§14Κινήσεως δέ ἐστιν εἴδη ἕξ, γένεσις, φθορά, αὔξησις, μείωσις, ἀλλοίωσις, ἡ κατὰ τόπον μεταβολή.
运动的种有六个:产生、消灭、增加、减少、性质变化、场所移动。
Αἱ μὲν οὖν ἄλλαι κινήσεις φανερὸν ὅτι ἕτεραι ἀλλήλων εἰσίν· οὐ γὰρ ἐστιν ἡ γένεσις φθορὰ οὐδέ γε ἡ αὔξησις μείωσις οὐδὲ ἡ κατὰ τόπον μεταβολή, ὡσαύτως δὲ καὶ αἱ ἄλλαι·
那么,其他运动显然是彼此不同的;因为产生不是消灭,增加也不是减少,也不是场所移动,其他运动同样也是如此。
ἐπὶ δὲ τῆς ἀλλοιώσεως ἔχει τινὰ ἀπορίαν, μή ποτε ἀναγκαῖον ᾖ τὸ ἀλλοιούμενον κατά τινα τῶν λοιπῶν κινήσεων ἀλλοιοῦσθαι.
但是在性质变化上,存在着某个疑难,即发生性质变化的事物,是否必然要按照其余运动中的某一种来发生性质变化。
Τοῦτο δὲ οὐκ ἀληθές ἐστι· σχεδὸν γὰρ κατὰ πάντα τὰ πάθη ἢ τὰ πλεῖστα ἀλλοιοῦσθαι συμβέβηκεν ἡμῖν οὐδεμιᾶς τῶν ἄλλων κινήσεων κοινωνοῦσιν·
但这并非真实;因为我们在几乎所有或绝大多数受到影响的状态上发生性质变化时,并没有参与任何其他运动。
οὔτε γὰρ αὔξεσθαι ἀναγκαῖον τὸ κατὰ πάθος κινούμενον οὔτε μειοῦσθαι, ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων, ὥσθ᾿ ἑτέρα ἂν εἴη παρὰ τὰς ἄλλας κινήσεις ἡ ἀλλοίωσις·
因为按某种状态发生运动的事物,并不必然增加或减少,其他运动也同样如此。 因此,性质变化应该是不同于其他运动的。
εἰ γὰρ ἦν ἡ αὐτή, ἔδει τὸ ἀλλοιούμενον εὐθὺς καὶ αὔξεσθαι ἢ μειοῦσθαι ἢ τινα τῶν ἄλλων ἀκολουθεῖν κινήσεων· ἀλλ᾿ οὐκ ἀνάγκη.
因为如果它是相同的,那么发生性质变化的事物就必须立刻增加或减少,或者必须伴随其他某些运动;但这并非必然。
Ὡσαύτως δὲ καὶ τὸ αὐξανόμενον ἤ τινα ἄλλην κίνησιν κινούμενον ἀλλοιοῦσθαι ἔδει·
同样,增加的事物或进行任何其他运动的事物也必须要发生性质变化。
ἀλλ᾿ ἔστι τινὰ αὐξανόμενα ἃ οὐκ ἀλλοιοῦται, οἷον τὸ τετράγωνον γνώμονος περιτεθέντος ηὔξηται μέν, ἀλλοιότερον δὲ οὐδὲν γεγένηται·
然而,有一些增加的事物并没有发生性质变化;例如,正方形在围上矩尺时被增加了,但它完全没有变得在性质上有所不同。
ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων.
对于其他此类情况也同样如此。
Ὥσθ᾿ ἕτεραι ἂν εἴησαν αἱ κινήσεις ἀλλήλων.
因此,这些运动应该是彼此不同的。
Ἔστι δὲ ἁπλῶς μὲν κινήσει ἠρεμία ἐναντία, ταῖς δὲ καθ᾿ ἕκαστα αἱ καθ᾿ ἕκαστα, γενέσει μὲν φθορά, αὐξήσει δὲ μείωσις, τῇ δὲ κατὰ τόπον μεταβολῇ ἡ κατὰ τόπον ἠρεμία.
单就运动而言,静止是与其相反的,而对个别运动来说,则是各别的静止与其相反:产生相反于消灭,增加相反于减少,场所移动相反于在场所中的静止。
Μάλιστα δ᾿ ἔοικεν ἀντικεῖσθαι ἡ πρὸς τὸν ἐναντίον τόπον μεταβολή, οἷον τῇ κάτωθεν ἡ ἄνω, τῇ δὲ ἄνωθεν ἡ κάτω.
但似乎最相反的还是移向相反场所的移动,例如,向下移动的相反是向上,向上移动的相反是向下。
Τῇ δὲ λοιπῇ τῶν ἀποδοθεισῶν κινήσεων οὐ ῥᾴδιον ἀποδοῦναι τί ποτέ ἐστιν ἐναντίον, ἔοικε δὲ οὐδὲν εἶναι αὐτῇ ἐναντίον, εἰ μή τις καὶ ἐπὶ ταύτης τὴν κατὰ τὸ ποιὸν ἠρεμίαν ἀντιτιθείη ἢ τὴν εἰς τὸ ἐναντίον τοῦ ποιοῦ μεταβολήν, καθάπερ καὶ ἐπὶ τῆς κατὰ τόπον μεταβολῆς τὴν κατὰ τόπον ἠρεμίαν ἢ τὴν εἰς τὸν ἐναντίον τόπον μεταβολήν·
对于所给出的其余运动,并不容易给出什么是与其相反的;并且似乎没有任何东西与其相反,除非有人在此运动上也对立地放入质的静止、或者向性质相反方向的移动,正如对场所移动我们放入了场所静止或向相反场所移动一样。
ἔστι γὰρ ἡ ἀλλοίωσις μεταβολὴ κατὰ τὸ ποιόν.
因为性质变化就是依性质而发生的移动。
Ὥστε ἀντικείσεται τῇ κατὰ τὸ ποιὸν κινήσει ἡ κατὰ τὸ ποιὸν ἠρεμία ἢ ἡ εἰς τὸ ἐναντίον τοῦ ποιοῦ μεταβολή, οἷον τὸ λευκὸν γίνεσθαι τῷ μέλαν γίνεσθαι· ἀλλοιοῦται γὰρ εἰς τὰ ἐναντία τοῦ ποιοῦ μεταβολῆς γινομένης.
因此,与依性质而发生的运动相对立的,将是性质上的静止,或者移向性质相反方向的移动,例如,变白对立于变黑;因为当性质上的变化发生时,发生性质变化是向着相反者而进行的。
§15Τὸ δὲ ἔχειν κατὰ πλείονας τρόπους λέγεται.
「具有」是以多种方式被说的。
Ἢ γὰρ ὡς ἕξιν καὶ διάθεσιν ἢ ἄλλην τινὰ ποιότητα· λεγόμεθα γὰρ καὶ ἐπιστήμην τινὰ ἔχειν καὶ ἀρετήν.
或者作为状态和气质,或者某种其他性质;因为我们也说「具有」某种知识和德性。
Ἢ ὡς ποσόν, οἷον ὃ τυγχάνει τις ἔχων μέγεθος· λέγεται γὰρ τρίπηχυ μέγεθος ἔχειν ἢ τετράπηχυ.
或者作为数量,例如某人恰好具有的尺寸;因为说具有三肘或四肘的尺寸。
Ἢ ὡς τὰ περὶ τὸ σῶμα, οἷον ἱμάτιον ἢ χιτῶνα.
或者作为身体周围的东西,例如大衣或内衣。
Ἢ ὡς ἐν μορίῳ, οἷον ἐν χειρὶ δακτύλιον.
或者作为在部分中的东西,例如手里的指环。
Ἢ ὡς μέρος, οἷον χεῖρα ἢ πόδα.
或者作为部分,例如具有手或脚。
Ἢ ὡς ἐν ἀγγείῳ, οἷον ὁ μέδιμνος τοὺς πυροὺς ἢ τὸ κεράμιον τὸν οἶνον· οἶνον γὰρ ἔχειν τὸ κεράμιον λέγεται, καὶ ὁ μέδιμνος πυρούς·
或者作为在容器里的东西,例如一斗容纳小麦或一罐容纳酒;因为说罐有酒,斗有小麦。
ταῦτ᾿ οὖν πάντα ἔχειν λέγεται ὡς ἐν ἀγγείῳ.
那么所有这些都被称为作为在容器中而「具有」。
Ἢ ὡς κτῆμα· ἔχειν γὰρ οἰκίαν ἢ ἀγρὸν λεγόμεθα.
或者作为占有物;因为我们说具有房屋或田地。
Λεγόμεθα δὲ καὶ γυναῖκα ἔχειν καὶ ἡ γυνὴ ἄνδρα·
我们也说有妻子,妻子有丈夫。
ἔοικε δὲ ἀλλοτριώτατος ὁ νῦν ῥηθεὶς τρόπος τοῦ ἔχειν· οὐδὲν γὰρ ἄλλο τῷ ἔχει γυναῖκα σημαίνομεν ἢ ὅτι συνοικεῖ.
但刚才所说的这种「具有」的方式似乎是最风马牛不相及的;因为由「有妻子」我们所表明的不过是与之同居而已。
Ἴσως δ᾿ ἂν καὶ ἄλλοι τινὲς φανείησαν τοῦ ἔχειν τρόποι· οἱ δὲ εἰωθότες λέγεσθαι σχεδὸν ἅπαντες κατηρίθμηνται.
或许还会出现其他一些「具有」的方式,但通常所说的几乎全部都被列举出来了。