Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §3.8#1

公民的勇敢与经验的勇敢

第 32 段,共 123 段 · 希腊语

内容简介

亚里士多德开始讨论类似于真正勇敢的五种不同勇敢形式,首先将基于荣誉与羞耻感的“公民的勇敢”与被迫的勇敢进行对比,其次结合公民兵与职业士兵的不同表现,解释了基于对危险熟悉度的“经验的勇敢”。

§3.8#1ἔστι μὲν οὖν ἡ ἀνδρεία τοιοῦτόν τι, λέγονται δὲ καὶ ἕτεραι κατὰ πέντε τρόπους·
那么,勇敢确实是这样一种事物,但根据五种方式,其他事物也被称为勇敢。
πρῶτον μὲν ἡ πολιτική· μάλιστα γὰρ ἔοικεν.
首先是“公民的(政治的)勇敢”;因为这最像真正的勇敢。
δοκοῦσι γὰρ ὑπομένειν τοὺς κινδύνους οἱ πολῖται διὰ τὰ ἐκ τῶν νόμων ἐπιτίμια καὶ τὰ ὀνείδη καὶ διὰ τὰς τιμάς· καὶ διὰ τοῦτο ἀνδρειότατοι δοκοῦσιν εἶναι παρʼ οἷς οἱ δειλοὶ ἄτιμοι καὶ οἱ ἀνδρεῖοι ἔντιμοι.
公民们似乎是因为法律所规定的惩罚和指责,以及为了荣誉而耐受危险;正因如此,在那些懦夫不受尊重而勇敢者受到尊重的城邦中,公民们似乎最勇敢。
τοιούτους δὲ καὶ Ὅμηρος ποιεῖ, οἷον τὸν Διομήδην καὶ τὸν Ἕκτορα· " Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει· " καὶ " Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσʼ ἀγορεύων Τυδείδης ὑπʼ ἐμεῖο. " ὡμοίωται δʼ αὕτη μάλιστα τῇ πρότερον εἰρημένῃ, ὅτι διʼ ἀρετὴν γίνεται· διʼ αἰδῶ γὰρ καὶ διὰ καλοῦ ὄρεξιν (τιμῆς γάρ) καὶ φυγὴν ὀνείδους, αἰσχροῦ ὄντος.
荷马也描绘了这样的人,例如迪奥墨德斯和赫克托耳: “普鲁达马斯将第一个对我加以指责;” 以及 “因为赫克托耳有朝一日在特洛伊人中发表演说时会说: ‘狄奥墨德斯被我……’” 这种勇敢与此前所说的那种(真正的)勇敢最相似,因为它源于德性;因为它是出于羞耻心、对高尚事物的追求(为了荣誉)以及对作为丑恶之事的指责的规避。
τάξαι δʼ ἄν τις καὶ τοὺς ὑπὸ τῶν ἀρχόντων ἀναγκαζομένους εἰς ταὐτό· χείρους δʼ, ὅσῳ οὐ διʼ αἰδῶ ἀλλὰ διὰ φόβον αὐτὸ δρῶσι, καὶ φεύγοντες οὐ τὸ αἰσχρὸν ἀλλὰ τὸ λυπηρόν·
人们或许也可以将那些受统治者强迫的人归入同一类;但他们要差一些,因为他们这样做不是出于羞耻心而是出于恐惧,逃避的不是可耻之事而是痛苦之事。
ἀναγκάζουσι γὰρ οἱ κύριοι, ὥσπερ ὁ Ἕκτωρ " ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης πτώσσοντα νοήσω, οὔ οἱ ἄρκιον ἐσσεῖται φυγέειν κύνας.
因为长官们强迫他们,就像赫克托耳所做的那样: “凡是我看见他躲在战场之外畏缩不前的,他绝不可能逃脱野狗的撕咬。
" καὶ οἱ προστάττοντες, κἂν ἀναχωρῶσι τύπτοντες, τὸ αὐτὸ δρῶσι, καὶ οἱ πρὸ τῶν τάφρων καὶ τῶν τοιούτων παρατάττοντες· πάντες γὰρ ἀναγκάζουσιν.
” 那些布置兵力、若兵士后退就加以鞭笞的指挥官们,也是在做同样的事,还有那些在战壕及类似障碍前部署兵力的人也是如此;因为他们都在强迫。
δεῖ δʼ οὐ διʼ ἀνάγκην ἀνδρεῖον εἶναι, ἀλλʼ ὅτι καλόν.
但人应当不是出于被迫,而是因为高尚而成为勇敢者。
δοκεῖ δὲ καὶ ἡ ἐμπειρία ἡ περὶ ἕκαστα ἀνδρεία εἶναι· ὅθεν καὶ ὁ Σωκράτης ᾠήθη ἐπιστήμην εἶναι τὴν ἀνδρείαν.
此外,对具体事物的“经验”也被认为是勇敢;因此苏格拉底也认为勇敢是一种知识。
τοιοῦτοι δὲ ἄλλοι μὲν ἐν ἄλλοις, ἐν τοῖς πολεμικοῖς δʼ οἱ στρατιῶται·
而此类人在不同的事情上各不相同,在军事事务中则是职业士兵。
δοκεῖ γὰρ εἶναι πολλὰ κενὰ τοῦ πολέμου, ἃ μάλιστα συνεωράκασιν οὗτοι· φαίνονται δὴ ἀνδρεῖοι, ὅτι οὐκ ἴσασιν οἱ ἄλλοι οἷά ἐστιν.
因为战争中似乎有许多虚惊(虚假的恐惧),而这些人对这些看得最清楚;因此,由于其他人不知道那是些什么,他们就显得勇敢。
εἶτα ποιῆσαι καὶ μὴ παθεῖν μάλιστα δύνανται ἐκ τῆς ἐμπειρίας, δυνάμενοι χρῆσθαι τοῖς ὅπλοις καὶ τοιαῦτα ἔχοντες ὁποῖα ἂν εἴη καὶ πρὸς τὸ ποιῆσαι καὶ πρὸς τὸ μὴ παθεῖν κράτιστα·
其次,凭借经验,他们最能杀伤敌人而使自己免受伤害,因为他们能够运用武器,并且拥有既最有利于杀伤敌人、又最有利于使自己免受伤害的武器。
ὥσπερ οὖν ἀνόπλοις ὡπλισμένοι μάχονται καὶ ἀθληταὶ ἰδιώταις· καὶ γὰρ ἐν τοῖς τοιούτοις ἀγῶσιν οὐχ οἱ ἀνδρειότατοι μαχιμώτατοί εἰσιν, ἀλλʼ οἱ μάλιστα ἰσχύοντες καὶ τὰ σώματα ἄριστα ἔχοντες.
因此,他们战斗时就像武装者对未武装者,或像运动员对普通人;因为在这样的竞技中,最能打的并不是最勇敢的人,而是那些最有力气、身体状况最好的人。
οἱ στρατιῶται δὲ δειλοὶ γίνονται, ὅταν ὑπερτείνῃ ὁ κίνδυνος καὶ λείπωνται τοῖς πλήθεσι καὶ ταῖς παρασκευαῖς·
然而,当危险超出他们的承受能力,且在人数和装备上落后时,士兵们就会变得懦弱。
πρῶτοι γὰρ φεύγουσι, τὰ δὲ πολιτικὰ μένοντα ἀποθνήσκει, ὅπερ κἀπὶ τῷ Ἑρμαίῳ συνέβη.
因为他们最先逃跑,而公民兵(具有公民勇敢的人)则坚守岗位而死,这在赫尔麦翁之战中就曾发生过。
τοῖς μὲν γὰρ αἰσχρὸν τὸ φεύγειν καὶ ὁ θάνατος τῆς τοιαύτης σωτηρίας αἱρετώτερος· οἳ δὲ καὶ ἐξ ἀρχῆς ἐκινδύνευον ὡς κρείττους ὄντες, γνόντες δὲ φεύγουσι, τὸν θάνατον μᾶλλον τοῦ αἰσχροῦ φοβούμενοι·
因为对公民来说,逃跑是可耻的,相比于这种苟全性命,死亡是更值得选择的;而那些职业士兵从一开始冒险只是因为觉得自己更强,一旦发现真相就逃跑了,他们害怕死亡胜过害怕耻辱。
ὁ δʼ ἀνδρεῖος οὐ τοιοῦτος.
但勇敢的人并不是这样。

词汇与语法注释

  1. ¦20¦παρʼ οἷς — 关系代词 οἷς 的先行词在文中未直接写出,而是由前面的 πολῖται(公民们)推导出的“城邦”或“人们”(复数)。意为“在那些……的人们(或城邦)之中”。
  2. ¦30¦τάξαι δʼ ἄν — 祈愿语气加 ἄν (τάξαι... ἄν) 表示潜在的可能性(“人们或许也可以归入……”)。εἰς ταὐτό(到同一地方/同一类)在上下文中指的是前文所述的“公民的勇敢”这一类别,或指与真正勇敢相类似的范畴。
  3. ¦10¦ὁποῖα ἂν εἴη — 在由关系代词 ὁποῖα(具有……样特征的)引导的关系从句中,ἄν 与祈愿语气 εἴη 连用,表示普遍的或潜在的可能性(“会是……那样的”)。形容词 κράτιστα(中性复数)在从句中作表语,修饰省略的武器,意为“会是那些对攻击和防御最有效的(武器)”。

引用这一段

亚里士多德, 尼各马可伦理学 §3.8#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:3.8%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。