§10.5#1ὅθεν δοκοῦσι καὶ τῷ εἴδει διαφέρειν.
因此,快乐似乎也在种上有所不同。
τὰ γὰρ ἕτερα τῷ εἴδει ὑφʼ ἑτέρων οἰόμεθα τελειοῦσθαι (οὕτω γὰρ φαίνεται καὶ τὰ φυσικὰ καὶ τὰ ὑπὸ τέχνης, οἷον ζῷα καὶ δένδρα καὶ γραφὴ καὶ ἄγαλμα καὶ οἰκία καὶ σκεῦος)· ὁμοίως δὲ καὶ τὰς ἐνεργείας τὰς διαφερούσας τῷ εἴδει ὑπὸ διαφερόντων εἴδει τελειοῦσθαι.
因为我们认为,在种上不同的事物是由不同的事物来完善的(因为无论是自然事物还是人工制品似乎都是如此,例如动物、树木、绘画、雕像、房屋和器具);同样,在种上不同的活动也是由在种上不同的事物来完善的。
διαφέρουσι δʼ αἱ τῆς διανοίας τῶν κατὰ τὰς αἰσθήσεις καὶ αὐταὶ ἀλλήλων κατʼ εἶδος· καὶ αἱ τελειοῦσαι δὴ ἡδοναί.
而理智的活动与感觉的活动不同,它们自身之间在种上也有所不同;因此,完善它们的快乐自然也不同。
φανείη δʼ ἂν τοῦτο καὶ ἐκ τοῦ συνῳκειῶσθαι τῶν ἡδονῶν ἑκάστην τῇ ἐνεργείᾳ ἣν τελειοῖ.
这一点从每种快乐都与其所完善的活动紧密结合也可以看出来。
συναύξει γὰρ τὴν ἐνέργειαν ἡ οἰκεία ἡδονή.
因为特有的快乐能共同促进活动的增长。
μᾶλλον γὰρ ἕκαστα κρίνουσι καὶ ἐξακριβοῦσιν οἱ μεθʼ ἡδονῆς ἐνεργοῦντες, οἷον γεωμετρικοὶ γίνονται οἱ χαίροντες τῷ γεωμετρεῖν, καὶ κατανοοῦσιν ἕκαστα μᾶλλον, ὁμοίως δὲ καὶ οἱ φιλόμουσοι καὶ φιλοικοδόμοι καὶ τῶν ἄλλων ἕκαστοι ἐπιδιδόασιν εἰς τὸ οἰκεῖον ἔργον χαίροντες αὐτῷ·
事实上,伴随着快乐进行活动的人,能更好地判断并精确地把握每一件事;例如,那些乐于研究几何学的人会成为几何学家,并能更好地理解每一个问题,同样,音乐爱好者、建筑爱好者以及其他每种人,都因为乐于其中而在各自特有的工作上有所进步。
συναύξουσι δὲ αἱ ἡδοναί, τὰ δὲ συναύξοντα οἰκεῖα· τοῖς ἑτέροις δὲ τῷ εἴδει καὶ τὰ οἰκεῖα ἕτερα τῷ εἴδει.
快乐共同促进了活动的增长,而促进其增长的东西则是其特有的;对于在种上不同的事物,其特有的东西在种上也是不同的。
ἔτι δὲ μᾶλλον τοῦτʼ ἂν φανείη ἐκ τοῦ τὰς ἀφʼ ἑτέρων ἡδονὰς ἐμποδίους ταῖς ἐνεργείαις εἶναι.
这一点从来自其他事物的快乐会成为活动的阻碍也可以看得更清楚。
οἱ γὰρ φίλαυλοι ἀδυνατοῦσι τοῖς λόγοις προσέχειν, ἐὰν κατακούσωσιν αὐλοῦντος, μᾶλλον χαίροντες αὐλητικῇ τῆς παρούσης ἐνεργείας· ἡ κατὰ τὴν αὐλητικὴν οὖν ἡδονὴ τὴν περὶ τὸν λόγον ἐνέργειαν φθείρει.
因为笛声爱好者如果听到有人吹笛子,就无法专注于论证,因为他们对笛乐的喜爱超过了当前的活动;因此,伴随着笛乐的快乐破坏了关于论证的活动。
ὁμοίως δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει, ὅταν ἅμα περὶ δύο ἐνεργῇ· ἡ γὰρ ἡδίων τὴν ἑτέραν ἐκκρούει, κἂν πολὺ διαφέρῃ κατὰ τὴν ἡδονήν, μᾶλλον, ὥστε μηδʼ ἐνεργεῖν κατὰ τὴν ἑτέραν.
在其他情况下,当一个人同时进行两种活动时,也会发生同样的事情;因为更令人快乐的活动会排挤另一种活动,如果两者在快乐上的差距很大,这种排挤就更严重,以至于人们甚至不再进行另一种活动。
διὸ χαίροντες ὁτῳοῦν σφόδρα οὐ πάνυ δρῶμεν ἕτερον, καὶ ἄλλα ποιοῦμεν ἄλλοις ἠρέμα ἀρεσκόμενοι, οἷον καὶ ἐν τοῖς θεάτροις οἱ τραγηματίζοντες, ὅταν φαῦλοι οἱ ἀγωνιζόμενοι ὦσι, τότε μάλιστʼ αὐτὸ δρῶσιν.
因此,当我们在某件事上感到极大的快乐时,我们完全不做别的事;而当我们在某件事上只有轻微的满足时,我们就会做别的事,就像在剧场里,当演员们表现很差时,那些吃零食的人做这种事最起劲。
ἐπεὶ δʼ ἡ μὲν οἰκεία ἡδονὴ ἐξακριβοῖ τὰς ἐνεργείας καὶ χρονιωτέρας καὶ βελτίους ποιεῖ, αἱ δʼ ἀλλότριαι λυμαίνονται, δῆλον ὡς πολὺ διεστᾶσιν.
既然特有的快乐能使活动精确、持久且更加完善,而外来的快乐则会损害活动,显而易见这两者相去甚远。
σχεδὸν γὰρ αἱ ἀλλότριαι ἡδοναὶ ποιοῦσιν ὅπερ αἱ οἰκεῖαι λῦπαι· φθείρουσι γὰρ τὰς ἐνεργείας αἱ οἰκεῖαι λῦπαι, οἷον εἴ τῳ τὸ γράφειν ἀηδὲς καὶ ἐπίλυπον ἢ τὸ λογίζεσθαι· ὃ μὲν γὰρ οὐ γράφει, ὃ δʼ οὐ λογίζεται, λυπηρᾶς οὔσης τῆς ἐνεργείας.
因为外来的快乐所起的作用几乎与特有的痛苦相同;因为特有的痛苦会破坏活动,例如,如果对某人来说写作是令人不快且痛苦的,或者计算是如此,那么,正因为该活动是痛苦的,前者不写作,后者不计算。
συμβαίνει δὴ περὶ τῆς ἐνεργείας τοὐναντίον ἀπὸ τῶν οἰκείων ἡδονῶν τε καὶ λυπῶν· οἰκεῖαι δʼ εἰσὶν αἱ ἐπὶ τῇ ἐνεργείᾳ καθʼ αὑτὴν γινόμεναι.
因此,对于活动而言,特有的快乐和痛苦会产生相反的结果;而特有的快乐和痛苦则是伴随着活动自身而产生的。
αἱ δʼ ἀλλότριαι ἡδοναὶ εἴρηται ὅτι παραπλήσιόν τι τῇ λύπῃ ποιοῦσιν· φθείρουσι γάρ, πλὴν οὐχ ὁμοίως.
至于外来的快乐,如前所述,它起到了与痛苦非常相似的作用;因为它们同样起破坏作用,只是方式不同。
διαφερουσῶν δὲ τῶν ἐνεργειῶν ἐπιεικείᾳ καὶ φαυλότητι, καὶ τῶν μὲν αἱρετῶν οὐσῶν τῶν δὲ φευκτῶν τῶν δʼ οὐδετέρων, ὁμοίως ἔχουσι καὶ αἱ ἡδοναί· καθʼ ἑκάστην γὰρ ἐνέργειαν οἰκεία ἡδονὴ ἔστιν.
既然活动在善恶上有所不同,有些是值得选择的,有些是应该避免的,有些则是中性的,那么快乐也是同样的情况;因为每种活动都有其特有的快乐。