§4.2#1δόξαι δʼ ἂν ἀκόλουθον εἶναι καὶ περὶ μεγαλοπρεπείας διελθεῖν.
接下来讨论豪奢似乎也是顺理成章的。
δοκεῖ γὰρ καὶ αὐτὴ περὶ χρήματά τις ἀρετὴ εἶναι· οὐχ ὥσπερ δʼ ἡ ἐλευθεριότης διατείνει περὶ πάσας τὰς ἐν χρήμασι πράξεις, ἀλλὰ περὶ τὰς δαπανηρὰς μόνον· ἐν τούτοις δʼ ὑπερέχει τῆς ἐλευθεριότητος μεγέθει.
因为这似乎也是一种与财富有关的德性;但它不像慷慨那样延伸到与财富有关的一切行为,而仅限于涉及支出的行为;在这些行为中,它在规模上超越了慷慨。
καθάπερ γὰρ τοὔνομα αὐτὸ ὑποσημαίνει, ἐν μεγέθει πρέπουσα δαπάνη ἐστίν.
正如其名称本身所暗示的,它是重大规模上的适宜支出。
τὸ δὲ μέγεθος πρός τι· οὐ γὰρ τὸ αὐτὸ δαπάνημα τριηράρχῳ καὶ ἀρχιθεωρῷ.
然而,这种规模是相对的;因为三列桨战船的装备者与神圣使团长所作出的支出是不同的。
τὸ πρέπον δὴ πρὸς αὐτόν, καὶ ἐν ᾧ καὶ περὶ ὅ.
所谓适宜,正是相对于行为者自身、所处的情境以及所针对的对象而言的。
ὁ δʼ ἐν μικροῖς ἢ ἐν μετρίοις κατʼ ἀξίαν δαπανῶν οὐ λέγεται μεγαλοπρεπής, οἷον τὸ
"
πολλάκι δόσκον ἀλήτῃ,
"
ἀλλʼ ὁ ἐν μεγάλοις οὕτως.
而那些在微小或中等的事物上,根据其价值相称地进行支出的人,并不被称为豪奢——例如“我常施舍给乞丐”这句诗中所说的人——只有在重大的事物上如此支出的人才被称为豪奢。
ὁ μὲν γὰρ μεγαλοπρεπὴς ἐλευθέριος, ὁ δʼ ἐλευθέριος οὐδὲν μᾶλλον μεγαλοπρεπής.
因为豪奢的人是慷慨的,而慷慨的人不一定豪奢。
τῆς τοιαύτης δʼ ἕξεως ἡ μὲν ἔλλειψις μικροπρέπεια καλεῖται, ἡ δʼ ὑπερβολὴ βαναυσία καὶ ἀπειροκαλία καὶ ὅσαι τοιαῦται, οὐχ ὑπερβάλλουσαι τῷ μεγέθει περὶ ἃ δεῖ, ἀλλʼ ἐν οἷς οὐ δεῖ καὶ ὡς οὐ δεῖ λαμπρυνόμεναι· ὕστερον δʼ ὑπὲρ αὐτῶν ἐροῦμεν.
对于这样一种品质,其不足被称为“小气”,而其过度则被称为“俗气”、“不雅”以及诸如此类的名称,这些并不是在应当的事物上在支出规模上过度,而是在不应当的场合以不应当的方式炫耀;我们稍后会讨论这些。
ὁ δὲ μεγαλοπρεπὴς ἐπιστήμονι ἔοικεν· τὸ πρέπον γὰρ δύναται θεωρῆσαι καὶ δαπανῆσαι μεγάλα ἐμμελῶς.
而豪奢的人就像一个专家;因为他能够洞察什么才是适宜的,并能以协调、得体的方式支出巨资。
ὥσπερ γὰρ ἐν ἀρχῇ εἴπομεν, ἡ ἕξις ταῖς ἐνεργείαις ὁρίζεται, καὶ ὧν ἐστίν.
因为正如我们一开始所说,品质是由其活动以及它所针对的事物来规定的。
αἱ δὴ τοῦ μεγαλοπρεποῦς δαπάναι μεγάλαι καὶ πρέπουσαι.
豪奢之人的支出确实是巨大且适宜的。
τοιαῦτα δὴ καὶ τὰ ἔργα· οὕτω γὰρ ἔσται μέγα δαπάνημα καὶ πρέπον τῷ ἔργῳ.
其成果也同样如此;因为只有这样,才会是巨大的支出,且与成果相适宜。
ὥστε τὸ μὲν ἔργον τῆς δαπάνης ἄξιον δεῖ εἶναι, τὴν δὲ δαπάνην τοῦ ἔργου, ἢ καὶ ὑπερβάλλειν.
因此,成果必须配得上支出,而支出也必须配得上成果,甚至超出成果。
δαπανήσει δὲ τὰ τοιαῦτα ὁ μεγαλοπρεπὴς τοῦ καλοῦ ἕνεκα· κοινὸν γὰρ τοῦτο ταῖς ἀρεταῖς.
豪奢之人支出这类款项是为了高尚;因为这是诸德性的共同特征。
καὶ ἔτι ἡδέως καὶ προετικῶς· ἡ γὰρ ἀκριβολογία μικροπρεπές.
而且他是乐意且大方地支出;因为斤斤计较是小气的表现。
καὶ πῶς κάλλιστον καὶ πρεπωδέστατον, σκέψαιτʼ ἂν μᾶλλον ἢ πόσου καὶ πῶς ἐλαχίστου.
并且,他更会考虑如何做才能最美、最适宜,而不是考虑需要多少费用,或者怎样才能用最省的钱。
ἀναγκαῖον δὴ καὶ ἐλευθέριον τὸν μεγαλοπρεπῆ εἶναι.
因此,豪奢之人必然也是慷慨的。
καὶ γὰρ ὁ ἐλευθέριος δαπανήσει ἃ δεῖ καὶ ὡς δεῖ· ἐν τούτοις δὲ τὸ μέγα τοῦ μεγαλοπρεποῦς, οἷον μέγεθος, περὶ ταῦτα τῆς ἐλευθεριότητος οὔσης, καὶ ἀπὸ τῆς ἴσης δαπάνης τὸ ἔργον ποιήσει μεγαλοπρεπέστερον.
因为慷慨的人也会支出应当支出的,并以应当的方式支出;但在这些事物中,豪奢之人的特征在于其“大”——即规模——虽然慷慨涉及的也是同样的事物,但即使在同等支出下,豪奢之人也能做出更豪奢的成果。
οὐ γὰρ ἡ αὐτὴ ἀρετὴ κτήματος καὶ ἔργου.
因为所有物的德性与成果的德性并不相同。
κτῆμα μὲν γὰρ τὸ πλείστου ἄξιον τιμιώτατον, οἷον χρυσός, ἔργον δὲ τὸ μέγα καὶ καλόν (τοῦ γὰρ τοιούτου ἡ θεωρία θαυμαστή, τὸ δὲ μεγαλοπρεπὲς θαυμαστόν)· καὶ ἔστιν ἔργου ἀρετή, μεγαλοπρέπεια, ἐν μεγέθει.
所有物以最值钱的为最珍贵,例如黄金,而成果则以重大和美丽为珍贵(因为对这类成果的观照是令人赞叹的,而豪奢正是令人赞叹的);豪奢就是在重大规模上成果的德性。
ἔστι δὲ τῶν δαπανημάτων οἷα λέγομεν τὰ τίμια, οἷον τὰ περὶ θεούς, ἀναθήματα καὶ κατασκευαὶ καὶ θυσίαι, ὁμοίως δὲ καὶ περὶ πᾶν τὸ δαιμόνιον, καὶ ὅσα πρὸς τὸ κοινὸν εὐφιλοτίμητά ἐστιν, οἷον εἴ που χορηγεῖν οἴονται δεῖν λαμπρῶς ἢ τριηραρχεῖν ἢ καὶ ἑστιᾶν τὴν πόλιν.
在这些支出中,我们所说的珍贵支出是,例如关于神的事物——献纳物、建设和祭祀,同样地也关于一切神灵,以及所有旨在追求公共名誉的事物,例如人们认为应当慷慨地资助合唱队、装备三列桨战船、或者款待全城。
ἐν ἅπασι δʼ ὥσπερ εἴρηται, καὶ πρὸς τὸν πράττοντα ἀναφέρεται τὸ τίς ὢν καὶ τίνων ὑπαρχόντων· ἄξια γὰρ δεῖ τούτων εἶναι, καὶ μὴ μόνον τῷ ἔργῳ ἀλλὰ καὶ τῷ ποιοῦντι πρέπειν.
但在所有这些情况下,正如已说过的,这还要参照行为者本人——他是谁,拥有什么资源;因为支出必须与这些相称,不仅要配得上成果,还要适合于行为者本身。