§3.7τὸ δὲ φοβερὸν οὐ πᾶσι μὲν τὸ αὐτό, λέγομεν δέ τι καὶ ὑπὲρ ἄνθρωπον.
然而,可怕的事物并非对所有人都是相同的。 我们也说有些事物是超出人类承受能力的。
τοῦτο μὲν οὖν παντὶ φοβερὸν τῷ γε νοῦν ἔχοντι·
因而,这种事物至少对于任何有理性的人来说都是可怕的。
τὰ δὲ κατʼ ἄνθρωπον διαφέρει μεγέθει καὶ τῷ μᾶλλον καὶ ἧττον·
而属于人类范围内的事物,则在大小以及多寡(程度)上有所不同。
ὁμοίως δὲ καὶ τὰ θαρραλέα.
激发胆量的事物也是同样如此。
ὁ δὲ ἀνδρεῖος ἀνέκπληκτος ὡς ἄνθρωπος.
而勇敢的人作为人来说是毫不动摇的。
φοβήσεται μὲν οὖν καὶ τὰ τοιαῦτα, ὡς δεῖ δὲ καὶ ὡς ὁ λόγος ὑπομενεῖ τοῦ καλοῦ ἕνεκα· τοῦτο γὰρ τέλος τῆς ἀρετῆς.
因此,他也将恐惧此类事物,但他是以应当的方式、且如理性所指示的那样,为了高尚而耐受它们;因为这就是德性的目的。
ἔστι δὲ μᾶλλον καὶ ἧττον ταῦτα φοβεῖσθαι, καὶ ἔτι τὰ μὴ φοβερὰ ὡς τοιαῦτα φοβεῖσθαι.
但对这些事物的恐惧可能有过多或不足,而且还会把不该害怕的事物当作可怕的事物来恐惧。
γίνεται δὲ τῶν ἁμαρτιῶν ἣ μὲν ὅτι ὃ οὐ δεῖ, ἣ δὲ ὅτι οὐχ ὡς δεῖ, ἣ δὲ ὅτι οὐχ ὅτε, ἤ τι τῶν τοιούτων· ὁμοίως δὲ καὶ περὶ τὰ θαρραλέα.
而过失的产生,或是因为恐惧了不该恐惧的事,或是因为未以应当的方式恐惧,或是因为未在应当的时候恐惧,或是有此类情况;关于激发胆量的事物也是同样如此。
ὁ μὲν οὖν ἃ δεῖ καὶ οὗ ἕνεκα ὑπομένων καὶ φοβούμενος, καὶ ὡς δεῖ καὶ ὅτε, ὁμοίως δὲ καὶ θαρρῶν, ἀνδρεῖος· κατʼ ἀξίαν γάρ, καὶ ὡς ἂν ὁ λόγος, πάσχει καὶ πράττει ὁ ἀνδρεῖος.
因此,凡是耐受并恐惧那应当恐惧的事物、且为了应当的目的、以应当的方式和在应当的时候,并且同样地保持胆量的人,就是勇敢的人;因为勇敢的人是按照其价值、并如理性所指示的那样,去感受和行动的。
τέλος δὲ πάσης ἐνεργείας ἐστὶ τὸ κατὰ τὴν ἕξιν.
每一个活动的终点都是符合其状态(品质)的。
†καὶ τῷ ἀνδρείῳ δὲ ἡ ἀνδρεία καλόν.
†而对勇敢者来说,勇敢(的行为)是高尚的。
† τοιοῦτον δὴ καὶ τὸ τέλος· ὁρίζεται γὰρ ἕκαστον τῷ τέλει.
†因而其终点也是如此(高尚);因为每种事物都是由其终点来定义的。
καλοῦ δὴ ἕνεκα ὁ ἀνδρεῖος ὑπομένει καὶ πράττει τὰ κατὰ τὴν ἀνδρείαν.
所以,勇敢的人是为了高尚而耐受并践行符合勇敢的行动。
τῶν δʼ ὑπερβαλλόντων ὁ μὲν τῇ ἀφοβίᾳ ἀνώνυμος (εἴρηται δʼ ἡμῖν ἐν τοῖς πρότερον ὅτι πολλά ἐστιν ἀνώνυμα), εἴη δʼ ἄν τις μαινόμενος ἢ ἀνάλγητος, εἰ μηδὲν φοβοῖτο, μήτε σεισμὸν μήτε κύματα, καθάπερ φασὶ τοὺς Κελτούς·
在过度者中,在无畏上过度的人是没有名称的(我们在前面已经说过,很多状态都是无名的),如果他什么都不怕,既不怕地震也不怕波浪,就像人们谈及凯尔特人那样,他可能是一个疯子或无知觉的人。
ὁ δὲ τῷ θαρρεῖν ὑπερβάλλων περὶ τὰ φοβερὰ θρασύς.
而在面对可怕事物时在胆量上过度的人则是“鲁莽的”。
δοκεῖ δὲ καὶ ἀλαζὼν εἶναι ὁ θρασὺς καὶ προσποιητικὸς ἀνδρείας·
这种鲁莽的人似乎也是个自吹自擂者,并且佯装勇敢。
ὡς γοῦν ἐκεῖνος περὶ τὰ φοβερὰ ἔχει, οὗτος βούλεται φαίνεσθαι· ἐν οἷς οὖν δύναται, μιμεῖται.
无论如何,前者在面对可怕事物时实际具有的状态,后者却希望表现得也是如此;因此,在能够做到的范围内,他就在模仿。
διὸ καὶ εἰσὶν οἱ πολλοὶ αὐτῶν θρασύδειλοι· ἐν τούτοις γὰρ θρασυνόμενοι τὰ φοβερὰ οὐχ ὑπομένουσιν.
因而,他们中的大多数人都是“色厉内荏的胆小鬼”;因为他们在这些事上逞强,却无法耐受真正可怕的事物。
ὁ δὲ τῷ φοβεῖσθαι ὑπερβάλλων δειλός· καὶ γὰρ ἃ μὴ δεῖ καὶ ὡς οὐ δεῖ, καὶ πάντα τὰ τοιαῦτα ἀκολουθεῖ αὐτῷ.
而在恐惧上过度的人则是“懦夫”;因为恐惧不该恐惧的事,以不当的方式恐惧,以及所有此类特质都跟随着他。
ἐλλείπει δὲ καὶ τῷ θαρρεῖν· ἀλλʼ ἐν ταῖς λύπαις ὑπερβάλλων μᾶλλον καταφανής ἐστιν.
他在胆量上也表现出不足;但他由于在痛苦中表现出的过度而更为明显。
δύσελπις δή τις ὁ δειλός· πάντα γὰρ φοβεῖται.
的确,懦夫是个容易绝望的人,因为他什么都怕。
ὁ δʼ ἀνδρεῖος ἐναντίως· τὸ γὰρ θαρρεῖν εὐέλπιδος.
而勇敢的人则相反;因为保持胆量是抱有希望者的特征。
περὶ ταὐτὰ μὲν οὖν ἐστὶν ὅ τε δειλὸς καὶ ὁ θρασὺς καὶ ὁ ἀνδρεῖος, διαφόρως δʼ ἔχουσι πρὸς αὐτά·
因此,懦夫、鲁莽者和勇敢者虽然面对同样的事物,但对它们的态度却各不相同。
οἳ μὲν γὰρ ὑπερβάλλουσι καὶ ἐλλείπουσιν, ὃ δὲ μέσως ἔχει καὶ ὡς δεῖ·
因为前两者表现为过度和不足,而后者则处于中庸并保持应当的态度。
καὶ οἱ μὲν θρασεῖς προπετεῖς, καὶ βουλόμενοι πρὸ τῶν κινδύνων ἐν αὐτοῖς δʼ ἀφίστανται, οἱ δʼ ἀνδρεῖοι ἐν τοῖς ἔργοις ὀξεῖς, πρότερον δʼ ἡσύχιοι.
而且,鲁莽的人是轻率的,在危险到来前跃跃欲试,但一旦置身其中就退缩了;相反,勇敢的人在行动时敏捷,而在行动前则沉静。
καθάπερ οὖν εἴρηται, ἡ ἀνδρεία μεσότης ἐστὶ περὶ θαρραλέα καὶ φοβερά, ἐν οἷς εἴρηται, καὶ ὅτι καλὸν αἱρεῖται καὶ ὑπομένει, ἢ ὅτι αἰσχρὸν τὸ μή.
正如已经说过的那样,勇敢是关于激发胆量和可怕事物(在已提及的那些情况下)的中庸,而且勇敢者之所以选择并耐受它们,是因为这样做是高尚的,或者因为不这样做是可耻的。
τὸ δʼ ἀποθνήσκειν φεύγοντα πενίαν ἢ ἔρωτα ἤ τι λυπηρὸν οὐκ ἀνδρείου, ἀλλὰ μᾶλλον δειλοῦ· μαλακία γὰρ τὸ φεύγειν τὰ ἐπίπονα, καὶ οὐχ ὅτι καλὸν ὑπομένει, ἀλλὰ φεύγων κακόν.
而为了逃避贫困、爱情或任何痛苦的事而选择死亡,这不是勇敢者的行为,反而更像是懦夫的行为;因为逃避艰难困苦是软弱的表现,而且在这种情况下的耐受并不是因为这是高尚的,而是为了逃避恶。