Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §4.1#2

依资产衡量的慷慨与挥霍和吝啬的性质比较

第 39 段,共 123 段 · 希腊语

内容简介

本段指出慷慨并非取决于施与的绝对数量,而是相对于个人的资产而言的;同时论证了挥霍因易受年龄和贫困纠正而比吝啬更接近慷慨,其本质是愚蠢而非卑劣。

§4.1#2κατὰ τὴν οὐσίαν δʼ ἡ ἐλευθεριότης λέγεται· οὐ γὰρ ἐν τῷ πλήθει τῶν διδομένων τὸ ἐλευθέριον, ἀλλʼ ἐν τῇ τοῦ διδόντος ἕξει, αὕτη δὲ κατὰ τὴν οὐσίαν δίδωσιν.
而慷慨是相对于财产而言的;因为慷慨不在于所给物的数量,而在于施与者的品质,而这种品质是根据其财产而给予的。
οὐθὲν δὴ κωλύει ἐλευθεριώτερον εἶναι τὸν τὰ ἐλάττω διδόντα, ἐὰν ἀπʼ ἐλαττόνων διδῷ.
因此,如果一个人是从较少的财产中给予,那么即使他给得较少,也完全不妨碍他显得更加慷慨。
ἐλευθεριώτεροι δὲ εἶναι δοκοῦσιν οἱ μὴ κτησάμενοι ἀλλὰ παραλαβόντες τὴν οὐσίαν· ἄπειροί τε γὰρ τῆς ἐνδείας, καὶ πάντες ἀγαπῶσι μᾶλλον τὰ αὑτῶν ἔργα, ὥσπερ οἱ γονεῖς καὶ οἱ ποιηταί.
那些不是自己赚得而是继承了财产的人,似乎更加慷慨;因为他们没有经历过匮乏,而且所有人都会更爱自己的作品,就像父母和诗人一样。
πλουτεῖν δʼ οὐ ῥᾴδιον τὸν ἐλευθέριον, μήτε ληπτικὸν ὄντα μήτε φυλακτικόν, προετικὸν δὲ καὶ μὴ τιμῶντα διʼ αὐτὰ τὰ χρήματα ἀλλʼ ἕνεκα τῆς δόσεως.
但是,慷慨的人要致富并不容易,因为他既不倾向于获取,也不倾向于保存,而是倾向于散财,并且不因财物本身而重视它们,而是为了施与。
διὸ καὶ ἐγκαλεῖται τῇ τύχῃ ὅτι οἱ μάλιστα ἄξιοι ὄντες ἥκιστα πλουτοῦσιν.
因此,运气也常常受到埋怨,因为最配得上富有的人反而最不富有。
συμβαίνει δʼ οὐκ ἀλόγως τοῦτο· οὐ γὰρ οἷόν τε χρήματʼ ἔχειν μὴ ἐπιμελόμενον ὅπως ἔχῃ, ὥσπερ οὐδʼ ἐπὶ τῶν ἄλλων.
但这并不是没有道理地发生的;因为如果不费心去拥有,就不可能拥有财物,正如在其他事情上也是如此。
οὐ μὴν δώσει γε οἷς οὐ δεῖ οὐδʼ ὅτε μὴ δεῖ, οὐδʼ ὅσα ἄλλα τοιαῦτα· οὐ γὰρ ἂν ἔτι πράττοι κατὰ τὴν ἐλευθεριότητα, καὶ εἰς ταῦτα ἀναλώσας οὐκ ἂν ἔχοι εἰς ἃ δεῖ ἀναλίσκειν.
不过,他绝不会给予不应当给的人,也不会在不应当给的时候给,以及做其他类似的事;因为否则他就不是按照慷慨而行事了,并且如果在这些事情上花掉了,他就没有财物可以花在应当花的地方了。
ὥσπερ γὰρ εἴρηται, ἐλευθέριός ἐστιν ὁ κατὰ τὴν οὐσίαν δαπανῶν καὶ εἰς ἃ δεῖ· ὁ δʼ ὑπερβάλλων ἄσωτος.
因为正如已经说过的,慷慨的人是按照自己的财产,并且在应当的地方支出的人;而过度的人则是挥霍者。
διὸ τοὺς τυράννους οὐ λέγομεν ἀσώτους· τὸ γὰρ πλῆθος τῆς κτήσεως οὐ δοκεῖ ῥᾴδιον εἶναι ταῖς δόσεσι καὶ ταῖς δαπάναις ὑπερβάλλειν.
因此,我们不称僭主为挥霍者;因为由于其拥有财产的数量之多,在施与和支出上要过度似乎并不容易。
τῆς ἐλευθεριότητος δὴ μεσότητος οὔσης περὶ χρημάτων δόσιν καὶ λῆψιν, ὁ ἐλευθέριος καὶ δώσει καὶ δαπανήσει εἰς ἃ δεῖ καὶ ὅσα δεῖ, ὁμοίως ἐν μικροῖς καὶ μεγάλοις, καὶ ταῦτα ἡδέως· καὶ λήψεται δʼ ὅθεν δεῖ καὶ ὅσα δεῖ.
既然慷慨是关于财物施与和接受的适度,慷慨的人就会在应当的地方、以应当的数额进行施与和支出,无论在小事还是大事上都一样,并且是愉快地这样做;而且,他也会在应当接受的地方,接受应当的数额。
τῆς ἀρετῆς γὰρ περὶ ἄμφω οὔσης μεσότητος, ποιήσει ἀμφότερα ὡς δεῖ· ἕπεται γὰρ τῇ ἐπιεικεῖ δόσει ἡ τοιαύτη λῆψις, ἡ δὲ μὴ τοιαύτη ἐναντία ἐστίν.
因为由于德性是关于这两者的适度,他会按照应有的方式做好这两者;因为这种接受是伴随着体面的施与的,而不属于这一类的接受则是与之相反的。
αἱ μὲν οὖν ἑπόμεναι γίνονται ἅμα ἐν τῷ αὐτῷ, αἱ δʼ ἐναντίαι δῆλον ὡς οὔ.
因此,相互伴随的特征会同时出现在同一个人身上,而相反的特征显然不能。
ἐὰν δὲ παρὰ τὸ δέον καὶ τὸ καλῶς ἔχον συμβαίνῃ αὐτῷ ἀναλίσκειν, λυπήσεται, μετρίως δὲ καὶ ὡς δεῖ· τῆς ἀρετῆς γὰρ καὶ ἥδεσθαι καὶ λυπεῖσθαι ἐφʼ οἷς δεῖ καὶ ὡς δεῖ.
如果发生违背应有且高尚的方式进行支出的情况,他也会感到痛苦,但程度适中,且是以应有的方式;因为在应当的事情上、以应当的方式感到快乐和痛苦,也属于德性的特征。
καὶ εὐκοινώνητος δʼ ἐστὶν ὁ ἐλευθέριος εἰς χρήματα· δύναται γὰρ ἀδικεῖσθαι, μὴ τιμῶν γε τὰ χρήματα, καὶ μᾶλλον ἀχθόμενος εἴ τι δέον μὴ ἀνάλωσεν ἢ λυπούμενος εἰ μὴ δέον τι ἀνάλωσεν, καὶ τῷ Σιμωνίδῃ οὐκ ἀρεσκόμενος.
此外,慷慨的人在财物方面是容易相处的;因为他由于不看重财物,所以很容易吃亏,而且如果他没有在应当支出的地方支出,他会感到更加懊恼,这超过了他在不应当支出的地方支出了所感到的痛苦,同时他也不赞同西摩尼得斯。
ὁ δʼ ἄσωτος καὶ ἐν τούτοις διαμαρτάνει· οὔτε γὰρ ἥδεται ἐφʼ οἷς δεῖ οὐδὲ ὡς δεῖ οὔτε λυπεῖται· ἔσται δὲ προϊοῦσι φανερώτερον.
而挥霍者在这些事情上也同样犯错;因为他既不为应当快乐的事感到快乐,也不以应当的方式感到快乐,同样不感到痛苦;但这将在后文中变得更加明显。
εἴρηται δὴ ἡμῖν ὅτι ὑπερβολαὶ καὶ ἐλλείψεις εἰσὶν ἡ ἀσωτία καὶ ἡ ἀνελευθερία, καὶ ἐν δυσίν, ἐν δόσει καὶ λήψει· καὶ τὴν δαπάνην γὰρ εἰς τὴν δόσιν τίθεμεν.
那么我们已经说过,挥霍和吝啬是过度和不足,并且表现在施与和接受这两件事上;因为我们也把支出置于施与之中。
ἡ μὲν οὖν ἀσωτία τῷ διδόναι καὶ μὴ λαμβάνειν ὑπερβάλλει, τῷ δὲ λαμβάνειν ἐλλείπει, ἡ δʼ ἀνελευθερία τῷ διδόναι μὲν ἐλλείπει, τῷ λαμβάνειν δʼ ὑπερβάλλει, πλὴν ἐν μικροῖς.
因此,挥霍在施与和不接受上是过度的,但在接受上是不足的;而吝啬在施与上是不足的,但在接受上则是过度的,虽然只是在小事上。
τὰ μὲν οὖν τῆς ἀσωτίας οὐ πάνυ συνδυάζεται· οὐ γὰρ ῥᾴδιον μηδαμόθεν λαμβάνοντα πᾶσι διδόναι· ταχέως γὰρ ἐπιλείπει ἡ οὐσία τοὺς ἰδιώτας διδόντας, οἵπερ καὶ δοκοῦσιν ἄσωτοι εἶναι· ἐπεὶ ὅ γε τοιοῦτος δόξειεν ἂν οὐ μικρῷ βελτίων εἶναι τοῦ ἀνελευθέρου.
然而,挥霍的这些特征并不会完全结合在一起;因为要做到不从任何地方接受却向所有人给予,这并不容易;因为对于那些给予的个人来说(他们正是被认为是挥霍者的人),财产很快就会耗尽;因为这样的人似乎比吝啬的人要好得多。
εὐίατός τε γάρ ἐστι καὶ ὑπὸ τῆς ἡλικίας καὶ ὑπὸ τῆς ἀπορίας, καὶ ἐπὶ τὸ μέσον δύναται ἐλθεῖν.
因为他很容易通过年龄和贫困而得到纠正,并且能够达到适度。
ἔχει γὰρ τὰ τοῦ ἐλευθερίου· καὶ γὰρ δίδωσι καὶ οὐ λαμβάνει, οὐδέτερον δʼ ὡς δεῖ οὐδʼ εὖ.
因为他具有慷慨者的特征;因为他既给予,又不接受,虽然这两者他都做得既不合适也不好。
εἰ δὴ τοῦτο ἐθισθείη ἤ πως ἄλλως μεταβάλοι, εἴη ἂν ἐλευθέριος· δώσει γὰρ οἷς δεῖ, καὶ οὐ λήψεται ὅθεν οὐ δεῖ.
如果他能在这方面受到习惯培养,或者以其他某种方式发生改变,他就会成为慷慨的人;因为他将给予应当给予的人,并且不会从不应当接受的地方接受。
διὸ καὶ δοκεῖ οὐκ εἶναι φαῦλος τὸ ἦθος· οὐ γὰρ μοχθηροῦ οὐδʼ ἀγεννοῦς τὸ ὑπερβάλλειν διδόντα καὶ μὴ λαμβάνοντα, ἠλιθίου δέ.
因此,他也似乎在性格上并不下流;因为在施与上过度且不接受,不是一个邪恶或卑贱之人的特征,而是一个愚蠢之人的特征。

词汇与语法注释

  1. 1120b7κατὰ τὴν οὐσίαν — 并非指通常意义上的“本质”或“实体”,在本文境中是指“财产”、“资力”或“拥有物”。这表明此处的德性标准是相对于每个人所拥有的财富而言的,而非绝对的金额。
  2. 1120b19μὴ ἐπιμελόμενον — 在“对格加不定式”结构中作为条件分词起作用(意为“如果不费心”),修饰不定式 χρήματʼ ἔχειν 的逻辑主语(泛指的人)。
  3. 1120b32ἕπεται γὰρ τῇ ἐπιεικεῖ δόσει ἡ τοιαύτη λῆψις — 动词 ἕπεται 支配与格(τῇ ἐπιεικεῖ δόσει),意为“这种接受伴随着体面的施与”。其主语是后文的 ἡ τοιαύτη λῆψις。
  4. 1121a7τῷ Σιμωνίδῃ οὐκ ἀρεσκόμενος — 与格 τῷ Σιμωνίδῃ 是中动/被动分词 ἀρεσκόμενος(“对……感到满意”、“赞同”)的补语。西摩尼得斯是位因吝啬和对金钱的执着而闻名的诗人,慷慨的人不赞同他的态度。
  5. 1121a16τὰ μὲν οὖν τῆς ἀσωτίας οὐ πάνυ συνδυάζεται — 中性复数主语 τὰ ... τῆς ἀσωτίας(挥霍的特征/诸要素)搭配单数动词 συνδυάζεται。这符合希腊语中“中性复数主语使用单数动词”的标准语法规则。

引用这一段

亚里士多德, 尼各马可伦理学 §4.1#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:4.1%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。