制的,正如我们最初也说过的那样。
δῆλον δʼ ὅτι πλεοναχῶς τοῦ φιλοτοιούτου λεγομένου οὐκ ἐπὶ τὸ αὐτὸ φέρομεν ἀεὶ τὸ φιλότιμον, ἀλλʼ ἐπαινοῦντες μὲν ἐπὶ τὸ μᾶλλον ἢ οἱ πολλοί, ψέγοντες δʼ ἐπὶ τὸ μᾶλλον ἢ δεῖ.
显然,由于“热爱此类事物者”有多种含义,我们并不总是把“爱荣誉”指向同一事物,而是在赞美时指比大多数人更甚者,在非难时指超出应有程度者。
ἀνωνύμου δʼ οὔσης τῆς μεσότητος, ὡς ἐρήμης ἔοικεν ἀμφισβητεῖν τὰ ἄκρα.
由于中庸是无名的,两极似乎在争夺这一位置,就像它是空地一样。
ἐν οἷς δʼ ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις, καὶ τὸ μέσον·
但是在有过度和不足的地方,也存在着中间。
ὀρέγονται δὲ τῆς τιμῆς καὶ μᾶλλον ἢ δεῖ καὶ ἧττον·
人们追求名誉既有超出应有程度的,也有不及的。
ἔστι δὴ καὶ ὡς δεῖ·
因此显然也有以应有方式追求的。
ἐπαινεῖται δʼ οὖν ἡ ἕξις αὕτη, μεσότης οὖσα περὶ τιμὴν ἀνώνυμος.
无论如何,这一品质受到赞美,它是关于名誉的无名中庸。
φαίνεται δὲ πρὸς μὲν τὴν φιλοτιμίαν ἀφιλοτιμία, πρὸς δὲ τὴν ἀφιλοτιμίαν φιλοτιμία, πρὸς ἀμφότερα δὲ ἀμφότερά πως.
它在面对名誉欲时显得是不爱荣誉,在面对不爱荣誉时显得是名誉欲,在某种意义上,面对两者时它又显得兼具两者。
ἔοικε δὲ τοῦτʼ εἶναι καὶ περὶ τὰς ἄλλας ἀρετάς.
看来其他德性也是如此。
ἀντικεῖσθαι δʼ ἐνταῦθʼ οἱ ἄκροι φαίνονται διὰ τὸ μὴ ὠνομάσθαι τὸν μέσον.
但在目前的情况下,两极似乎相互对立,因为中间者没有被命名。