Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §3.2

抉择的本质及其与欲望和意见的区别

第 25 段,共 123 段 · 希腊语

内容简介

亚里士多德探讨了“抉择”(选择)的本性,确立了它虽是自愿的但不等同于自愿本身,并论证了它无法等同于欲望、怒气、愿望或意见中的任何一种。

§3.2διωρισμένων δὲ τοῦ τε ἑκουσίου καὶ τοῦ ἀκουσίου, περὶ προαιρέσεως ἕπεται διελθεῖν·
在界定了自愿和不自愿之后,接下来应当探讨“抉择”。
οἰκειότατον γὰρ εἶναι δοκεῖ τῇ ἀρετῇ καὶ μᾶλλον τὰ ἤθη κρίνειν τῶν πράξεων.
因为这似乎与德性最为亲密,且比行为更能判定人的品格。
ἡ προαίρεσις δὴ ἑκούσιον μὲν φαίνεται, οὐ ταὐτὸν δέ, ἀλλʼ ἐπὶ πλέον τὸ ἑκούσιον·
抉择显而易见是自愿的,但两者并不等同,自愿的范围更广。
τοῦ μὲν γὰρ ἑκουσίου καὶ παῖδες καὶ τἆλλα ζῷα κοινωνεῖ, προαιρέσεως δʼ οὔ, καὶ τὰ ἐξαίφνης ἑκούσια μὲν λέγομεν, κατὰ προαίρεσιν δʼ οὔ.
因为儿童和其他动物都参与自愿,但不参与抉择;而对于那些突然做出的行为,我们说是自愿的,但并不说是出于抉择。
οἱ δὲ λέγοντες αὐτὴν ἐπιθυμίαν ἢ θυμὸν ἢ βούλησιν ἤ τινα δόξαν οὐκ ἐοίκασιν ὀρθῶς λέγειν.
因此,那些把抉择等同于欲望、怒气、愿望或某种意见的人,似乎说得不对。
οὐ γὰρ κοινὸν ἡ προαίρεσις καὶ τῶν ἀλόγων, ἐπιθυμία δὲ καὶ θυμός.
因为抉择不是非理性动物所共有的,而欲望和怒气却是。
καὶ ὁ ἀκρατὴς ἐπιθυμῶν μὲν πράττει, προαιρούμενος δʼ οὔ· ὁ ἐγκρατὴς δʼ ἀνάπαλιν προαιρούμενος μέν, ἐπιθυμῶν δʼ οὔ.
而且,无自制力的人凭欲望行动,而不凭抉择行动;相反,有自制力的人凭抉择行动,而不凭欲望行动。
καὶ προαιρέσει μὲν ἐπιθυμία ἐναντιοῦται, ἐπιθυμία δʼ ἐπιθυμίᾳ οὔ.
而且,欲望与抉择相反,但欲望与欲望并不相反。
καὶ ἡ μὲν ἐπιθυμία ἡδέος καὶ ἐπιλύπου, ἡ προαίρεσις δʼ οὔτε λυπηροῦ οὔθʼ ἡδέος.
此外,欲望关乎快乐和痛苦,而抉择既不关乎痛苦也不关乎快乐。
θυμὸς δʼ ἔτι ἧττον· ἥκιστα γὰρ τὰ διὰ θυμὸν κατὰ προαίρεσιν εἶναι δοκεῖ.
怒气就更不是了;因为因怒气而做出的行为似乎最不符合抉择。
ἀλλὰ μὴν οὐδὲ βούλησίς γε, καίπερ σύνεγγυς φαινόμενον·
然而,它也绝对不是愿望,尽管两者看起来非常接近。
προαίρεσις μὲν γὰρ οὐκ ἔστι τῶν ἀδυνάτων, καὶ εἴ τις φαίη προαιρεῖσθαι, δοκοίη ἂν ἠλίθιος εἶναι· βούλησις δʼ ἐστὶ καὶ τῶν ἀδυνάτων, οἷον ἀθανασίας.
因为抉择不针对不可能的事物,如果有人声称抉择了不可能的事物,就会被看作是愚蠢的;但愿望可以针对不可能的事,例如不朽。
καὶ ἡ μὲν βούλησίς ἐστι καὶ περὶ τὰ μηδαμῶς διʼ αὑτοῦ πραχθέντα ἄν, οἷον ὑποκριτήν τινα νικᾶν ἢ ἀθλητήν· προαιρεῖται δὲ τὰ τοιαῦτα οὐδείς, ἀλλʼ ὅσα οἴεται γενέσθαι ἂν διʼ αὑτοῦ.
而且,愿望还可以针对那些决不可能靠自己来实现的事,例如希望某个演员或运动员获胜;但没有人会抉择这样的事,而只抉择他认为靠自己可以实现的事。
ἔτι δʼ ἡ μὲν βούλησις τοῦ τέλους ἐστὶ μᾶλλον, ἡ δὲ προαίρεσις τῶν πρὸς τὸ τέλος, οἷον ὑγιαίνειν βουλόμεθα, προαιρούμεθα δὲ διʼ ὧν ὑγιανοῦμεν, καὶ εὐδαιμονεῖν βουλόμεθα μὲν καὶ φαμέν, προαιρούμεθα δὲ λέγειν οὐχ ἁρμόζει·
再者,愿望更多地是针对目的,而抉择则是针对达到目的的手段。 例如,我们愿望健康,但我们抉择那些使我们健康的方法;我们愿望幸福并口头上这样说,但说我们“抉择”幸福是不恰当的。
ὅλως γὰρ ἔοικεν ἡ προαίρεσις περὶ τὰ ἐφʼ ἡμῖν εἶναι.
因为总的来说,抉择似乎是针对那些在我们能力范围之内的事情。
οὐδὲ δὴ δόξα ἂν εἴη·
它也绝不能是意见。
ἡ μὲν γὰρ δόξα δοκεῖ περὶ πάντα εἶναι, καὶ οὐδὲν ἧττον περὶ τὰ ἀίδια καὶ τὰ ἀδύνατα ἢ τὰ ἐφʼ ἡμῖν·
因为意见似乎关乎一切事物,关乎永恒事物和不可能事物的程度不亚于关乎我们能力范围之内的事物。
καὶ τῷ ψευδεῖ καὶ ἀληθεῖ διαιρεῖται, οὐ τῷ κακῷ καὶ ἀγαθῷ, ἡ προαίρεσις δὲ τούτοις μᾶλλον.
此外,意见是以真伪来划分的,而不是以善恶,但抉择更多地是以善恶来划分的。
ὅλως μὲν οὖν δόξῃ ταὐτὸν ἴσως οὐδὲ λέγει οὐδείς.
因此,总的来说,大概没有人会说它与意见完全等同。
ἀλλʼ οὐδὲ τινί·
但它也不同于任何一种特定的意见。
τῷ γὰρ προαιρεῖσθαι τἀγαθὰ ἢ τὰ κακὰ ποιοί τινές ἐσμεν, τῷ δὲ δοξάζειν οὔ.
因为通过抉择善或恶的事物,我们才成为某种特定品质的人,而通过拥有意见却不会如此。
καὶ προαιρούμεθα μὲν λαβεῖν ἢ φυγεῖν τι τῶν τοιούτων, δοξάζομεν δὲ τί ἐστιν ἢ τίνι συμφέρει ἢ πῶς· λαβεῖν δʼ ἢ φυγεῖν οὐ πάνυ δοξάζομεν.
而且,我们抉择去获取或避免这类事物中的某物,但对于一个事物是什么、对谁有利或如何有利,我们只是持有意见;至于去获取或避免它,我们绝非对其持有意见。
καὶ ἡ μὲν προαίρεσις ἐπαινεῖται τῷ εἶναι οὗ δεῖ μᾶλλον ἢ τῷ ὀρθῶς, ἡ δὲ δόξα τῷ ὡς ἀληθῶς.
而且,抉择之所以受到赞扬,是因为它指向了应当指向的对象,这比它在方式上正确更为重要;而意见受到赞扬,则是因其符合事实。
καὶ προαιρούμεθα μὲν ἃ μάλιστα ἴσμεν ἀγαθὰ ὄντα, δοξάζομεν δὲ ἃ οὐ πάνυ ἴσμεν·
我们抉择那些我们最确知为善的事物,而对那些我们并不十分清楚的事物,我们则持有意见。
δοκοῦσι δὲ οὐχ οἱ αὐτοὶ προαιρεῖσθαί τε ἄριστα καὶ δοξάζειν, ἀλλʼ ἔνιοι δοξάζειν μὲν ἄμεινον, διὰ κακίαν δʼ αἱρεῖσθαι οὐχ ἃ δεῖ.
而且,被认为做出最好抉择的人和持有最好意见的人并不总是同一批人。 相反,有些人持有较好的意见,却由于邪恶而做出了不应当做出的选择。
εἰ δὲ προγίνεται δόξα τῆς προαιρέσεως ἢ παρακολουθεῖ, οὐδὲν διαφέρει· οὐ τοῦτο γὰρ σκοποῦμεν, ἀλλʼ εἰ ταὐτόν ἐστι δόξῃ τινί.
至于意见是先于抉择还是伴随抉择,这并不重要;因为我们考察的不是这一点,而是它是否等同于某种意见。
τί οὖν ἢ ποῖόν τι ἐστίν, ἐπειδὴ τῶν εἰρημένων οὐθέν;
那么,既然它不是上述任何一种,它到底是什么,或者说具有什么样的性质呢?
ἑκούσιον μὲν δὴ φαίνεται, τὸ δʼ ἑκούσιον οὐ πᾶν προαιρετόν.
显然它是自愿的,但并非所有自愿的东西都是抉择的。
ἀλλʼ ἆρά γε τὸ προβεβουλευμένον;
那么,它是否就是预先经过熟虑的东西呢?
ἡ γὰρ προαίρεσις μετὰ λόγου καὶ διανοίας.
因为抉择伴随着理性和思考。
ὑποσημαίνειν δʼ ἔοικε καὶ τοὔνομα ὡς ὂν πρὸ ἑτέρων αἱρετόν.
其名称本身似乎也暗示了这一点,即在其他事物之前被选出的事物。

词汇与语法注释

  1. ¦5¦μᾶλλον τὰ ἤθη κρίνειν τῶν πράξεων — 意为“判定人的品格(τὰ ἤθη)而非判定行为(τῶν πράξεων)”。属格 τῶν πράξεων 是比较属格,与不定式 κρίνειν 的直接宾语 τὰ ἤθη 相对比。这表明行为背后的抉择比外在行为本身更能作为衡量行为者伦理品格的指标。
  2. ¦25¦τὰ μηδαμῶς διʼ αὑτοῦ πραχθέντα ἄν — 过去不定时被动分词 πραχθέντα 伴随助词 ἄν 修饰名词化的中性复数冠词 τὰ。它表达了一种可能性或假设性的语气:“决不可能(μηδαμῶς)靠自己来实现(具有潜在/可能意义的 ἄν)的事物”。
  3. ¦5¦τῷ εἶναι οὗ δεῖ μᾶλλον ἢ τῷ ὀρθῶς — 属格关系从句 οὗ δεῖ(应当的事物/适当的对象)修饰与格的名词化不定式 τῷ εἶναι,意为“因其指向了应当指向的对象”。这与“因其在方式上正确”(τῷ ὀρθῶς)形成对比,表明抉择受到的赞扬主要取决于其客观目标的正确性。

引用这一段

亚里士多德, 尼各马可伦理学 §3.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:3.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。