Humanitext Reader

亚里士多德 · 范畴篇 §12-13

先于与同时的各种含义

第 18 段,共 19 段 · 希腊语

内容简介

第12章定义了「先」的五种不同含义(时间、单向存在随附、顺序、价值,以及作为存在的原因关系),第13章则规定了「同时」的含义(时间上的同时,以及在自然上的同时,如可换位但无因果关系的事物或同属下对分出来的协同种)。

§12Πρότερον ἑτέρου ἕτερον λέγεται τετραχῶς, πρῶτον μὲν καὶ κυριώτατα κατὰ χρόνον, καθ᾿ ὃ πρεσβύτερον ἕτερον ἑτέρου καὶ παλαιότερον λέγεται· τῷ γὰρ τὸν χρόνον πλείω εἶναι καὶ πρεσβύτερον καὶ παλαιότερον λέγεται.
一事物被称为在另一事物之「先」,有四种方式。 第一,也是最根本的,是按时间,依据时间,一事物被称为比另一事物更年长、更古老;因为正是由于时间更多,它才被称为更年长和更古老。
Δεύτερον δὲ τὸ μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, οἷον τὸ ἓν τῶν δύο πρότερον·
第二,在存在的伴随关系上不能换位者。
δυοῖν μὲν γὰρ ὄντων ἀκολουθεῖ εὐθὺς τὸ ἓν εἶναι, ἑνὸς δὲ ὄντος οὐκ ἀναγκαῖον δύο εἶναι, ὥστε οὐκ ἀντιστρέφει ἀπὸ τοῦ ἑνὸς ἡ ἀκολούθησις τοῦ εἶναι τὸ λοιπόν.
例如,一是二之先;因为如果二存在,则立刻伴随有一的存在,但如果一存在,并不必然有二存在,因此存在的伴随关系不能从一换位到其余者。
Πρότερον δὲ δοκεῖ τὸ τοιοῦτον εἶναι, ἀφ᾿ οὖ μὴ ἀντιστρέφει ἡ τοῦ εἶναι ἀκολούθησις.
而凡是存在的伴随关系不能与之换位者,就被认为是「先」的。
Τρίτον δὲ κατά τινα τάξιν τὸ πρότερον λέγεται, καθάπερ ἐπὶ τῶν ἐπιστημῶν καὶ τῶν λόγων.
第三,依某种顺序被称为「先」,正如在科学和言论中那样。
Ἔν τε γὰρ ταῖς ἀποδεικτικαῖς ἐπιστήμαις ὑπάρχει τὸ πρότερον καὶ τὸ ὕστερον τῇ τάξει (τὰ γὰρ στοιχεῖα πρότερα τῶν διαγραμμάτων τῇ τάξει, καὶ ἐπὶ τῆς γραμματικῆς τὰ στοιχεῖα πρότερα τῶν συλλαβῶν), ἐπί τε τῶν λόγων ὁμοίως· τὸ γὰρ προοίμιον τῆς διηγήσεως πρότερον τῇ τάξει ἐστίν.
因为在论证性科学中,存在着顺序上的先与后(因为元素在顺序上先于几何图形,在文法中元素先于音节),在言论中也同样如此;因为序言在顺序上先于叙述。
Ἔτι παρὰ τὰ εἰρημένα τὸ βέλτιον καὶ τὸ τιμιώτερον πρότερον εἶναι τῇ φύσει δοκεῖ.
此外,除了上述几种之外,那更优秀、更尊贵的,在自然上似乎也是「先」的。
Εἰώθασι δὲ καὶ οἱ πολλοὶ τοὺς ἐντιμοτέρους καὶ μᾶλλον ἀγαπωμένους ὑπ᾿ αὐτῶν προτέρους φάσκειν παρ᾿ αὑτοῖς εἶναι.
大众也习惯于把那些更受尊崇、更受他们喜爱的人称为在他们那里是「先」的。
Ἔστι μὲν δὴ καὶ σχεδὸν ἀλλοτριώτατος τῶν τρόπων οὗτος.
当然,这种方式几乎是最风马牛不相及的一种。
Οἱ μὲν οὖν λεγόμενοι τρόποι τοῦ προτέρου σχεδὸν τοσοῦτοί εἰσιν.
因此,被称为「先」的方式大致就是这么多。
Δόξειε δ᾿ ἂν παρὰ τοὺς εἰρημένους καὶ ἕτερος εἶναι προτέρου τρόπος· τῶν γὰρ ἀντιστρεφόντων κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν τὸ αἴτιον ὁπωσοῦν θατέρῳ τοῦ εἶναι πρότερον εἰκότως τῇ φύσει λέγοιτ᾿ ἄν.
但除了上述方式之外,似乎还存在着另一种「先」的方式:因为在那些在存在之伴随关系上可以换位的事物中,以任何方式成为另一事物存在之原因者,自然可以合乎道理地被称为在自然上是「先」的。
Ὅτι δ᾿ ἔστι τινὰ τοιαῦτα, δῆλον·
而存在着这样一些事物是显而易见的。
τὸ γὰρ εἶναι ἄνθρωπον ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν πρὸς τὸν ἀληθῆ περὶ αὐτοῦ λόγον.
因为「人存在」这一事实,在存在之伴随关系上,与关于他的真实言论是可以换位的。
Εἰ γὰρ ἔστιν ἄνθρωπος, ἀληθὴς ὁ λόγος ᾧ λέγομεν ὅτι ἔστιν ἄνθρωπος.
因为如果人存在,那么我们说「人存在」的言论就是真的。
Καὶ ἀντιστρέφει γε· εἰ γὰρ ἀληθὴς ὁ λόγος ᾧ λέγομεν ὅτι ἔστιν ἄνθρωπος, ἔστιν ἄνθρωπος.
而且这确实可以换位;因为如果我们说「人存在」的言论是真的,人就存在。
Ἔστι δὲ ὁ μὲν ἀληθὴς λόγος οὐδαμῶς αἴτιος τοῦ εἶναι τὸ πρᾶγμα, τὸ μέντοι πρᾶγμα φαίνεταί πως αἴτιον τοῦ εἶναι ἀληθῆ τὸν λόγον· τῷ γὰρ εἶναι τὸ πρᾶγμα ἢ μὴ ἀληθὴς ὁ λόγος ἢ ψευδὴς λέγεται.
然而,真实的言论绝非事物存在的原因,而事物在某种程度上似乎是言论为真的原因;因为正是由于事物的存在与否,言论才被称为是真的或假的。
Ὥστε κατὰ πέντε τρόπους πρότερον ἕτερον ἑτέρου λέγεται.
因此,一事物被称为在另一事物之「先」,共有五种方式。
§13Ἄμα δὲ λέγεται ἁπλῶς μὲν καὶ κυριώτατα, ὧν ἡ γένεσίς ἐστιν ἐν τῷ αὐτῷ χρόνῳ· οὐδέτερον γὰρ πρότερον οὐδὲ ὕστερόν ἐστιν αὐτῶν.
而「同时」首先也是最本真地是指,那些产生在同一时间之中的事物;因为它们之中任何一个都不是更先或更后的。
Ἅμα δὲ κατὰ τὸν χρόνον ταῦτα λέγεται.
这些被称为在时间上「同时」。
Φύσει δὲ ἅμα, ὅσα ἀντιστρέφει μὲν κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, μηδαμῶς δὲ αἴτιον θάτερον θατέρῳ τοῦ εἶναί ἐστιν, οἷον ἐπὶ τοῦ διπλασίου καὶ τοῦ ἡμίσεος· ἀντιστρέφει μὲν γὰρ ταῦτα (διπλασίου γὰρ ὄντος ἐστὶν ἥμισυ καὶ ἡμίσεος ὄντος διπλάσιόν ἐστιν), οὐδέτερον δὲ οὐδετέρῳ αἴτιον τοῦ εἶναί ἐστιν.
而在自然上「同时」的,是那些在存在之伴随关系上可以换位、但任何一者绝非另一者存在之原因的事物,例如两倍和一半;因为这两者是可以换位的(因为如果存在两倍,就存在一半,而如果存在一半,就存在两倍),但其中任何一者都不是另一者存在的原因。
Καὶ τὰ ἐκ τοῦ αὐτοῦ δὲ γένους ἀντιδιῃρημένα ἀλλήλοις ἅμα τῇ φύσει λέγεται.
此外,从同一个属中相互对分(配分)出来的东西,也被称为在自然上「同时」。
Ἀντιδιῃρῆσθαι δὲ λέγεται ἀλλήλοις τὰ κατὰ τὴν αὐτὴν διαίρεσιν, οἷον τὸ πτηνὸν τῷ πεζῷ καὶ τῷ ἐνύδρῳ· ταῦτα γὰρ ἀλλήλοις ἀντιδιῄρηται ἐκ τοῦ αὐτοῦ γένους·
所谓相互对分,是指依据同一次划分而分出来的东西,例如有翼的、陆生的和水生的;因为这些是从同一个属中相互对分出来的。
τὸ γὰρ ζῷον διαιρεῖται εἰς ταῦτα, εἴς τε τὸ πτηνὸν καὶ τὸ πεζὸν καὶ τὸ ἔνυδρον, καὶ οὐδέν γε τούτων πρότερον ἢ ὕστερόν ἐστιν, ἀλλ᾿ ἅμα τῇ φύσει τὰ τοιαῦτα δοκεῖ εἶναι.
因为动物被划分为这些,即有翼的、陆生的和水生的,其中没有任何一个是在先或在后的,而是这类事物在自然上被认为是「同时」的。
Διαιρεθείη δ᾿ ἂν καὶ ἕκαστον τῶν τοιούτων εἰς εἴδη πάλιν, οἷον τὸ πεζὸν καὶ τὸ πτηνὸν καὶ τὸ ἔνυδρον.
而这些事物的每一个,如陆生的、有翼的和水生的,又可以再次被划分为不同的种。
Ἔσται οὖν κἀκεῖνα ἅμα τῇ φύσει, ὅσα ἐκ τοῦ αὐτοῦ γένους κατὰ τὴν αὐτὴν διαίρεσίν ἐστιν.
因此,那些从同一个属中依据同一次划分而存在的东西,在自然上也将是「同时」的。
Τὰ δὲ γένη τῶν εἰδῶν ἀεὶ πρότερα· οὐ γὰρ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, οἷον ἐνύδρου μὲν ὄντος ἔστι ζῷον, ζῴου δὲ ὄντος οὐκ ἀνάγκη ἔνυδρον εἶναι.
但是,属总是先于种的;因为它们在存在之伴随关系上不能换位,例如,如果存在水生动物,就存在动物,但如果存在动物,并不必然存在水生动物。
Ἄμα οὖν τῇ φύσει λέγεται, ὅσα ἀντιστρέφει μὲν κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, μηδαμῶς δὲ αἴτιον τὸ ἕτερον τῷ ἑτέρῳ τοῦ εἶναί ἐστι, καὶ τὰ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιῃρημένα ἀλλήλοις· ἁπλῶς δὲ ἅμα, ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ.
因此,在自然上被称为「同时」的,是那些在存在之伴随关系上可以换位、但任何一者绝非另一者存在之原因的事物,以及那些在同一个属中相互对分的事物;而单称的「同时」则是指那些产生在同一时间之中的事物。

词汇与语法注释

  1. 12.2τὸ μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν — 直译为“在存在的伴随(追随)关系上不能换位者”。指一种非对称关系:A的存在伴随着B的存在,但B的存在并不必然伴随着A的存在(例如“二存在”伴随着“一存在”,但反之不然)。
  2. 12.5τῶν γὰρ ἀντιστρεφόντων κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν τὸ αἴτιον ὁπωσοῦν θατέρῳ τοῦ εἶναι πρότερον εἰκότως τῇ φύσει λέγοιτ᾿ ἄν. — 句首的属格分词短语“τῶν... ἀντιστρεφόντων”为部分属格,表示主句主语“τὸ αἴτιον...”包含在此范围内。“θατέρῳ”是修饰“αἴτιον”或“τοῦ εἶναι”的与格(“对另一者而言”),“τοῦ εἶναι”是修饰“αἴτιον”的宾格性属格(“存在的原因”)。整句结构为:“在存在之伴随关系上可换位的事物中,以任何方式成为另一者存在之原因者,自然可以合乎道理地被称为是先的。”
  3. 13.3τὰ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιῃρημένα ἀλλήλοις — “ἀντιδιῃρημένα”是动词“ἀντιδιαιρέω”(对分、配分)的完成时被动分词;“ἀλλήλοις”是相互与格。该短语指在同一个属下,通过同一次划分而被“相互对立地划分出来的东西”(即协同种、同位种),例如从“动物”这个属中同时划分出来的“陆生”、“水生”和“有翼”。

引用这一段

亚里士多德, 范畴篇 §12-13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg006.humanitext-grc1:12-13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。